Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσι, κ. τ. ἑ. Οἱ τὰς ἐντολὰς ἐκζητοῦντες τοῦ Θεοῦ οὐ γίνονται ψεκτοὶ, ὡς οἱ πατέρες αὐτῶν.
Ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου, κ. τ. ἑ. Οὗτος νῶτα δίδωσι τοῖς ἐχθροῖς, ὁ μὴ φυλάσσων τὸν νόμον τοῦ Θεοῦ.
Καὶ προσέθαντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ, κ. τ. ἑ. Ὡς χαλεπὸν τὸ μετὰ τὴν γνῶσιν ἀμαρτάνειν!
Μὴ δυνήσεται ὁ Θεὸς ἐτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; κ. τ. ἑ. Ἔρημον οὗσαν τὸ πρότερον τὴν ψυχὴν Ματθαίου τοῦ τελώνου ὁ Σωτὴρ ἡμῶν πεποίηκε τράπεζαν τρέφουσαν διὰ τοῦ Εὐαγγελίου τὰς ψυχὰς τῶν ἀνθρώπων.
Καὶ πῦρ ἀνήφθη ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ, κ. τ. ἑ. Πῦρ μὲν ἀνάπτεται ὲπὶ τὸν πρακτικὸν, ὀργὴ δὲ ἀναβαίνει ἐπὶ τὸν θεωρητικόν.
Καὶ θύρας οὐρανοῦ ἀνέῳξεν, κ. τ. ἑ. Θύρας οὐρανοῦ λέγει φύσεις λογικὰς πρὸς διδασκαλίαν πνευματικὴν κινηθείσας.