Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ταραχθήσονται τὰ ἔθνη, κ. τ. ἑ. Ἐπὶ τοῖς Ἰησοῦ (40) Χριστοῦ σημείοις ἐφοβήθησαν καὶ οἱ ἐν τοῖς πέρασι, μᾶλλον Ἰουδαῖοι, καὶ τοῦτο ἀκούσαντες, μᾶλλον δὲ καὶ ἰδόντες.
Ἐπλήθυνας τοῦ πλουτίσαι αὐτὴν, κ. τ. ἑ. Πλοῦτον τὴν (41) γνῶσιν λέγει· « Ἐν παντὶ γὰρ ἐπλουτίσθητε ἐν πάσῃ γνώσει, » φησὶν ὁ Ἀπόστολος.
Ἡτοίμασας τὴν τροφὴν αὐτῶν, κ. τ. ἑ. Τροφὴν μὲν (42) τὴν πνευματικήν φησιν· ἡτοιμάσθαι δὲ αὐτὴν λέγει· διότι πρὸ καταβολῆς τοῦ κόσμου ὥρισται τὸ περὶ Χριστοῦ μυστήριον, ὅς ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Καὶ τῇ παρὰ σοῦ προνοίᾳ ἑτοίμην αὐτοῖς παρέξεις τὴν τροφὴν, ὥστε μηδενὸς δεῖσθαι. Τὸ δὲ, « Οὕτως ἡ ἑτοιμασία σου, » τουτέστιν, ἐπειδὴ ἔργον σοι τὰ τοιαῦτα εὐτρεπίζειν καὶ ἑτοιμάζειν τοῖς ἀνθρώποις, ἀφʼ ὧν ἀπάντων αὐτοῖς χορηγεῖς τὴν ἀφθονίαν. Ὥσπυρ γὰρ τὸ ἑτοιμάζειν τὸ ἑδράζειν λέγει ἀπὸ τοῦ τὰ παρεσκευασμένα ἕτοιμα εἷναι καὶ βέβαια πρὸς τὴν χρείαν· οὕτω καὶ ἑτοιμασίαν αὐτὴν καλεῖ τὴν παρασκευήν· ὡς ἐνταῦθα. Ἵνα εἴπῃ, ὅτι· Οὺδενὸς ἐνδεηθήσονται, ἕτοιμα γὰρ αὐτοῖς πάντα καὶ παρεσκευασμένα, ὡς μηδὲν δεῖν αὐτοῖς φροντίδος· τὸ δὲ τοιοῦτον καὶ βόβαιον.
Ἐν ταῖς σταγόαιν αὐτῆς, κ. τ. ἑ. Κατὰ μικρὰ (43), φησὶ, τῶν θείων χαρισμάτων διδομένων αὐτῇ, εὐφραίνειν καὶ ἀνατέλλειν παρασκευάζει, τὸν νοητὸν δηλονότι καρπόν. Νοήσεις δὲ τὰς σταγόνας αὐτῆς ἀπὸ τοῦ εἰρημένου περὶ Χριστοῦ· « Καταβήσεται ὡς ὑετὸς ἐπὶ τόκον, καὶ ὡσεὶ σταγὼν ἡστάζουσα ἐπὶ τὴν γῆν. »
[*]((39) Κέτος φησίν, cte. Catena Corderii.)[*]((40) Ἐαὶ τοῖς Ἰησοῦ, etc. Eadem.)[*]((41) Πλοῦτον μέν, etc. Codex Coisliuianus.)[*]((42) Τρπφὴν μέν, etc. Calena Corderii.)[*]((43) Κατὰ μιρά. etc. Eadem.)