Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Αἴτησαι παρʼ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, κ. τ. ἑ. Τέθειται γὰρ ὡς ἄνθρωπος κληρονόμος πάντων οἰκονομικῶς, ἵνα λοιπὸν ὡς αὐτῷ προσήκοντά τε καὶ ἴδιον ἀνασώσῃ κλῆρον τοὺς ἐπὶ τῆς γῆς ἀνοσίως διεσπαρμένους ὑπό τε τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν· οὐ καὶ εἰς πέρας ἐνηνεγμένου, πρὸς τὸν ἑαυτοῦ Πατέρα φησὶ περὶ ἡμῶν· « Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας. » Ἄθρει δὴ οὖν ὅπως εἰς τὸν ὑπάρχοντα αὐτῷ πλοῦτον κατὰ φύσιν ἅνεισι καὶ μετὰ σαρκός. Εἰ γὰρ ἦσαν οἱ ἐν κόσμῳ τοῦ Πατρὸς, κατά τινα τρόπον νοηθεῖεν ἂν τοῦ συμβουλεύοντος αὐτῷ Λόγου· τοιγάρτοι καὶ ἔφασκε· « Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Πῶς οὖν αἰτεῖν προστάττεται. καὶ δέχεται μὲν εἰς κληρονομίαν ἔθνη, κατάσχεσιν δὲ ποιεῖται τὰ πέρατα τῆς γῆς; Ἀποσκιρτήσαντα γὰρ ἐξιτήλως τὸν ἄνθρωπον δουλείας τῆς ὑπὸ Θεοῦ, διασῶσαι θέλων τοῦτον Γενεσιουργὸς καὶ Πατὴρ πέπομφεν εἰς τόνδε τὸν ἐνεστηκότα κόσμον τὸν μονογενῆ Λόγον, ἵνα γενόμενος σὰρξ, καὶ χωρηθεὶς, καὶ φύσει ἀστραφὴς, κηρύξῃ αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Οὐκοῦν κἂν εἰ λέγοιτο λαβεῖν, καὶ τεθεῖσθαι κληρονόμος διὰ τὸ ἀνθρώπινον, οὐκ ἀγνοήσωμεν τὴν οἰκονομίαν.
Τοῦ αὐτοῦ. Τὴν κληρονομίαν (75) λέγει τὴν λογικὴν φύσιν, ἣ καὶ αὐτὴ κληρονομεῖ ὡς σοφίαν, οὕτω καὶ γνῶσιν, καὶ ἀλήθειαν, καὶ δικαιοσύνην. Ἔστι δὲ ἡ κληρονομία τῆς λογικῆς φύσεως θεωρία τῶν σωματικῶν καὶ τῶν ἀσωμάτων, καὶ τούτων ἀπάντων αἰτίου Θεοῦ.
Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς, κ. τ. ἑ. Καὶ παρὰ τῷ Ἀποστόλῳ (76) ἡ ἐκπληκτικωτέρα ἀγωγὴ, ἦς δέονται οἱ ἁμαρτάνοντες καὶ οἱ ἀσθενέστεροι τῶν πεπιστευκέναι νομιζομένων, ῥάβδος ὀνομάζεται, λέγοντι· Τί θέλετε; ἐν ῥάβδῳ ἕλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ, πνεύματί τε πραότητος; » Καὶ ἔτι πρότερον παρὰ τῷ Προφήτῃ τοῖς ἁμαρτάνουσιν ὁ θεῖος λόγος ἀπειλεῖ ῥάβδον καὶ μάστιγας, ἐπὶ τῷ τὸν ἔλεον μὴ ἀποστῆσαι ἀπὸ τοῦ Πατρὸς αὐτῶν, τουτέστι τοὺ Χριστοῦ, τοιαύτης θεραπείας δεομένων. « Ἐπισκέψομαι » γὰρ, φησὶν, «ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, [*](43 I Thess. 11, 16. 44 Joan. XVII, 6. 45 ibid. 10. 46 I Cor. IV, 21. 47 Ps. LXXXVIII, 33, 34.) [*]((75) Τὴν κληρονομίαν, ete. E schedis Grabii.) [*]((76) Καὶ παρὰ τῷ Ἀπεστό τῷ, etc. E codice Barocciano. et schedis Combefisii. Latine exstant aped Barbarum.)
Τοῦ αὐτοῦ. Εἰ ποιμαίνει (77) κατʼ ἐπαγγελίαν Θεοῦ, ποιμὴν οὖν ὁ Χριστός. Ποιμὴν δέ ἐστι ποιμαίνων ἐν ῥάβδῳ σιδηρᾷ, καὶ ποιμὴν καλός.
