Καὶ ἔσται ὡς τὸ ξύλον τό πεφυτευμένον πορὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ· καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· καὶ πάντα ὅσα ἂν᾿ ποιῇ, κατευοδωθήσεται, κ. τ. ἐ. Μετὰ ταῦτα παραληψώμεθα (58) τὸ παρὰ τοῦ Ἀκύλα λεγόμενον, « μεταπεφυτευμένον. » Πόθεν γὰρ τὸ ξύλον, περὶ οὗ ὁ λόγος, μεταπεφύτευται ἐπὶ ταῖς τῶν ὑδάτων διαιρέσεσιν΄ Ἡ γὰρ ἐῤῥιζωκὸς ἐν τῷ Πατρὶ, ἐπʼ εὐεργεσίᾳ πολλῶν μεταπεφύτευται, εἰς τὸ καὶ ἄλλους μεταλαβεῖν αὐτοῦ τῆς εἰκόνος, τῆς κατὰ τὸ μεταπεφυτεῦσθαι λαμβανομένης· οὐχ ὅτι οὐκ ἔστιν ἐν τῷ Πατρὶ (ἔστι γὰρ), ἀλλʼ ὅτι καὶ παρʼ ἑτέροις γεγένηται· ἦ καθʼ ἑτέραν ἐπιβολὴν ἡ ψυχή ἐστι τοῦ Σωτῆρος, ἣν ἔλαβεν, ἐντεῦθεν μεταπεφυτευμένη ἐπὶ τὸν παράδεισον, ὅπου καὶ τὸ Εὐαγγέλιόν φησιν αὐτὸν μετὰ τὸ [*](hæc exstant in codice Barocciano, et in schedis niss. Conibefisii, Latine antei in Catena Barbari. In Catena Corderii Gennadio tribuuntur.)
1089
πάθος γεγονέναι, διηγούμενον αὐτὸν εἰρηκέναι τῷ μετανοήσαντι λῃστῇ· « Σήμερον μετʼ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ. » Μεταπεφύτευται δὲ ἐκεῖ, ἵνα οἱ ἄξιοι σὺν Χριστῷ εἷναι φωτίζωνται ὑπʼ αὐτοῦ τῷ τῆς γνώσεως φωτισμῷ, προκόπτοντες ἐν τῇ τῶν ὄντων θεωρίᾳ, κατὰ τὴν σοφίαν τοῦ Θεοῦ. Ταῦτα δὲ οὕτως ἐξειλήφαμεν, ἐπειδὴ κυρίως ἐπὶ δένδρων λέγεται τὸ « φέρειν καρπόν·» τὸ δὲ « διδόναι,» μᾶλλον ἐμψύχοις ἁρμόζει, καὶ ταῦτα λογικοῖς. Ζητητέον δὲ εἰ ἔστι καιρὸς τῷ ξύλῳ τῆς ζωῆς τοῦ καρποῦ· λέγειν γὰρ τὴν σοφίαν καρπόν ποτε μὴ ἔχειν, οὐχ ὅσιον· διὸ οὐκ εἴρηται, ὃ τὸν καρπὸν αὐτοῦ ἐνέγκει ἐν καιρῷ αὐτοῦ, ἀλλʼ « ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ. » Καιρὸς δὲ αὐτοῦ τοῦ διδόναι ἡ τοῦ λαμβάνοντός ἐστιν ἐπιτηδειότης. Ὅσον γὰρ τὸ ἐπʼ αὐτῷ, ἕτοιμόν ἐστιν ἀεὶ διδόναι τὸν καρπὸν αὐτοῦ. Εἰ γὰρ τοὺς οἰκονόμους ὁ Λόγος θέλει πιστοὺς εἶναι καὶ φρονίμους, οὐχὶ ἀπλῶς διδόντας τὸ σιτομέτριον τοῖς συνδούλοις, ἀλλʼ ἐν καιρῷ διδόντας, πόσῳ μᾶλλον ἡ σοφία πιστῶς ἅμα καὶ φρονίμως τοὺς ἰδίους οἰκονομήσει καρπούς; Ὁ αὐτὸς δὲ καιρός ἐστι τοῦ διδόναι, ὥσπερ καὶ τῷ λαμβάνοντι τοῦ λαβεῖν. Τί δὲ τὸ φύλλον τῆς ζωῆς, τουτέστι τῆς σοφίας, οὐκ ἀποῤῥεῦσον, κατιδεῖν ἄξιον· οὐκ ἄλλοθεν δὲ λαβεῖν αὐτὸ ἔστιν ἢ μετρίως τοῖς φυσικοῖς ἐπιδιατρίψαντας. Δῆλον δὲ, ὅτι διὰ τοὺς καρποὺς τὰ καρποφόρα δένδρα ὁ Δημιουργὸς ἐκέλευσε βλαστῆσαι, διʼ οὓς τὰ ἐκείνοις χρειώδη κατʼ ἐπακολούθησιν πεποίηκε. Χρεία δὲ σκέπης τοῖς καρποῖς τῆς ἀπὸ τῶν φύλλων φυλακῆς ἕνεκεν. Ταῦτα οὖν καὶ ἐπὶ τῆς περὶ τῶν ὅλων σοφίας ἔστιν ἰδεῖν, ἐν ᾗ τὰ πάντα ὁ τῶν ὅλων Δημιουργὸς πεποίηκεν. Ἃ μὲν γὰρ προηγουμένως γίνεται, ἃ δὲ κατʼ ἐπακολούθησιν διὰ τὰ προηγούμενα. Προηγουμένως μὲν γὰρ τὸ λογικὸν ζῶον, διὰ δὲ τὴν αὐτοῦ χρείαν κτήνη καὶ τὰ ἀπὸ τῆς γῆς φυόμενα. Μήποτε οὖν οἱ μὲν λόγοι τῶν προηγουμένως γεγονότων οἱ καρποί εἰσι τοῦ δένδρου τῆς ζωῆς· τῶν δὲ διὰ ταῦτα κτισθέντων τὰ φύλλα, ὧν οὐδὲν μάταιόν ἐστιν, οὐδὲ ἐξουθενεῖσθαι πάντη ἄξιον ὡς εὐτελὲς, ἵνα ἔλθῃ πίπτειν καὶ ἀποῤῥεῖν μὴ φρουρούμενον. Καὶ ἔτι μᾶλλον τὸ ἐξῆς· « Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. » Ἔστι γὰρ εἰς τινα ἀναγκαῖα καταχρήσασθαι καὶ πᾶσι τοῖς ἐκ τοῦ ἀκολουθήματος γενομένοις. Καρπὸς δὲ τοῦ Χριστοῦ εἴη ἂν προηγουμένως ἡ διδασκαλία, ἡ τῶν τιμιωτέρων τροφὴ, φύλλον δὲ ἡ τῶν ἀλογωτέρων τροφή· ὥσπερ τοῖς καρποῖς χρῶνται οἱ ἄνθρωποι, φύλλοις δὲ τὰ βοσκήματα. Δυνατὸν δὲ καὶ τῆς Γραφῆς καρπούς τινας λέγειν, οὓς ἐκλαμβάνουσιν οἱ λογικώτεροι φύλλα δὲ οἷς τρέφονται οἱ ἁπλούστεροι. Τοῦ δὲ μακαριζομένου καὶ ὡμοιωμένου τῷ ξύλῳ τῆς ζωῆς καρπὸς μὲν λέγοιτο τὰ προηγούμενα ἔργα, οἷον εὐποιία, καὶ περὶ τὴν σοφίαν ἀσχολία· φύλλα δὲ τὰ βιωτικὰ αὐτοῦ κινήματα, οὐδὲ ταῦτα ἄξια καταφρονεῖσθαι, οὐδὲ ἀποῤῥεῖν τῷ μετὰ προσοχῆς καὶ εἰς δόξαν Θεοῦ πάντα ποιεῖν. Οῦτω γὰρ πᾶν ὁτιοῦν τῶν πραττομένων ὑπʼ αὐτοῦ κατευοδοῦται.
Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, ἑ. Ἐντεῦθεν (60) οἱ ἁπλούστεροι τῶν πεπιστευκότων ὁρμώμενοι νομίζουσι τοὺς ἀσεβεῖς τῆς ἀναστάσεως μὴ τεύξεσθαι, τί νοοῦντες τὴν ἀνάστασιν, καὶ ποταπὴν τὴν κρίσιν φανταζόμενοι, οὐ πάνυ σαφηνίζοντες. Κἂν γὰρ δοκῶσι περὶ τούτων ἀποφαίνεσθαι, ἡ βάσανος αὐτοὺς διελέγξει τὰ ἐξῆς ἀκολούθως σώζειν μὴ δυναμένους. Ἐὰν οὗν πυνθανώμεθα τίνος αὐτῶν ἡ ἀνάστασις γίνεται, ἀποκρίνονται, ὅτι τῶν σωμάτων, ὦν νῦν περικείμεθα. Εἶτα προσεπερωτησάντων ἡμῶν πότερον τῆς οὐσίας αὐτῶν ὅλης, ἢ οὐχί; πρὶν βασανίσαι λέγουσιν, ὅτι ὅλης. Ἐὰν δὲ προσαπορήσωμεν συμπεριφερόμενοι τῇ ἀκεραιότητι αὐτῶν, εἰ συναναστήσεται τὰ ἀποῤῥεύσαντα ἐν φλεβοτομίαις αἵματα, καὶ αἱ σάρκες, καὶ αἱ τρίχες αἱ πώποτε γενόμεναι, ἢ μόναι αἱ πρὸς τῇ ἐξόδῳ θλιβόμεναι, εἰς τὸ τῷ Θεῷ ποιεῖν (61) ἃ βούλεται προστρέχουσιν. Οἱ δὲ γενναιότεροι αὐτῶν, ἵνα μὴ ἀναγκάζωνται τὰ αὐτὰ αἴματα συναγαγεῖν τῷ λόγῳ ἃ πολλάκις ἀποκριθῆναι τῶν σωμάτων ἡμῶν συνέβη, φασὶ τὸ ἐπὶ τέλει ἡμῶν ἀναστήσεσθαι σῶμα. Προσηπορήσαμεν δὲ διὰ τὸ τρεπτὴν εἶναι τὴν σωματικὴν φύσιν, καὶ τοιαῦτα ὥσπερ εἰς τὸ ἡμέτερον σῶμα αἰ τροφαὶ κατατάττονται, καὶ μεταβάλλουσι τὰς ὁμοιότητας, οὕτως καὶ τὰ ἡμέτερα σώματα μεταβάλλονται, καὶ ἐν τοῖς σαρκοβόροις οἰωνοῖς καὶ θηρίοις γίγνονται μέρη τῶν ἐκείνων σωμάτων. Καὶ πάλιν ἐκεῖνα ὑπὸ ἀνθρώπων ἢ ἑτέρων ζώων ἐσθιόμενα ἀντιμεταβάλλει, καὶ γίνεται ἀνθρώπων ἢ ἐτέρων ζώων σώματα· καὶ τούτου ἐπὶ πολὺ γιγνομένου ἀνάγκη τὸ αὐτὸ σῶμα πλειόνων ἀνθρώπων πολλάκις γενέσθαι μέρος. Τίνος οὖν ἔσται σῶμα ἐν τῇ ἀναστάσει; Καὶ οὕτως εἰς βυθὸν φλυαρίας ἡμᾶς ἀλόγους (62) συμβήσεται ἐμπίπτειν. Καὶ μετὰ ταύτας τὰς ἀπορίας, ἐπὶ τὸ πάντα δυνατὰ εἷναι τῷ Θεῷ καταφεύγουσι, καὶ λέξεις τῶν Γραφῶν δυναμένας κατὰ τὴν πρόχειρον ἐκδοχὴν ὑποβάλλειν τὸ νοούμενον αὐτοῖς προφέρονται· οἷον τὴν ἐν τῷ Ἰεζεχιήλ· « Καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου· καὶ ἐξήγαγέ με ἐν πνεύματι. καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρώπων. Καὶ περιήγαγέ με ἐπʼ αὐτὰ κυκλόθεν κύκλῳ· καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου· καὶ ἰδοὺ, αὐτὰ ξηρὰ λίαν. Καὶ εἶπε πρὸς μέ· Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; Καὶ εἶπον· Κύριε ὁ Θεὸς, σὺ ἐπίστασαι ταῦτα. Καὶ εἶπε πρὸς μέ· Προφήτευσον. υἱὲ ἀνθρώπου. Καὶ εἶπον πρὸς αὐτά· Τὰ ὀστέα τὰ ξηρὰ ταῦτα, ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Ἀδωναῒ Κύριος τοῖς ὀστέοις τούτοις· Ἰδοὺ ἐγὼ εἰσάγω εἰς ὑμᾶς πνοῦμα ζωῆς, καὶ δώσω εἰς ὑμᾶς νεῦρα, καὶ ἐπάξω ἐφʼ ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφʼ ὑμᾶς δέρμα, καὶ δώσω τὸ πνεῦμά μου ἐφʼ ὑμᾶς, καὶ [*](hæres. LXIV.) [*]((61) Post ποιεῖν deest ἐπιτρέπειν, vel quid simile.) [*]((62) Ἀλόγους. Forte ἀλόγως.)
