Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ οὐκ ἠδικήσαμεν ἐν Διαθήκῃ σου, κ. τ. ἑ. Ὁ ἁμαρτάνων (21) εἰδὼς, ἀδικεῖ ἐν Διαθήκῃ Θεοῦ.

Καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν, » ὡς τῆς Λὼτ γυναικὸς, ἢ τοῦ βαλόντος τὴν χεῖρα ἐπʼ ροτρον, ἢ μᾶλλον τούτων οἵτινες ἐστράφησαν ταῖς αρδίαις εἰς Αἴγυπτον.

Τοῦ αὐτοῦ. Ἀδικεῖ τὴν Διαθήκην (22) τοῦ Θεοῦ τᾶς ὁ μὴ ζῶν κατ᾿ αὐτήν. Ἀπεναντίας, φησὶ, τοἴς λλοις ἡμεἴς ἤλθομεν. Ἐκεῖνοι μὲν γὰρ καὶ πρὸ τῶν εινῶν ὑπεσκελίσθησαν· ἡμεῖς δὲ καὶ μετὰ τὰ δεινὰ στήκομεν, ἀπερίτρεπτον τὴν γνώμην ἔχοντες. Τί δέ στιν, « Οὐκ ἠδικήσαμεν ἐν τῇ Διαθήκῃ σου; » Τουττιν, οὐκ ἠδικήσαμεν περὶ ταῦτα ἂ ἐπιστεύθημεν, λʼ ἐφυλάξαμεν μετὰ ἀκριβείας.

Ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, αὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου, κ. τ. ἑ. Τὸ. ος κακώσεως (23) τὸ ἀνθρώπινόν ἐστι σῶμα, καὶ ὁ ύτου συγγενὴς κόσμος. Ἐν ἀλλοτρίᾳ, φησὶν, ἡμᾶς ναι πεποίηκας· ὅπερ οὐκ εἴα τὰς λατρείας ἐπιλεῖσθαι.

[*](97 Psal. CXXIII, 3.)[*]((16) Οὐ γὰρ πάντα, etc. Catena Corderii.)[*]((17) Ταῖς γὰρ ἁμαρτίαις, etc. Codex Coislinianus, odæ dGralm et tCatena Harbari.)[*]((18) Οἱ γειταῶντα, Catena Corderii.)[*]((19) Ἑαυτοὺς μέν, ete. Codcx Coislinianus, tæ tIrtbii, et Catena Barbari.)[*]((20) Τοῦτο λεκτέον, etc. Schedæ Grabii, codex)
1428

Tοῦ αὐτοῦ. Ὁ νοῦς ἐπικαλύπτεται (24) σκιᾄ Θανάτου, ὅτε οὐ βλέπει. Ἤ τὸ σῶμα τῆς ταπεινώσεως σκιά ἐστι θανάτου, οὗ τῇ σκιᾷ γεννᾶται.

Εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὀν ἀλλότρον, κ. τ. ἑ. Εἴ τις οὐκ ἔστι (25) γνῶσις οὐσιώδης, ἢ ταύτην τὴν γνῶσιν οὐκ ἔχει ἐν ἑαυπῷ, Θεός ἐστιν ἀλλότριος.

Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τἡν ἡμέραρ, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, κ. τ. ἑ. Ὀ Παῦλός φησι (26)· Καθʼ ἡμέραν ἀποθνήσκω. νἠ τὴν ὑμετέραν καύχησιν, ἤν ἔχω ἐν Χριστῷ Ἴσοῦ. Διὰ τί δέφησιν, « ἕνεκα σοῦ; » Ὅτι ἐξῆν ἡμῖν μετατάξασθαι καὶ ἀφεῖναι τὴν πατρῴαν πολιτείαν, καὶ εἶναι ἐν ἀσφαλείᾳ· ἀλλʼ αἱρούμεθα πάσχεν κακῶς μᾶλλον καὶ τὰ πατρῷα φυλάττειν, ἢ εἰρήντς ἀπολαύειν καὶ τῶν πατρῴων ἐκπεσεῖν. Ἄξιον ἐκπλαγῆναι τοῦ Θεοῦ τὴν ἰσχὺν, ὅτι τοὺς οὕτω προκεμένους ὡς πρόβατα σφαγῆς διετήρησε, καὶ καθʼ ἡμἑραν άποθνήσκοντας οὐκ ἀφῆκεν ἐμπεσεῖν εἰς θάνατον. Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; κ.τ. ἐ. Ἐκάθευδέ ποτε (27) ἐν τῷ πλοίῳ τῶν μαθητῶν ὁ Χριστὸς. ἀλλὰ γενομένου χειμῶνος ἐξήγειραν αὐτὸν οἱ μαθηταί· δεικνύντος τοῦ λόγου, χειμῶνος λογισμῶν ἐν ψυχῇ γενομένου ὀργῆς ἢ ἀδικίας, ἢ γαστριμαργίας, ἢ ὑπερηφανίας, ἐξυπνίζειν ἀγάπην, δικαιοσύτν, σωφροσύνην, ἐγκράτειαν, ταπεινοφροσύνην, γνῶν. σοφίαν.

Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου, κ. τ. ἑ. Λέγοιεν τοιαῦτα (28) πρὸς τὸν Σωτῆρα ἐν τῇ καρδίᾳ τῆς γῆς διατρίβοντα κατὰ τὸν τοῦ πάθους καιρόν· ὅς, τὴν ψυχὴν αὐτοῦ λύτρον διδοὺς ἀντὶ πολλῶν, ποιεῖ ταῦτα ὑπὲρ τῆς δόξης τοῦ ὀνόματος αὐτοῦ.

Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν. λέγω ἐγὡ τὰ ἔργα μου τῷ βασιλεῖ. Ἡ γλῶσσἁ ια κάλαμος γραμματέως ἰξυγράφου, κ. τ. ἐ. Τὸ δὲ, « Ἐξηρεύξατο (29), » ἀντὶ τοῦ « ἐφθέγξατο » εἶπεν οὐχ ἵνα τὸν υἱὸν ἐρυγὴν εἴπῃ, ἀλλὰ τὴν περὶ αὐτ διήγησιν. Τὸ λέγον δὲ πρόσωπον εἴη ἂν ὁ Δαυΐδ· γὰρ τῷ υἱῷ ὁ πατὴρ ἀπήγγειλεν, εὐρεθήσεται ἀγνοῶν ὁ υἱὸς, καὶ τῶν ἔργων μεταγενέστερος.

Τοῦ αὐτοῦ. Λόγος ἀγαθός ἔστιν (50) ὁ ἀρετὴν γνῶσιν σημαίνων Θεοῦ.

Τοῦ αὐτοῦ. Κάλαμος γραμματἑως (51) ὀξυγράφου ἡ γλῶσσά ἐστι παντὸς λέγοντος τὰ ἔργα αὐτῶ τῷ βασιλεῖ. Εὐσυνείδητος γὰρ τὰ ἴδια ἀπαγγέλλει ἀνδραγαθήματα· ὁ δὲ τὰ ἐναντία ἑαυτῷ συνειδώς, λέγνν τὰ ἔργα αὐτοῦ τῷ βασιλεῖ, βραδύγλωσσος.

Ὡραῖος κάλλειπαρὰ τοὺς υἱοὺς τῶν· ἀνθρώτων, τ. ἑ. Ἐκ τοῦ προφητικοῦ προσώπου (32) ταῦτ [*]((28) Λέγοιεν τοιαῦτα, etc. Catena Corderii.) [*]((29) Τὸ δὲ, Ἐξηρεὐξατο, etc. Catena Corderii.) [*]((30) Λόγος ἀγαθός ἐστιν, etc. Codex Coislinis- nus et Catena Barbari.) [*]((31) Κάλαμος γραμματέως, etc. Catena Conherii,) [*]((32) Ἐκ τοῦ προφητικοῦ προσώπου, etc. Eaduai Catena.)

1129
λέγεται, οὗ γλῶσσα κάλαμος ἦν γραμματέως ὀξυγράφου. Ἐξεχύθη δὲ χάρις ἐν τοῖς χείλεσι τοῦ μιμητοῦ τοῦ Χριστοῦ, καὶ αýτοῦ τοῦ Χριστοῦ, οὐ μόνον διὰ τοὺς λόγους τῆς χάριτος τοὺς ἐκπορευομένους διὰ στόματος αὐτοῦ, ἀλλὰ διὰ τὴν χάριν τῆς τῶν ἁμαρτιῶν ἀφέσεως, λέγοντος αὐτοῦ· « Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. »

Τοῦ αὐτοῦ. Τὴν σοφίαν (33) τὴν πνευματικὴν καὶ λόγον τοῦ Θεοῦ συγκρίνει σοφίᾳ κοσμικῇ καὶ λόγῳ ἀνθρωπίνῳ.

