Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἐπὶ πλεῖον πλῦνόν με, κ. τ. ἑ. Τοῦ μηκέτι (14) ἀνομοῦντος ἐξαλείφεται τὸ ἀνόμημα· ὁ δὲ ἐπὶ πλεῖονπλυθεὶς καθαρίζεται ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ. Κατὰ μιᾶς τοίνυν ἐνεργείας ἐπίνοια διάφορος. Ἡ μὲν γὰρ χωρὶς νόμου, ἡ δὲ κατὰ νόμου παράβασιν δηλοῖ. Αἱτεῖ δὲ ταύτην ἐκπλῦναι τὸν καθᾶραι δυνάμενον ἀπὸ τῆς χείρονος ἕξεως. Ὅρα δὲ τοῦ Χριστοῦ πάλιν τὸ μυστήριον· τὴν γὰρ ἐν νόμῳ κάθαρσιν ἡ τοῦ βαπτίσματος ὑπερβαίνουσα δύναμις, καὶ ταύτης τῆς ψυχῆς ἐργάζεται κάθαρσιν.
Σοὶ μόνῳ ἥμαρτον, κ. τ. ἑ. Οὐκ αἰτιατικόν (15) ἐστι τοῦτο τὸ, « ὅπως· » οὐ γὰρ διὰ τοῦτο ἡμάρτανον, ὅπως ἂν δικαιωθῇ ὁ Θεὸς ἐν τοῖς λόγοις αὐτοῦ. Ἐδικαιοῦτο δὲ ὁ Θεὸς εἰκότως ἀφʼ ὧν ἐκεῖνοι εὐεργετούμενοι ἠγνωμόνουν. Ὅτι. πολὺν τοῦ Θεοῦ τὸν περὶ μετανοίας λόγον ποιησαμένου, ἐν τῷ λέγειν μὴ βούλεσθαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέφειν, καὶ ζῇν αὐτὸν, σοφῶς τῶν προκειμένων ἐμνημόνευσε ῥημάτων κατασκευάζων· Ὅτι, ἐὰν ἐμοὶ μετανοοῦντι συγχωρήσῃς, καὶ ἐπιστρέφοντι ἱλασθήσῃ. δικαιωθήσῃ ἐν τοῖς λόγοις σου, ὡς ἀληθὴς ἀναδειχθεὶς ταῖς σαῖς ὑποσχέσεσι· καὶ ἐν καιρῷ τῆς ἀνταποδόσεως, ἐμὲ τὸν ἐκ μετανοίας ἐλεηθέντα εἰς μέσον παραγαγὼν, δικαίως κρινεῖς τοὺς μὴ μετανοήσαντας.
Τοῦ αὐτοῦ. Κατʼ ἐνέργειαν (16) ἁμαρτάνοντες. καὶ ἀνθρώποις καὶ Θεῷ ἁμαρτάνομεν· κατὰ δὲ διάνοιαν πλημμελοῦντες Θεῷ μόνῳ ἐξαμαρτάνομεν. Ἤ ἀντὶ τοῦ, Σοὶ μόνῳ ἔγνωσται τὸ ἡμαρτημένον.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν, κ. τ. ἑ. ᾯ ὀφείλεται τι (17), ἀποδίδοται· ἀποδίδοται οὖν τῇ λογικῇ φύσει ἀγαλλίασις σωτηρίου Θεοῦ· καὶ ὁ τῷ ἡγεμονικῷ στηριζόμενος πνεύματι οὐ δουλεύσει τῇ ἁμαρτίᾳ. Ὥσπερ « ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς αάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· » οὕτως, ἐὰν μὴ ὁ Θεὸς κτίσῃ καρδίαν καθαρὰν ἔν τινι, οὐκ αὐτάρκης πρὸς τοῦτο προαίρεσις καὶ δύναμις ἀνθρωπίνη. Πρῶτον δὲ καρδία κτίζεται καθαρὰ, εἶτα ἐπὶ ταύτῃ εὐθὲς πνεῦμα ἐγκαινίζεται τοῖς ἐγκάτοις, καὶ ταῦτα μὴ ἀνταναιρεθέντος τοῦ ἁγίου Πνεύματος. Εἶτα μετὰ δύο πνεύματα πνεύματι ἡγεμονικῷ τις ὑπὸ Θεοῦ ρίζεται. ἵνα ἑδραῖός τις καὶ ἄσειστος ᾖ.
[*]((16) Κατʼ ἐνέργειαν, etc. Schedæ Grabii, codex Coislinianus, et Catena Barbari.)[*]((17) ᾯ ὀφείλεταί τι, etc. Catena Corderii.)Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν, κ. τ. ἑ. « Ὁ καυχώμενος (18), φησὶν Ἀπόστολος, ἐν Κυρίῳ καυχάσθω. »