1093
ζήσεσθε· καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος. » Τούτῳ μὲν οὖν πιθανωτέρῳ χρῶνται τῷ ῥητῷ· καὶ ἄλλα δὲ λέγουσιν εὐαγγελικὰ, οἷον, ὡς τὸ, « Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· » καὶ τὸ, «Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ· » καὶ τὸ ἐν τῷ Παύλῳ· « Ζωοποιήσει τὰ θνητὰ ὑμῶν σώματα, διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν. » Χρὴ δὲ πάντα τὸν φιλαλήθη κατʼ αὐτὸν (63) τούτοις τὸν νοῦν ἐπιστήσαντα περὶ τῆς ἀναστάσεως ἀγωνίσασθαι, σῶσαί τε καὶ τὴν τῶν ἀρχαίων παράδοσιν, καὶ φυλάξασθαι ἐμπεσεῖν εἰς φλυαρίαν πτωχῶν νοημάτων, ἀδυνάτων τε ἅμα καὶ Θεοῦ ἀναξίων. Τοῦτο οὖν εἰς τὸν τόπον διαληπτέον, ὅτι πᾶν σῶμα ὑπὸ φύσεως συνεχόμενον τῆς καταταττούσης ἔξωθέν τινα δίκην τροφῆς εἰς αὐτὸ, καὶ ἀποκρινούσης ἀντὶ τῶν ἐπεισαγομένων ἕτερα, ὥσπερ τὰ τῶν φυτῶν καὶ τῶν ζώων, τὸ ὑλικὸν ὑποκείμενον οὐδέποτε ἔχει ταυτόν. Διόπερ οὐ κακῶς ποταμὸς ὠνόμασται τὸ σῶμα· διότι, ὡς πρὸς τὸ ἀκριβὲς τάχα, οὐδὲ δύο ἡμερῶν τὸ πρῶτον ὑποκείμενον ταυτόν ἐστιν ἐν τῷ σώματι ἡμῶν· καίτοιγε τοῦ οἷον ἢ Παύλου, ἢ Πέτρου, ἀεὶ τοῦ αὐτοῦ ὄντος, οὐ τοῦ κατὰ ψυχὴν μόνου, ἧς ἡ οὐσία οὔτε ῥεῖ καθʼ ἡμᾶς, οὔτʼ ἐπεισαγόμενόν τι ἔχει ποτὲ, κἂν ῥευστὴ ἦν ἡ φύσις τοῦ σώματος, τῷ τὸ εἶδος τὸ χαρακτηρίζον τὸ σῶμα ταυτὸν εἶναι· ὡς καὶ τοὺς τύπους μένειν τοὺς αὐτοὺς, εἰς τὴν (64) ποιότητα Πέτρου καὶ Παύλου τὴν σωματικὴν παριστάνοντας· καθʼ ἢν ποιότητα καὶ οὐλαὶ ἐκ παίδων παραμένουσι τοῖς σώμασι, καὶ ἄλλα τινὰ ἰδιώματα, φακοί. Καὶ ἐπὶ τούτοις εἴ τι ἐστὶν ὅμοιον τοῦτο τὸ εἶδος, καθʼ ὁ εἰδοποιεῖται ὁ Πέτρος καὶ ὁ Παῦλος, τὸ σωματικὸν, ὃ ἐν τῇ ἀναστάσει περιτίθεται πάλιν τῇ ψυχῇ, ἐπὶ τὸ κρεῖττον μεταβάλλον, οὐ πάντως τόδε ἔτι ἐντεταγμένον τὸ κατὰ τὴν πρώτην ὑποκείμενον. Ὤσπερ (65) δὲ τὸ εἶδός ἐστι μέχρι τοῦ πέρατος, κἂν οἱ χαρακτῆρες δοκῶσι πολλὴν ἔχειν παραλλαγήν· οὕτως νοητέον καὶ ἐπὶ τοῦ παρόντος, εἶδος ταυτὸν εἶναι τῷ μέλλοντι, πλείστης ὅσης ἐσομένης τῆς ἐπὶ κάλλιον