Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει; κ. τ. ἑ. Ὡς κόπτοντος αὐτοῦ (31) τὸ ἔλεος ἐπί τισιν, εῖρηται ἀλλαχοῦ τὸ, « Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. »
Καὶ εἷπα· Νῦν ἠρξάμην, αὔτη ἡ ἀλλοἱωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, κ. τ. ἑ. Οὐδέποτε ἤρξατο (32) κεκραγὼς πρὸς Θεὸν, καὶ ἐν ἡμέρᾳ θλίψεως ζητήσας αὐτὸν, καὶ μὴ ἀπατηθεὶς, καὶ ἐπὶ τῷ μεμνῆσθαι τοῦ Θεοῦ εὐφρανθεὶς, προκαταλαβόντων φυλακὰς τῶν ὀφθαλμῶν αὐτοῦ. Δεξιὰ δὲ τοῦ Ὑψίστου ὁ Σωτὴρ, ὅς ἠλλοίωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, διʼ ὃν ἠρξάμεθα ἐν τῇ Καινῇ προευτρεπισάμενοι εἰς τὸ ἄρξασθαι τοὺς τύπους παύεσθαι, ἄρχεσθαι δὲ τὴν ἀλήθειαν.
Τοῦ αὐτοῦ. Ἀλλοίωσιν λέγει (33) ἑνταῦθα τὴν ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπʼ ἀρετὴν καὶ γνῶσιτ ἐπάνοδον.
Ὁ Θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς Θεὸς μέγας ὡςό Θεὸς ἡμῶν;κ.τ.ἑ.Ἤτοι ἐν παντὶ (34) ἀγίῳ ἡ ὁδὸς τοῦ Θεοῦ, ἢ ἐν τῷ Χριστῷ ὁ λόγος αὐτοῦ ὁ γὰρ εἰπὼν, « Ἐγώ εἰμι ἡ ὁδὸς, » ἐν τῷ ἁγίῳ ἐστίν.
Τοῦ αὐτοῦ. Ὅρα εἰ διὰ τούτων (35) εὐφραίνεται ὅτι εἰσὶ μέν τινες θεοὶ, οὐδεὶς δὲ μέγας ὡς ὁ Θεὸς ἡμῶν, καὶ εἰ συγχρήσασθαι εἰς ταῦτα ἔστι τῶ· « Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, » κ. τ. ἑ.
Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δὔναμιν σου, κ. τ. ἑ. Τουτέστι τὸν Χριστόν (36)· Χριστὸς γὰρ δύναμις καὶ Θεοῦ σοφία.
Ἐταράχθησαν ἄβυσσοι, κ. τ. ἑ. Αἱ ἄβυσσοι (37) τὰς καταχθονίους δυνάμεις δηλοῦσιν, αἵτινες ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ ἐταράχθησαν.
Φωνὴ τῆς βροντῆς σου ἐν τροχῷ, κ. τ. ἑ. Ὁ τροχὸς (38) ἢ τὸν αἰῶνα σημαίνει τοῦτον, ἢ τὸν κόσμον τὸν αἰσθητὸν, ἢ τὴν καθαρὰν καὶ αἰώνιον ψυχὴν, εἴπερ ἡ κακία παρὰ γωνίαν παρεδρεύει.
Ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, κ. τ. ἑ. Πρώτη μὲν (39) ἡ βροντὴ τῆς ἀστραπῆς, ἡ δʼ ἀστραπὴ ὁρᾶται πρώτη.