Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω, κ. τ. ἑ. Ἔμπροσθεν ἡμῶν (15) λέγονται εἶναι αἱ ἀρεταὶ, ὄπισθεν δὲ αἱ κακίαι· διὸ προστασσόμεθα φεύγειν μὲν τὴν πορνείαν, τὴν δὲ φιλοξενίαν διώκειν.
[*]((13) Κέρας ψυχῆς νοῦς καθαρός, etc. Scheδæ Crabii, codex Coshnianus et Catena Barbari.)[*]((14) Ὁ μέν μακάριος ἐπαινεῖται, etc. Schedæ Crabti, et Catena Barbari.)[*]((15) Ἔμπροσθεν ἡμῶν, etc. Codex Coislinianus, schedæ Grabii et Catena Barbari.)Ἔδωκας ὴμᾶς ὡς πρόβατα βρώσεως, κ. τ. ἑ. Οὐ γὰρ πάντα (16) τὰ πρόβατα βρώσεώς εἰσιν. Ἐπεὶ δὲ ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, « ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾿ ἡμᾶς, ἄρα ζῶντας ἄν κατέπιον ἡμᾶς. » Ἀπωθεῖται δὲ ὁ Θεὸς ἀφʼ ἑαυτοῦ οὐ πάντοτε διʼ ἁμαρτίας, ἀλλὰ καὶ διʼ ἄλλας ἂς οἶδεν αἰτίας. Οὐ πᾶς δὲ εἰς τὰ ὀπίσω ἀποστρεφόμενος ψεκτῶς ὑφίσταται τοῦτο, ἀλλʼ εἴ τις φυγὼν τὰ κακὰ, πρὸς αὐτὰ πάλιν ὑποστρέφειν ἐθέλοι. Εἰ δέ τις, τὴν Σιὼν καταλείψας, τουτέστι τὴν ἀρετὴν, ἐπείγοιτο πρὸς τὴν κακίαν, Βαβυλῶνα καλουμένην, ἀποστρεφόμενος εἰς τὰ ὀπίσω, μακάριον ἀναδέχεται πρᾶγμα. Οἱ δὲ νῦν λέγοντες, ἐπεὶ παρὰ τοῖς ἐχθροῖς γεγόνασιν ἀποστραφέντες, εἰς τὰ ὀπίσω ψεκτῶς περιέπεσον.
Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, κ. τ. ἑ. Ταῖς γὰρ ἁμαρτίαις (17) ἐπράθημεν, ἀφʼ ὧν ἡμᾶς Χριστὸς ἐξηγόρασεν.
Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, κ. τ. ἑ. Οἱ γειτνιῶντα (18) δόγματα ἔχοντες, γείτονες· οἱ δὲ ὅλλοι κύκλῳ. « Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν, (ο γὰρ ἀπὸ τῶν ἐθνῶν, ὡς παραβολὴν ἔχουσι τὸν Ἰσραὴλ, καὶ ὡς ἐν παραβολῇ λύσιν ζητοῦσι περὶ τῶν κατʼ αὐτούς·) καὶ κίνησιν κεφαλῆς, » τουτέστι Χριστοῦ. Ἐκεῖνοι γεγόνασιν « ἐν τοῖς λαοῖς. »
Καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, κ. τ. ἑ. Ἑαυτοὺς μὲν (19) αἰσχυνόμεθα κατὰ διάνοιαν ἁμαρτάνοντες· τοὺς δὲ ἀνθρώπους κατʼ ἐνέργειαν πλημμελοῦντες.
Ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντες, κ. τ. ἑ. Τοῦτο λεκτέον (20) πρὸς τοὺς ἐν διωγμοῖς λπομείναντας.
Καὶ οὐκ ἠδικήσαμεν ἐν Διαθήκῃ σου, κ. τ. ἑ. Ὁ ἁμαρτάνων (21) εἰδὼς, ἀδικεῖ ἐν Διαθήκῃ Θεοῦ.
Καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν, » ὡς τῆς Λὼτ γυναικὸς, ἢ τοῦ βαλόντος τὴν χεῖρα ἐπʼ ροτρον, ἢ μᾶλλον τούτων οἵτινες ἐστράφησαν ταῖς αρδίαις εἰς Αἴγυπτον.
Τοῦ αὐτοῦ. Ἀδικεῖ τὴν Διαθήκην (22) τοῦ Θεοῦ τᾶς ὁ μὴ ζῶν κατ᾿ αὐτήν. Ἀπεναντίας, φησὶ, τοἴς λλοις ἡμεἴς ἤλθομεν. Ἐκεῖνοι μὲν γὰρ καὶ πρὸ τῶν εινῶν ὑπεσκελίσθησαν· ἡμεῖς δὲ καὶ μετὰ τὰ δεινὰ στήκομεν, ἀπερίτρεπτον τὴν γνώμην ἔχοντες. Τί δέ στιν, « Οὐκ ἠδικήσαμεν ἐν τῇ Διαθήκῃ σου; » Τουττιν, οὐκ ἠδικήσαμεν περὶ ταῦτα ἂ ἐπιστεύθημεν, λʼ ἐφυλάξαμεν μετὰ ἀκριβείας.
Ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, αὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου, κ. τ. ἑ. Τὸ. ος κακώσεως (23) τὸ ἀνθρώπινόν ἐστι σῶμα, καὶ ὁ ύτου συγγενὴς κόσμος. Ἐν ἀλλοτρίᾳ, φησὶν, ἡμᾶς ναι πεποίηκας· ὅπερ οὐκ εἴα τὰς λατρείας ἐπιλεῖσθαι.
[*](97 Psal. CXXIII, 3.)[*]((16) Οὐ γὰρ πάντα, etc. Catena Corderii.)[*]((17) Ταῖς γὰρ ἁμαρτίαις, etc. Codex Coislinianus, odæ dGralm et tCatena Harbari.)[*]((18) Οἱ γειταῶντα, Catena Corderii.)[*]((19) Ἑαυτοὺς μέν, ete. Codcx Coislinianus, tæ tIrtbii, et Catena Barbari.)[*]((20) Τοῦτο λεκτέον, etc. Schedæ Grabii, codex)