Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, κ τ. ἑ. Πιθανὸν εἰς ἁγνείαν (16) προτρτπτικόν· ὡς τοῦ ἐπὶ τῆς στρωμνῆς μνημονεύοντος τῶν κατὰ Θεὸν, πάντως καθαρεύοντος. Ὁμοίως καὶ τὸ, « Ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. » Καὶ γὰρ ἀποστεροῦσιν ἀλλήλους οἱ σχολάζοντες τῇ προσευχῇ.
Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, κ. τ. ἑ. Εἰ ὁ κολλώμενος (17) τῷ Κυρίῳ ἔν πνεῦμά ἐστιν, ἐκολλήθη δὲ ὁ Δαυῒδ τῷ Κυρίῳ, ἄρα ἔν γέγονε πνεῦμα. Πνεῦμα δὲ τὸν πνευματικὸν ὀνομάζει, ὡς καὶ ἡ μὴ περπερευομένη ἀγάπη τὸν ἔχοντα τὴν ἀγάπην δηλοῖ. Καὶ Μωϋσῆς ὅτε τὰ ὀπίσθια εἶδε τοῦ Θεοῦ, τότε ἐκολλήθη ἡ ψυχὴ αὐτοῦ ὀπίσω τοῦ Θεοῦ.
Εἰσελεύσονται εἰς τὰ κατώτατα, κ. τ. ἑ. Ὅσῳ χεῖται (18) ἡ κακία τινὸς, τοσούτῳ κατωτέρω γινόμενος, εἰσέρχεται εἰς τὰ κατώτερα τῆς γῆς. Τροπικῶς δὲ « χεῖρες ῥομφαίας, »ὡς χεῖρες γλώσσης. « Μερίδες ἀλωπέκων ἔσονται. » Φασὶ, τοὺς λέοντας, ἐπειδάν τινος ἐπιλάβωνται ζώου, ῥοφεῖν τε τὸ οἷμα, καὶ ἁρπακτικῶς ἐσθίειν τὸ προσπεσὸν, καὶ μάλιστα τὰ κυριώτερα τῶν μελῶν, τὰ δὲ περιττὰ καταλιμπάνειν· ταῦτα δὲ τὰς ἀλώπεκας εὑρούσας ἐσθίειν· ἐπεὶ οὖν ἐσθίουσιν αὗται τὰ παῤ ἐκείνοις ἤδη ἀναιρεθέντα, τοῦτό φησιν, ὅτι τιμωρίαι αὐτοὺς διάφοροι διαδέξονται, καὶ ἀπὸ τούτων εἰς ἑτέρους ἐμπεσόντες, διαφόρῳ τῇ τιμωρίᾳ περιβληθήσονται.
Τοῦ αὐτοῦ. Ἵνα πιστεύσαντες (19) σωθῶσιν τῷ κατελθόντι εἰς τὰ κατώτερα μέρη τῆς γῆς.