Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἕλεό· σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου, κ. τ. ἑ. Ἐπεὶ ὁ ἐλεούμενος (67) μέχρι βασιλείας ἀναβαινει. τῶν οὐρανῶν, ἐμεγαλύνθη ὁ ἔλεος τοῦ Θεοῦ ἕως των οὐρανῶν.

Ὑψώδητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, κοὶ έπί πᾶσαν τὴν γῆν ἡ δόξα σου, κ. τ. ἐ. Δὶς ἐν τῷ (68) ψαλμῷ τούτῳ εἴρηνται οἱ δύο οὗτοι στίχοι.

Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, κ. τ. ἐ. [*]((64) Τῶν διαβαλλόντων, etc. Eædem schedæ.) [*]((65) Ἐὰν ὑψωθῶ, etc. Eædem.) [*]((66) Δύναται τοῦτο, etc. Codex Coislinianus se. cundus.) [*]((67) Ἐπεὶ ὁ ἐλεούμενος, etc. Idem.) [*]((68) Δὶς ἐν τῷ, etc. Idem.)

1473
Ἴδωμεν τί ἐστιν (69) ἀληθῶς δικαιοσύνην λαλεῖν, καὶ ὁσαχῶς ἐνδέχεται τὸ τοιοῦτον γίνεσθαι. Καὶ καθʼ ἕνα μὲν τρόπον δικαιοσύνην ἔστι λαλεῖν, ὅτε ὑγιῆ περὶ δικαιοσύνης ἔχων τις δόγματα, περὶ τούτων διαλέγεται· κατὰ δεύτερον δὲ τρόπον δικαιοσύνην τις λαλεῖ ὁ ἀπὸ δικαιοσύνης ἐνυπαρχούσης τῇ ψυχῇ πάντα λέγων. Συναγαγὼν δέ τις ἀμφότερα, εὕροι ἂν τὸν ἀληθῶς δικαιοσύνην λαλοῦντα. Οἱ γὰρ ἔξωθεν φαινόμενοι τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας τυγχάνοντες, κἂν λαλῶσι δικαιοσύνην, οὐκ ἀληθῶς αὐτὴν λαλοῦσιν. Ἡγοῦμαι δὲ ὅτι οὐδεὶς δύναται δικαιοσύνην λαλῆσαι, μὴ μετέχων Χριστοῦ, « ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. » Ἀκολουθεῖ δὲ τὸ ἀληθῶς λαλεῖν δικαιοσύνην τῷ εὐθέα κρίνειν, ὥστε μηδὲν εἶναι σκολιὸν ἐν τοῖς κρίμασι καὶ τοῖς λογισμοῖς τοῦ ἀληθῶς δικαιοσύνην λαλοῦντος.

Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας, κ. τ. ἑ. Ἵνα δηλώσῃ (70) ὁ λόγος πηγὴν μὲν καὶ ἀρχὴν πάσης ἁμαρτίας τὸ τοῦ φαύλου ἡγεμονικὸν, ἀνομιῶν πεπληρωμένον, ὥς τι ῥεῦμα ἀπὸ τῆς γῆς· τὴν δὲ πρᾶξιν, ἧς σύμβολον αἱ χεῖρες, τὴν ἀπὸ τοῦ ἡγεμονικοῦ προαχθεῖσαν μελέτην· πρότερον μὲν τὸ κατὰ τὴν καρδίαν ὠνόμασε, δεύτερον δὲ τὸ κατὰ τὰς χεῖρας. Καὶ ἡ μὲν τῆς ἁμαρτίας ἀρχή ἐστιν ἀπὸ καρδίας. καὶ τὸ τέλος ἐν ταῖς πράξεσιν· ἐπὶ δὲ τῶν ἐπιστρεφόντων πρὸς Θεὸν ἡ ἀρχὴ μὲν ἀπὸ τῆς ἀποχῆς τῶν κακῶν πράξεων· τέλος δὲ ἡ καθαρότης τῆς καρδίας. Διόπερ ἐνταῦθα μὲν ὅτε ἐλέγχονται οἱ ψεκτοὶ, τὰ τῆς καρδίας ἀνομήματα πρότερον, καὶ τότε τὰ συμπλεκόμενα ἀδικήματα ταῖς χερσὶν ὠνόμασται. Ἀντὶ δὲ τοῦ « συμπλέκουσι » Θεοδοτίων καὶ ἡ πέμπτη ἔκδοσις, « διασταθμίζουσιν· » Ἀκύλας δὲ διασταθμίζεται » περιέχει. Οὐχ ὡς ἔτυχε, φησὶ, συμπλέκουσι τὴν ἀδικίαν, ἀλλὰ διὰ ταύτας τὰς κακίας, ἐπελθόντος αὐτῇ στρατοπέδου, ἔφθασεν ἡ ἀνομία καὶ ἡ ἀντιλογία, καὶ ἐπὶ τὰ τείχη αὐτῆς τοὺς φρουροῦντας αὐτὴν ἱεροὺς ἀγγέλους· καὶ γὰρ οὗτοι ἐγκατέλιπον αὐτὴν ἀνομοῦσαν καὶ ἀντιλέγουσαν ἑωρακότες. Διότι « ἀνομία κοὶ πόνος, » ἐναντίος τῇ ἐπαινετῇ ἡδονῇ, «ἐν μέσῳ αὐτῆς σὺν ἀδικίᾳ γεγένηται, ὡς « μὴ ἐκλείπειν ἐκ τῶν πλατειῶν αὐτῆς τόκον καὶ δόλον, » δολιευομένων τῶν οἰκούντων αὐτὴν διʼ ὧν φρονοῦσι πονηρῶς· κοπιώντων δὲ τῷ αἴρειν ἐφʼ ἑαυτοῖς τὸ τῆς κακίας ἄχθος, μολίβδῳ παραβαλλομένης. Καὶ πλατείας αὐτῆς ἡγητέον εἶναι τὰς διὰ τὸ φιλήδονον πλατυνούσας ἑαυτὰς, τῷ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύειν ὁδὸν, τουτέστι, τὸν ἡδονικὸν καὶ παθητικὸν βίον· ἐν αὐταῖς γὰρ ἀεὶ μένων ὁ περὶ τὰ κακὰ κόπος, καὶ ὁ περὶ τὰς ἀπάτας δόλος, πληροῦσθαι ποιεῖ τὸ, « Οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. » Καὶ γὰρ διασταθμίζοντες ἕκαστα τῶν ἀδικημάτων εἰς τὴν συμπλοκὴν τῆς κακίας οἱ πρὸς τὴν ἀδικίαν εὐχερεῖς, ἀδιαστάτως ἐνεργοῦσι τὰ αἱρετὰ εἰς ἀνεξάλειπτον στήλην παραλαμβανομένων τῶν πράξεων τῆς ἀδικίας αὐτῶν.

[*](55 Matth. XXIII, 28. 56 I Cor. I, 30. 57 Psal. LIV, 11.)[*]((69) Ἴδωμεν τί ἐστιν, etc. Catena Corderii.)
1476

Ἀπηλλοτριώθησαν ἰ ἀμαρτωλὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ, κ. τ. ἑ. Ἀλλοτριοῦνται (71) ἀπὸ μήτρας, καὶ πλανῶνται ἀπὸ γαστρὸς οἱ ἐκ παιδὸς οὐκ ἐπὶ τὴν ἀρετὴν, ἀλλʼ ἐπὶ τὴν κακίαν ὁδεύοντες.