Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Τοῦ αὐτοῦ. Ἠρημώθη (26) μετὰ τὸν σταυρὸν ἡ ἔπαυλις αὐτῶν, ὁ ναὸς καὶ Ἰερουσαλήμ.
Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου, κ. τ. ἑ. Ὅτε οἱ ἀνόμως (27) ἁμαρτήσαντες ἀνόμως ἀπολοῦνται, προστίθεται τῇ τῶν ἁμαρτησάντων ἀνομίᾳ ἡ κατὰ τὴν ἀνομίαν αὐτῶν κόλασις. « ῟ῼ γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. »
Τοῦ αὐτοῦ. Πῶς γὰρ δύνανται (28) εἰσελθεῖν εἰς τὴν δικαιοσύνην ἐσκοτισμένοι τοὺς ὀφθαλμούς;
Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν, κ. τ. ἑ. Βίβλος ζώντων (29) ἡ γνῶσις ἡ τοῦ Θεοῦ, ἐξ ἧς ἐκπίπτουσιν οἱ ἀκαθάρτους ἔχοντες τὰς καρδίας· « Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὅψονται. » Τὸ δὲ δεῖν Θεὸν, τὸ γνώσεως τῆς αὐτοῦ ἐστι καταξιωθῆναι.
Τοῦ αὐτοῦ. Ἅδικος μετὰ (30) δικαίου γράφεται, ἐὰν ἀπόσχηται τοῦ εἶναι ἄδικος.
Ἀρέσει τῷ Θεῷ ὑπέρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλὰς, κ. τ. ἑ. Τουτέστιν ὑπὲρ (31) τὴν ἄλογθν καὶ αἰσθητὸν θυσίαν.
Ὅτι εἰσήκουσετῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν, κ. τ. ἑ. Γενώμεθα πένητες (32), ἵνʼ ὁ Κύριος ἡμῶν ἐπακούσῃ.
Αένεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἔρποντα ἐν αὐτοῖς, κ. τ. ἑ. Τοὺς ἐπουρανίους (33) καὶ ἐπιγείους λέγει ἐνταῦθα ὁμωνύμως τοῖς αὐτῶν κόσμοις. Τοιοῦτόν ἐστι καὶ τό· « Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. »
Τοῦ αὐτοῦ. Ἆρα τὰ ἑρπυστικὰ (34) ζῶα αἰνέσει, σωζομένης τῆς Σιὼν καὶ οἰκοδομουμένης τῆς Ἰουδαίας; Εἰ δὲ τὰ ἕρποντα νοητῶς ῥητέον, καὶ τὰ οἰκοδομούμενα δηλονότι νοητῶς ἐκληφθήτωσαν.
Ὄτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας, κ. τ. ἑ. Ψυχὰς λογικὰς (35) λέγει πόλεις τῆς Ἰουδαίας.
Αἰσχυνθείησαν, καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου, κ. τ. ἑ. Οἱ ἀόρατοι (36) ἡμῶν πολέμιοι ζητοῦσι τὴν ψυχὴν, ὑποχείριον θέλοντεσ λαβεῖν πρὸς κακίαν αὐτὴν προτρεπόμενοι.
Ὅτι Χριστὸς λέγει (37) τὰ ἐν τῷ ψαλμῷ, δῆλον. Εὕχεται τόπον αὐτῷ ὀχυρὸν εἶναι, τὸν Θεόν. Ὁ λέγων· [*](24 Matth. v, 2. ipid. v, 8. » Psal. xviii, 2.) [*]((26) Ἠρημώθη, ete. Codex Coislinianus secundus.) [*]((27) Ὄτε οἱ ἀνόμως, etc. Codex Coislinianus pri- prus.) [*]((28) Πῶς γὰρ δύνανται, etc. Idem.) [*]((29) Βίβλος ζώντων, etc. Idem.) [*]((30) Ἄδικος μετά, etc. Idem.) [*]((31) Τουτέστιν ὑπέρ, etc. Idem.) [*]((32) Γενώμεθα πένητες, etc. Idem,)
Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, κ. τ. ἑ. Ἐὰν ἐν ταῖς θλίψεσιν (38) ὑπομένωμεν, οὐκ αἰσχυνθησόμεθα ἐν τῷ αἰῶνι τῷ μέλλοντι· « Ἡ γὰρ θλίψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονὴ δοκιμήν· ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. »
Ὁ Θεός μου, ῥῦσαί με ἐκ χερὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος, κ. τ. ἑ. Τὸν Σατανᾶν λέγει (39) ἁμαρτωλὸν, καὶ παράνομον καὶ ἄδικον· ἁμαρτωλὸν μὲν διὰ τὴν χειρίστην ἕξιν· παράνομον δὲ διὰ τὸ παραβῆναι τὸν φυσικὸν νόμον αὐτοῦ· ἄδικον δὲ διὰ τὸ αὐτὸν ἀποστερεῖν τῆς γνώσεως τοῦ Θεοῦ.
Ἐπὶ σὲ ἐπεστηρέχθην ἀπὸ γαστρός· ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστὴς, κ. τ. ἑ. Ὁ εἰδὼς (40) ἀπὸ γαστρὸς μόνος ἐπιστηρίζεσθαι Θεἰ Ἰησοῦς ταῦτά φησι. Σκεπαστὴς δὲ αὐτοῦ ἐγένετο ὅτι οἱ μάγοι ἐχρηματίσθησαν διʼ ἄλλης ὁδοῦ ἀναχωρῆσαι εἰς τὴν χώραν αὐτῶν, καὶ Ἰωσὴφ, παραλαβὼν τὸ παιδίον ἅμα τῇ μητρὶ αὐτοῦ, εἰς Αἴγυπτον κελευσθεὶς ἀπῆλθεν, ἵνα μὴ ἀναιρεθῇ μετὰ τῶν παίδων ὁ Ἰησοῦς.
Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, κ. τ. ἑ. Τοῖς τὴν πλατεῖαν (41) καὶ εὐρύχωρον ὁδεύουσι καὶ ἐπάγουσαν ἐπὶ τὴν ἀπώλειαν πολλούς· πολλοὶ γὰρ οἱ διερχόμενοι διʼ αὐτῆς· ὡσεὶ τέρας ἐγενήθη ὁ Ἰησοῦς· ἀλλʼ οὐ τοῖς ὀλίγοις εὑρίσκουσι τὴν στενὴν καὶ τεθλιμμένην ἀπάγουσαν εἰς ζωήν.
Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου, κ. τ. ἑ. Ἐὰν μὴ πληρωθῇ (42) ὁ νοῦς χάριτος Θεοῦ, ὑμνῆσαι τὴν δόξαν Θεοῦ οὐ δύναται. Στόμα γὰρ τῆς ψυχῆς τὸν νοῦν ὠνόμασε, δόξαν δὲ τὸν Υἱὸν τοῦ Θεοῦ.