Περ ζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τόν μηρόν σου, δυνατέ, κ. τ. ἑ. Αὕτη ἡ ῥομφαία (34) χωρίζει ψυχὴν κακίας, καὶ νοῦν ἀγνωσίας, τὸν λεγόμενον παλαιὸν ἄνθρωπον διαφθείρουσα, καὶ ποιοῦσα καινὸν ἐν Χριστῷ κατʼ εἰκόνα τοῦ κτίσαντος.

Τοῦ αὐτοῦ. Μήποτε « ὁ μηρὸς (35) » σύμβολόν ἐστι γενέσεως. Οἱονεὶ οὖν τὸ λεγόμενον τοιοῦτόν ἐστι· Σύναψον τῇ γενέσει σου τὸ αἱρετικὸν τῶν πολεμίων. Καὶ σαφὲς μὲν ἡ γένεσις Ἰησοῦ ξίφος ἐγένετο κατὰ τῶν ἐχθρῶν αὐτοῦ. Ἤ ὁ ἐν ἁγνείᾳ βίου λόγος, ἀναιρῶν τὰ πάθη, περιζῶσθαι ῥομφαίαν λέγεται ἐπὶ τὸν μηρὸν αὐτοῦ. Πρῶτος δὲ Ἰησοῦς τοῦτο ἐποίησεν, ἐπεὶ οὐδὲν ἀνειμένον καὶ ἐκλελυμένον ἐν Χριστῷ. Κατὰ τοῦτο νοήσεις τὸ,« ἔντεινον. » Καὶ τὸν μὲν Σωτῆρα καὶ τοὺς ἁγίους αὐτοῦ ἡ δεξιὰ αὐτοῦ ὁδηγεῖ.

Ἕνεκεν ἀληθείας καὶ πραότηεος καὶ δικαιοσύνης, κ. τ. ἑ. Οἱ ἀληθεῖς(36), καὶ πραεῖς, καὶ δίκαιοι βασιλεύονται ὑπὸ τοῦ Χριστοῦ. « Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. » Δεξιὰ τοῦ Θεοῦ ἐστιν ὁ ἐν αὐτῷ Θεὸς Λόγοε.

Τὰ βέλη σου ἠκονημένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως, κ. τ. ἑ. Βέλη Χριστοῦ (37) αἱ πρακτικαὶ ἀρεταὶ, καὶ τῇ μὲν δικαιοσύνῃ τοξεύει τὸν ἄδικον, τῇ δὲ φρονήσει τὸν ἄφρονα, τὸν δειλὸν τῇ ἀνδρείᾳ, τῇ ἐγκρατείᾳ τὸν ἀκόλαστον, τῇ μακροθυμίᾳ τὸν ὀργίλον, καὶ τῇ πίστει τὸν ἄπιστον. Πέμπεται δὲ πρὸ τῶν ἄλλων τὸ βέλος τῆς πίστεως. Δεῖ γὰρ πρῶτον πιστεῦσαι ὅτι ἔστι Θεός.

Τοῦ αὐτοῦ. Τοῦ ἱκανῶς πρεσβεύοντος (38) ὑπὲρ ἀληθείως, καὶ δυνατῶς τὸ ψεῦδος καθαιροῦντος, τὰ λογικὰ ἠκόνηται βέλη. Καὶ οἱ ὑποκάτω τοῦ Χριστοῦ πίπτοντες ἐν τῇ καρδίᾳ καὶ τοῖς νοήμασίν εἰσι τῶν ἐχθρ ῶν τοῦ Χριστοῦ, ὅς ἐστι βασιλεύς. Σαφῶς δὲ Θεὸς ὁ Χριστός. Καὶ τάχα ἔστι ποιεῖν δικαιοσύνην, καὶ ἀπέχεσθαι ἀνομίας φόβῳ Θεοῦ, καὶ οὐ τῇ πρὸς Θεὸν παρὰ τὸ δίκαιον ἀγάπῃ, οὐδὲ τῷ μισεῖν τὴν ἀνο μίαν. Ἀλλʼ οὐ τοιοῦτος ὁ Χριστός.