Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, κ. τ. ἑ. Εἰ θηρία (2) λέγεται τὰ δαιμόνια, ἐν δὲ τοῖς θηρίοις ἐπικρατεῖ ὁ θυμὸς, ἐν τθῖς δαίμοσιν ἄρα ἐπικρατεῖ ὁ θυμός. Καὶ ἐν τῷ Ἰὼβ λέγει· « Θῆρες ἄγριοι εἰρηνεύσουσί σοι. »
Ἐπίβλεψον εἰς τὴν διαθήκην σου, κ. τ. ὲ. Μνήσθητι τῶν (3) ἐπαγγελιῶν σου, ὧν ἐπηγγείλω τῷ Ἀβραὰμ, δοῦναι τῷ σπέρματι αὐτοῦ γῆν ῥέουσαν γάλα καὶ μέλι.
Ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοε τῆς γῆς οἴκων ἀνομιῶν, κ. τ. ἑ. Ἐσκοτισμένος νοῦς (4) πληροῦται ἀνομιῶν· σκότος γὰρ περὶ γνῶσιν, καὶ ἀνομία περὶ πρᾶξιν νοεῖται.
Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου· μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν, κ. τ. ἑ. « Ἀνάστα, ὁ Θεὸς (5), [*]((2) Εἰ θηρία, etc. Ε codice Coisliniano psimσ.) [*]((3) Μνήσθητι τῶν, etc. Ex eodem.) [*]((4) Ἐσκοτισμένος νοῦς, etc. Ex codem.) [*]((5) Ἀνάστα, ὁ Θεός, cic. E codice Coisiaiase secundo.)
Τοῦ αὐτοῦ. Νῦν ἄφρονα (6) τὸν διάβολον ὀνομάζει.
Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, ψαλμὸς ᾠδῆς τῷ Ἀσὰφ, κ. τ. ἑ. Γέγραπται ἐν τῇ πρώτῃ (7) τῶν Βασιλειῶν· « Καὶ εἶπε Δαυῒδ πρὸς Ἀβεσαΐ· Μὴ διαφθείρῃς αὐτὸν, » δηλονότι τὸν Σαούλ· ἅπερ ὅρα εἰ χρήσιμά ἐστι πρὸς τὴν ἐπιγραφήν.