Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπʼ ἐμέ, κ. τ. ἑ. Οὗτος ὁ στίχος (9) τέθειται ἐν τοῖς Εὐαγγελίοις ἐπὶ τοῖς ἐκβληθεῖσιν ἐκ τοῦ ἱεροῦ κολλυβισταῖς καὶ τραπεζίταις. Τὸ, « Κατέφαγέ με, ὁ Σύμμαχος, « κατανάλωσεν, » ἐξέδωκεν.

Τοῦ αὐτοῦ. Εἴποι δʼ ἂν ταῦτα (10) καὶ πᾶς ὑπὲρ τοῦ Δημιουργοῦ λέγων πρὸς τοὺς προσκόπτοντας τῇ Προνοίᾳ, ἢ πρὸς τοὺς κακολογοῦντας τὸν κτίσαντα ἑτεροδόξους. Καὶ μάλιστα ὑπὲρ τοῦ Θεοῦ ὀνειδιζόμενος λέγοι ἄν· « Οἱ ὀνειδισμοὶ, » καὶ τὰ ἐξῆς.

Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοὶ, κ. τ. ἑ. Τοῦτο οἱ μαθηταὶ (11) ἐμνήσθησαν, ὡς ἐν τῷ κατὰ Ἰωάννην γέγραπται· « Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοὶ, καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. »

σοῦ αὐτοῦ. Κάλυμμα τῆς ψυχῆς (12) ἡ νηστεία κρύπτουσα τὰ πάθη αὐτῆς, τουτέστιν ἐπιθυμίαν αἰσχρὰν, καὶ θυμὸν ἄλογον. Ὁ τοίνυν μὴ νηστεύων γεγύμνωται ἀσχημονῶν.

Τοῦ αὐτοῦ. Οὐδὲν, φησὶ, ξένον (13) γέγονεν, ἀλλʼ οἱ ἐν τῇ Παλαιᾷ ὀνειδίσαντες καὶ ὑβρίσαντές σε, Θεὲ Πάτερ, οὗτοι καὶ κατὰ τοῦ Υἱοῦ σου ἐμοῦ ἦλθον.

Καὶ εἰς ἐμέ ἔψαλλον οἱ πίνοντες τὸν οἷνον, κ. τ. ἑ. Οὗτος ὁ οἶνος (14) θυμός ἐστι τῶν δρακόντων.