μεταβολῆς. Ἀναγκαῖον γὰρ τὴν ψυχὴν, ἐν τόποις σωματικοῖς ὑπάρχουσαν, κεχρῆσθαε σώμασι καταλλήλοις τοῖς τόποις. Καὶ ὥσπερ ἐν Θαλάσσῃ ζῇν ἡμᾶς ἐνύδρους γενομένους εἰ ἐχρῆν πάντως ἂν ἔδει παραπλησίαν ἔχειν καὶ τὴν ἄλλην ἐχθύων κατάστασιν· οὕτως μέλλοντας κληρονομεἴν Βασιλείαν οὐρανῶν, καὶ ἐν τόποις διαφέρουσιν ἔσεσθαι, ἀναγκαῖον χρῆσθαι σώμασι πνευματικοῖς, οὐχὶ τοῦ εἴδους τοῦ προτέρου ἀφανιζομένου, κᾶν ἐπὶ τὸ
[*](6 Matth. VIII, 12. 7 Matth. X, 28. 8 Rom. VIII, 11.) [*]((63) Αὐτόν. Forte legendum, αὐτῶν.) [*]((64) Εἰς τήν. Forte τοὺς τήν, etc.) [*]((65) Ὤσπερ, etc. Hunc locum in Apologia Pam .1, ili sic vemt Rufinus : Scot enim in nobis eadem μσρςi es permanet ab iefantin nsque ad seneclutem, »ρe-t characteres multam rideantur mmutotionem ρσi rere ς ita imellgendum est hanc speciem qnæ ἄη σεæ inest nobis, ipsam permansuram etiom in fu χ r, plurima tamen immutatione in melus et aloiasi æns facta. V eresαe est enim ammnam in locis φ ryarets habitantem nti corporibus talibas pur apli pse ais locis in quibus degit. Et sicut, verb caus. i i ss aquis maris not habitare, vel degere posceret,) 1096
ἐνδοξότερον γένηται αὐτοῦ ἡ τροπή· ὤσπερ ἦν τὸ Ἰησοῦ εἶδος, καὶ Μωϋσέως, καὶ Ἡλίου, οὐχ ἕτερον ἐν τῇ μεταμορφώσει, παρʼ ὃ ἦν. Μὴ πρόσκοπτε τοίνυν, εἰ τὸ πρῶτον ὑποκείμενον ἄν τις λέγοι μὴ ἔσεσθαι ταυτὸν τότε, ὅπου ὁ λόγος τοῖς ἐφιστάνειν δυναμένοις δείκνυσιν, ὅτι οὐδὲ νῦν δύναται δύο ἡμερῶν εἶναι τὸ πρῶτον ὑποκείμενον. Ἄξιον δὲ ἐπιστῆσαι καὶ τὸ, ἑτεροῖον μὲν σπείρεσθαι, ἑτεροῖον δὲ ἀνίστασθαι· « Σπείρεται γὰρ σῶμα ψυχικὸν, ἐγείπνευματικόν. » Καὶ ἐπιφέρει πᾶσιν ὁ ρεται σῶμα Ἀπόστολος, σχεδὸν τὴν γηΐνην ποιότητα ἡμᾶς διδάσκων ἀποτίθεσθαι μέλλειν ἡμᾶς, τοῦ εἴδους σωζομένου κατὰ τὴν ἀνάστασιν· « Τοῦτο δέ φημι, ἀδελφοὶ, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν. » Ἴσως μὲν γὰρ ἔσται περὶ τοῦ τὸν ἅγιον (66) διακρατούμενον, ὑπὸ τοῦ ἰδιοποιοῦντός ποτε τὴν σάρκα· σὰρξ δὲ οὐκέτι, ἀλλʼ ὅπερ ποτὲ ἐχαρακτηρίζετο ἐν τῇ σαρκὶ, τοῦτο χαρακτηρισθήσεται ἐν τῷ πνευματικῷ σώματι. Καὶ πρὸς τὰ ῥήματα δὲ τῶν Γραφῶν, ἃ παρατίθενται οἱ ἀδελφοὶ ἡμῶν, ταῦτα ἔστιν εἰπεῖν, καὶ πρῶτον ἐν τῷ Ἰεζεχιήλ. Ἐπὶ τὸ ὅσον (67) ἐφ᾿ οἷς βούλονται οἱ ἁπλούστεροι κατὰ τὰς λέξεις ταύτας, οὐδὲ ἀνάστασις σαρκῶν ἔσται, ἀλλὰ ὀστέων μόνον, καὶ δερμάτων, καὶ νεύρων. Ἄμα δὲ καὶ ὑποδεικτέον αὐτοῖς, ὅτι συναρπάζονται, ὡς μὴ νενοηκότες τὸ γεγραμμένον. Οὐ γὰρ, εἰ ὀστᾶ ὀνομάζεται, πάντως τὰ ὀστᾶ ταῦτα νοητέον· ὥσπερ οὐδὲ ἐν τῷ, « Διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου.» Καὶ, « Ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, φανεροῦ ὄντος τοῦ μὴ λέγεσθαι τὰ ὀστᾶ κατὰ τὴν κοινὴν ἐκδοχήν. Ἐπιφέρεται γοῦν τῷ λόγῳ· Ἇρά γε λέγουσιν, « Ξηρὰ γέγονε τὰ ὀστέα ἡμῶν· » ὅτι « αὐτοὶ λέγουσιν, ὅτι Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, » θέλοντες ἀνίστασθαι συναχθέντα; Ἀλλὰ τοῦτο ἀμήχανον. Λέγοιεν δʼ ἂν, ξηρὰ γέγονε τὰ ὀστέα ἡμῶν, ἐν αἰχμαλωσίαις γενόμενοι καὶ πᾶσαν ζωτικὴν νοτίδα ἀποβεβληκότες. Ἐπιφέρουσι γοῦν τὸ, « Ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν· διαπε φωνήκαμεν. » Οὐκοῦν ἡ ἐπαγγελία τῆς ἀναστάσεως τοῦ λαοῦ ἐστιν ἀπὸ τοῦ πτώματος, καὶ τῆς οἰονεὶ νεκρότητος ἣν νενέκρωνται, διὰ τὰ ἁμαρτήματα τοῖς ἐχθροῖς παραδοθέντες. Καὶ οἱ ἁμαρτωλοὶ δὲ ὑπὸ τοῦ Σωτῆρος λέγονται εἷναι τάφοι γέμοντες ὀστέων καὶ πάσης ἀκαθαρσίας. Πρέπει δὲ τῷ Θεῷ ἀνοίγειν τὰ μνημεῖα ἑκάστου, καὶ ἐξάγειν ἐκ τῶν μνημείων ἡμᾶς ἐζωοποιημένους, ὥσπερ ὁ Σωτὴρ τὸν Λάζαρον εἵλκυσεν ἕξω. Τὸ δὲ, « Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων,» πρὸς αὐτοὺς ἀπορητέον, ὅτι ὡς ἐν τούτῳ τῷ βίῳ πᾶν μέλος εἰς τινα χρείαν ὁ Δημιουργὸς κατεσκεύασεν, οὕτω καὶ τοὺς ὀδόντας εἰς τὸ διακόπτεσθαι τὴν στερεὰν τροφήν. Τίς οὖν χρεία τοῖς κολαζομένοις ὀδόντων; οὐ γὰρ εἰς τὴν γέενναν ὄντες κατʼ αὐτοὺς φάγονται. Καὶ δεικτέον. ὅτι οὐ πάντα παραλαμβάνεσθαι δεῖ κατὰ τὸ κείμενον. « Ὀδόντας γοῦν ἁμαρτωλῶν συνέτριψας· » καὶ, « Τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος. »
