Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ, κ. τ. ἑ. Ἡ τοῦ φυγαδεύειν λέξις (42) τὸ διώκειν καὶ εἰς φυγὴν τρέπειν τοὺς ἐλαυνομένους δηλοῖ. Φησὶ γοῦν ὁ τὸν ψαλμὸν λέγων,« Ἰδοὺ ἐμάκρυνα, » τουτέστιν ἐπὶ πολὺ φυγαδεύων τὸν ἐχθρὸν καὶ τὸν ἁμαρτωλὸν, ὡς ἐκείνων ἐληλασμένων αὐλισθῆναί με ἐν τῇ ἐρήμῳ, τουτέστιν διαναπαύσασθαι ἐν καταστάσει εἰρηνικῇ. Εἰ δὲ τὸ «φυγαδεύειν » ἰδίως ἐνταῦθα « φυγεῖν » σημαίνει, ἐρεῖ ὁ δίκαιος τοὺς ἐκ περιτομῆς φεύγων καὶ μακρυνόμενος διὰ τὴν πρὸς αὐτοὺς ἀλαζονείαν· Ηὐλίσθην ἐν τῇ ἐρήμῳ νόμου καὶ προφητῶν Ἐκκλησίᾳ. Ἁρμόζει δὲ καὶ τῷ κατʼ οἰκονομίαν Χριστῷ.
Προσεδεχόμην τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας ταὶ καταιγίδος, κ. τ. ἑ. Καταιγὶς ὁ μέγας (43) πειρασμὸς καὶ πολὺς κατὰ τῆς ψυχῆς πνέων, ὥστʼ ἂν αὶ ναυαγῆσαι τὴν μὴ προσέχουσαν ἑαυτῇ.
[*]((41) Πτέρυγές εἰσι, etc. Schedæ Grabii.)[*]((42) Ἡ τοῦ φυγαδεύειν λέξις, etc. Codex Cois)Καταπόντισον, Κὺπιε, καὶ καταδίελε τὰς γλώσ. σας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀνετιλογίαν ἐν τῇ πόλει, κ. τ. ἑ. Τοῖς ἀπὸ κακίας (44) καὶ ψευδῶν δογμάτων πόλιν οἰκοδομοῦσιν ἀγνωσία ἐπισυμβαίνει καὶ σύγχυσις γλωσσῶν παύουσα αὐτοὺς τῆς κακῆς ἐνεργείας, καθάπερ καὶ τοῖς ἐν Χαλάνῃ τὸν πύργον κατασκευάσασιν. Ὁ καταποντισμὸς τὸν ἀφανισμὸν δηλοῖ, διότι πᾶν τὸ ἐν βυθῷ γεγονὸς ἀφανίζεται. Βυθὸς οὖν ἁμαρτία ἐστὶ καὶ ἀπώλεια ἡ τοῦ συνεστῶτος τῆς κακίας διάλυσις. Διὰ τοῦτό φησι καταποντίζεσθαι παρὰ Θεοῦ τὸ κακὸν ἐν τῷ καταδιαιρεῖσθαι τὰς γλώσσας αὐτῶν ἐπὶ κακῷ συμφωνούντων.
Τοῦ αὐτοῦ. « Καταπόντισον (45), Κύριε. » Τίνων αὐτῶν, ἢ ἐχθροῦ καὶ ἁμαρτωλοῦ; ἢ ὡς ἄβυσσος σοφία, ἐν ᾗ ἐστι τὰ βάθη τοῦ Θεοῦ, καταποντίζει ἐπικλύζουσα γλώσσας καὶ φωνὰς ἐχθροῦ τῇ ἀληθείᾳ τοῦ λόγου, καὶ τῶν πρεσβευόντων αὐτὸν, καὶ καταδιαιρεῖ αὐτὰς, διελέγχουσα τὸ ἀσύμφωνον καὶ τὸ διεσπασμένον αὐτῶν. Ἡ δὲ αἰτία τοῦ ταῦτα λέγεσθαι ἐπιφέρεται. Ἔστι γὰρ καὶ ἀντιλογία ἡ πρὸς τὴν ἀλήθειαν τῶν λογομαχούντων, εἰς οὐδὲν χρήσιμον εἰ μὴ ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Χριστὸς δὲ λέγοι ἃν τὰ ἑξῆς περὶ τῆς Ἱερουσαλὴμ πόλεως, ἰδὼν τὴν ἐν αὐτῇ ἀνομίαν, καὶ τὴν περὶ αὐτοῦ ἀντιλογίαν τῶν διάφορα περὶ αὐτοῦ λεγόντων. « Καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς. » Εἰς πρόσωπον τοῦ προδότου ἀνεφέρετο ἂν δικαίως.
Ἐλθέτω θάνατος ἐπʼ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς παροικίας αὐτῶν ἐν μέσῳ αὐτῶν, κ. τ. ἑ. Ἐλθέτω δὴ (46) θάνατος ἐπʼ αὐτοὺς, θάνατος ὁ διαιρῶν ψυχὴν ἀπὸ κακίας.