Τοῦ αὐτοῦ. Ῥάβδος Θεοῦ ἡ ἐξουσία, ἡ κατὰ τῶν ἀπειθούντων τιμωρία, τουτέστιν ἐν τῷ σταυρῷ· ἡ μὲν γὰρ ὕλη ξύλου, ἡ δὲ ἰσχὺς σιδηρᾶ.
Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν, κ. τ. ἑ. Οὐκ ἀλλότριον μὲν (78) τῆς χρηστότητος τοῦ Σωτῆρος τὸ τοῖς παραστᾶσι βασιλεῦσι τῆς γῆς μετὰ τῶν ἀρχόντων τῶν συναχθέντων κατʼ αὐτοῦ λέγειν τὸ, « Καὶ νῦν, βασιλεῖς, σύνετε· » εἰ γὰρ καὶ πρότερον ἀγνοήσαντες ἐπεβουλεύσατε, ἀλλὰ νῦν συνέντες μετανοήσατε. Τῳ δὲ μὴ προσκεῖσθαι τὸ « τῆς γῆς, » μήποτε « βασιλεῖς » τοὺς ἁγίους φησίν· κυρίως γὰρ βασιλεὺς ὁ ἄρχειν ἐπιστάμενος ἀνυπευθύνως. Πῶς δὲ οὐ βασιλεὺς ὁ κληρονομῶν βασιλείαν οὐρανῶν, καὶ ἐσόμενος ἐν βασιλείᾳ τοῦ Θεοῦ; Καὶ δεῖ γε τὸν ἅγιον, ἀγωνιζόμενον βασιλεύειν, ἄρξασθαι ἀφʼ αὐτοῦ καὶ τῶν ἰδίων κινημάτων. Τούτων γὰρ πρότερον βασιλεῦσαι δεῖ, μηκέτι βασιλευόμενον ὑπὸ τῆς ἁμαρτίας τῆς μεμελετηκυίας βασιλεύειν ἐν τῷ θνητῷ ἡμῶν σώματι. Δοκεῖ δὲ τὸ, « ἐπιστημώθητε,» ὡς Ἀκύλας ἐκδέδωκεν, ἐμφατικώτερον εἶναι τοῦ « σύνετε, » προστάσσον ἐπεστήμην ἀναλαβεῖν οἰκείαν οὗσαν οὐκ ἄλλῳ τῳ ἢ τοῖς βασιλεῦσι· « Παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν. » Ὃν τρόπον διχῶς ἐξεδεξάμεθα τοὺς βασιλεῖς, οὕτως καὶ τοὺς κρίνοντας τὴν γῆν νοῆσαι ἡμᾶς δυνατόν. Ἢ γὰρ οἱ ἄρχοντες οἱ συναχθέντες ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ κρίνοντες λέγοιντο ἂν τὴν γῆν, οἰκείου τοῖς ἄρχουσιν ἔργου τυγχάνοντος τοῦ κρίνειν· ἢ κρίνοντες τὴν γῆν οἱ ἅγιοι, ὡς δείξομεν. Τὸ δὲ, « παιδεύθητε, » ἤτοι δηλοῖ τὸ, τῇ παιδείᾳ καὶ διδασκαλίᾳ ἑαυτοὺς παράδοτε, ἢ τοῖς κολαστηρίοις τοῖς παιδεύουσι τοὺς τοιούτων φαρμάκων δεδεημένους. Εἰκὸς δὲ, ζητήσει τις εἰ κατὰ τὴν ἐν κολάσεσι παιδείαν προστάσσεταί τις παιδευθῆναι, καὶ ἑκουσίως ἑαυτὸν ταύτῃ παραδοῦναι. Ἀποκριτέον δὲ πρὸς τὴν ζήτησιν πλειόνων κατὰ τὸν τόπον ἀπορουμένων, ὅτι τάχα μέν τινες, τῷ εἶναι νήπιοι, καὶ ἄκοντες ἐπὶ τὴν τοιαύτην παίδευσιν ἕλκονται· καὶ οὗτοί γε περὶ ὧν ὁ Προφήτης φησίν· « Ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ ἐν τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσιν, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν, τὸ δὲ ἔλεός μου μὴ διασκεδάσω ἀπʼ αὐτοῦ. » Τάχα δὲ καὶ εἰς συναίσθησιν ἐλθόντες τῶν ἰδίων πταισμάτων τινὲς παραδιδόασιν ἑαυτοὺς, ὡς ἐπὶ θεραπείᾳ δεόμενοι τοῦ τὴν ἐπιστήμην ταύτην ἔχοντος, τοῖς ἐπιπονωτάτοις καὶ βελτιῶσαι δυναμένοις. Οἶμαι δὲ τούτων εἶναι τοὺς παρὰ τῷ [*]((78) Οὐκ ἀλλότριον μέν, etc. E schedis Combefisii, et codice Barocciano. Latine habes in Catena Barbari.)