Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, κ. τ. ἑ. Αἰών ἐστι σύστημα (26) φυσικὸν, ἐκ σωμάτων ποικίλων λογικὰς διαφορὰς περιέχον τῆς τοῦ Θεοῦ γνώσεως ἕνεκεν. Εἰς αἰῶνα, φησὶν, ἀγαλλιάσονται, ὅτι καὶ αἰώνιος ἑαυτοῖς κατασκήνωσις. Καὶ καυχήσονται ἐπὶ σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου· ὅτι σὺ εὐλογήσεις δίκαιον, Κύριε, κ. τ. ἑ. Εἰ κρείττους (27) οἱ ἀγαπῶντες τῶν φοβουμένων, τὸ καυχᾶσθαι μᾶλλον τῶν ἀγαπώντων [*]((26) Αἰών ἐστι σύστήμα, etc. Schedæ Grabil, Barbarus.) [*]((27) Εἰ κρείττους, etc. Cordetius, codd. Roe, et Baroccianus.)
Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπέρ τῆς ὀγδόης ψαλμς τῷ Δαυΐδ, κ. τ. ἑ. Υπὲρ τῆς ὀγδόης (29) καὶ ὁ ἑνδέκατος. Διαφέρουσι δὲ αἱ ἐπιγραφαὶ τούτου καὶ τοῦ ἑνδεκάτου, ὅτι οὗτος μέν ἐστιν, « Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυΐδ, » ἐκεῖνος δὲ, Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυΐδ. Τῇ δὲ ὀγδόῃ, οἶμαι, θυμὸς ἐλέγχει καὶ ὀργὴ παιδεύει.
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με, κ. τ. ἑ. Θυμός ἐστιν (30) ὁρμῆ ἐπιθυμίας ἡμέρου ψυχῆς κατʼ ἐξοχὴν ἀμύνης. Λέγει οὖν· Εἰ καὶ ὀξύτερον ὁ θυμὸς ἐλέγχει, καὶ ὀργὴ τάχιον παιδεύει, ἐγὼ διὰ τὴν ἀσθένειάν μου δέομαι τοῦ ἐλέους σου, διʼ ἄλλης ἐλεγχθῆναι καὶ παιδευθῆναι θεραπείας οὐ τηλικοῦτον προσαγούσης τὸν πόνον.
Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ὁ ψυχή μου ἐταράχθη σφόδρα, κ. τ. ἑ. Νοσοῦντά με (31) τὴν ψυχὴν ἴασαι· καὶ γὰρ τεταραγμέναι εἰσὶ τῶν ὀστῶν αὐτῆς αἱ ἁρμονίαι, καὶ αὐτὴ δὲ σφόδρα τετάρακται.
Καὶ σὺ, Κύριε, ἔως πότες κ. τ. ἑ. Τοῦτο ἐλλειπτικῶς (32) εἴρηται ἀντὶ τοῦ, Ἕως πότε οὐ ῥύῃ τὴν ψυχήν μου, οὐδὲ σώζεις με κατὰ τὸν ἔλεόν σου, οὐδὲ ἐπιστρέφεις με; Ὁ μὴ θαῤῥῶν δὲ ἐπὶ ἔργοις σωθῆναι ἐρεῖ· « Σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου. » Μετὰ τὸ ἀκοῦσαι, ὅτι Κύριος ἀφεῖλε τὸ ἁμάρτημα αὐτοῦ, πειρασμοῖς καὶ θλίψεσι παλαίων ὁ Δαυῒδ καὶ φαρμάεων --- γευόμενος περὶ τῆς τῶν φαρμάκων ἀπαλλαγῆς παρακαλεῖ τὸν ἰατρόν.
[*](73 Isa. LII, 6. 74 Exod. XXXIII, 15. 75 Prov. IV, 9.)[*]((28) Ταυτόν ἐστι τῶν, etc. Corderius, partimque Barharus.)[*]((29) Ὑπέρ τῆς ὀγδόης, etc. Codex Coislinianus.)[*]((30) Θυμός ἐστιν, etc. Corderius, partimque Bar- barus.)Ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου· σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου, κ. τ. ἑ. Δύο τίθησιν ἐνταῦθα, (33) τὸ ἐπιστρέψαι, καὶ ῥύσασθαι τὴν ψυχὴν αὐτοῦ. Τὸ γὰρ μάλιστα τοῖς δικαίοις ἦν περισπούδαστον. « Ἐπίστρεψον, » οἷον, Εἰς τὴν οἰκειότητα ἀποκατάστησον. Ἀλλὰ καὶ ῥῦσαι ἐν πολεμίοις αὐτὴν οὖσαν. Ἀπεστράφης διὰ τὰς ἁμαρτίας μου, ἐπίστρεψον διὰ τὴν φιλανθρωπίαν σου, καὶ πρὸς παίδευσιν ἐνδούς με τοῖς πειρασμοῖς.
Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δέ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; κ. τ. ἑ. Ὁ μνημονεύων (34) Θεοῦ τοῦ λέγοντος· « Ἐγώ εἰμι ἡ ζωὴ, » οὐκ ἔστιν ἐν τῷ θανάτῳ. Οὐκ ἔστιν ἐν τῷ θανάτῳ τῷ ἐσχάτῳ ἐχθρῷ Θεοῦ τυγχάνοντι μεμνῆσθαί σου· διὸ ῥῦσαί με ἀπʼ αὐτοῦ, ἵνα πάλιν μνημονεύω σου. Διὰ τοῦτο δὲ καὶ οἱ πρὸ θανάτου ἁμαρτάνοντες οὐ μέμνηνται τοῦ Θεοῦ. Ἤτοι ἐν ᾅδῃ οὐδεὶς ἐξομολογήσεται, ἢ πάνυ ὀλίγοι· τοῦτο γὰρ ἐμφαίνει ἀπὸ ταύτης, καὶ μήποτε διὰ τό· « Ἐλθέτω δὴ θάνατος ἐπʼ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες. » Οἱ ζῶντες εἰς ᾅδου καταβαίνοντες μεμνῆσθαι δύνανται τοῦ Θεοῦ ὡς οὐκ ὄντες ἐν τῷ θανάτῳ, καὶ ἐξομολογεῖσθαι αὐτῷ.