[*](9 I Cor. XV, 44. 10 ibid. 20, 1¹ Psal. XXI, 15. 12 Psal. VI, 3. 13 Ezech. XXXVII, 11.) [*]((66) Περὶ τοῦ τὸν ἅγιον. Forte legend. περιττὸν τὸ τῶν ἀγίων. Sed hic locus corruptus est.) [*]((67) Ἐεὶ τὸ ὅσον. Forte, Ἐπεὶ ὅσον.) 1097
Τίς δὲ οὕτως ἠλίθιος, ὡς ὑπολαμβάνειν, ὅτι, τηρῶν τὰ σώματα τῶν ἁμαρτωλῶν ὁ Θεὸς, τοὺς ὀδόντας αὐτῶν συντρίβει μόνον; Ὥσπερ οὖν εἴ τις, θέλων ταῦτα οὕτως ἔχειν, θλιβόμενος εἴλκετο ἐπʼ ἀλληγορίαν, οὕτως ζητητέον τῶν κολαζομένων τὸν βρυγμὸν τῶν ὀδόντων, τῆς ψυχῆς δύναμιν μασητικὴν ἐχούσης, ἥτις ἐν καιρῷ τοῦ ἐλέγχου περὶ τῶν ἁμαρτημάτων, κατὰ τὸν συγκρουσμὸν τῶν ὀδόντων, ὡς ἐφρόνησε, βρύξει τοὺς ὀδόντας. Τὸ δὲ, « Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν γεέννῃ, » τάχα μὲν διδάσκει, ὅτι ἀσώματος ἡ ψυχὴ, τάχα δὲ δηλοῖ καὶ ὅτι χωρὶς σώματος οὐ κολασθήσεται· περὶ οὗ φυσιολογοῦντες τὰ περὶ τοῦ εἴδους καὶ τοῦ πρώτου ὑποκειμένου εἰρήκαμεν. Καὶ τὸ παρὰ τῷ Ἀποστόλῳ δὲ, « Ζωοποιήσει καὶ τὰ θνητὰ ἡμῶν σώματα, » θνητοῦ ὄντος τοῦ σώματος, καὶ οὐ μετέχοντος τῆς ἀληθινῆς ζωῆς, δύναται παριστάνειν, ὅπου τὸ σωματικὸν εἶδος, περὶ οὗ εἰρήκαμεν τῇ φύσει θνητὸν ὃν, « ὅταν Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν, » καὶ αὐτὸ μεταβάλλει ἀπὸ τοῦ εἶναι σῶμα θανάτου ζώοποιηθὲν, διὰ τὸ Πνεῦμα τὸ ζωοποιοῦν ἐκ τοῦ πνεύματος γεγονέναι. Καὶ τὸ, « Ἐρεῖ δὲ, Πῶς ἐγείρονται οἱ νεκροὶ, ποίῳ δὲ σώματι ἔρχονται; » γυμνῶς παρίστησιν, ὅτι τὸ πρῶτον ὑποκείμενον οὐκ ἀναστήσεται. Εἰ γὰρ καλῶς ἐλάβομεν τὸ παράδειγμα, ῥητέον, ὅτι ὁ σπερματικὸς λόγος ἐν τῷ κόκκῳ τοῦ σίτου δραξάμενος τῆς παρακειμένης ὕλης, καὶ διʼ ὄλης αὐτῆς χωρήσας, περιδραξάμενος αὐτῆς τοῦ αὐτοῦ εἴδους, ὧν ἔχει δυνάμεων ἐπιτίθησι τῇ ποτε γῇ, καὶ ὕδατι, καὶ ἀέρι, καὶ πυρὶ, νικήσας τὰς ἐκείνων ποιότητας, μεταβάλλει ἐπὶ ταύτην ἧς ἐστιν αὐτὸς δημιουργός· καὶ οὕτως συμπληροῦται ὁ στάχυς εἰς ὑπερβολὴν διαφέρων τοῦ ἐξ ἀρχῆς κόκκου, μεγέθει καὶ σχήματι, καὶ ποικιλίᾳ.