Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἀγαπήσω σε, Κύριε ἰσχύς μου. Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύσετης μου· ὁ Θεός μου βοηθός μου, ἐλπιῶ ἐπ᾿ αὐτόν. Ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, κοὶ ὰντιλήπτωρ μου, κ. τ. ἑ. Ἡ αὐτοῖσχὺς (59) καὶ αὐτοστερέωμα τῶν ἀγίων, ὁ Κύριός ἐστιν. Οὐδεὶς οὖν ἰσχυρὸς ἢ στερεὸς τῶν οὐκ ἐν Κυρίῳ. Οὐ ταὐτὸν ὁὲ τὸ στερεὸν τῷ σκληρῷ, οὐδὲ τὸ ἰσχυρὸν τόνοις φρειτικοῖς.
Τοῦ αὐτοῦ. Διὰ τοῦ ὁμοίου (60) τὸ ὅμοιον ἐπιγινώσκομεν, καὶ διὰ τῆς ἀγάπης τὴν ἀγάπην, καὶ ἀὶ τοῦ δικαίου τὴν δικαιοσύνην. Αὕτη γὰρ ἡ ἐντολὴ μεγάλη καὶ πρώτη. Ὁ ἀγαπῶν δὲ καὶ θεραπεύει τὸν ἀγαπώμενον. Ἰσχὺν ἑαυτοῦ καλεῖ τὸν Θεὸν, ὡς αὐτοῦ ῥυσθεὶς ἐκ πάντων αὐτοῦ τῶν ἐχθρῶν αἰσθητῶν καὶ νοητῶν.
Τοῦ αὐτοῦ. Στερέωμα εἶπε (61) τὸν Θεὸν ὡς ὑς αὐτοῦ κατὰ τῶν πολεμίων ῥυσθείς· καταφυγὴν δὲ [*]((59) αὐτοϊσχύς, etc. Corderius.) [*]((60) Διὰ τοῦ ὁμοίου, etc. Schedæ Grabii, et barbarus.) [*]((61) Στερέωμα εἶπε, etc. Eædem schedæ, et barbarus.)
Τοῦ αὐτοῦ. Βοηθὸν εἶπε (62) τὸν Θεὸν, ὡς ἐπικουρήσαντα.
Tοῦ αὐτοῦ. Ὑπερασπιστὴν ἕφη (63) τὸν Θεὸν, ὡς πρόμαχο· κέρας σωτηρίας, ὡς διʼ αὐτοῦ τοὺς ἐχθροὺς τρόπον τινὰ κερατίσας, καὶ τῇ τούτου προμηθείᾳ διασωθείς. Κέρας σωτήριον καὶ ὁ Χριστὸς, κατὰ τὸν Ζαχαρίαν λέγοντα· « Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν. » Κέρας καὶ ἡ βασιλεία, ὡς τό. «Ὑψώσει κέρας Χριστοῦ αὐτοῦ. »
Αἰνῶν ἐπικαλέσομαι Κύριον, κοὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι, κ τ. ἑ. Ὁ μετὰ τοῦ ὑμνεῖν (64) εὐχόμενος, αἰνῶν ἐπικαλεῖται τὸν Κύριον. Οὐδεὶς δὲ οὕτως εὔχεται τοῖς συμβαίνουσι δυσαρεστούμενος. Καὶ τῶν ἐχθρῶν οὖν περιεστηκότων, οὕτως εὐκτέον.
Περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξὰν με. Ὤδῖνες ᾅδου περιεκύκλωσάν με· προέφθασάν με παγίδες θανάτου, κ. τ. ἑ. Ὁ Χριστὸς (65), καθὼς ἄνθρωπος, φησὶ ταῦτα. Τούτῳ γὰρ ὁ θάνατος ὠδῖνας ἔτεκε, καὶ οἱ ἀνομίας χείμαῤῥοι ἐξετάραξαν αὐτὸν, ὅτε εἶπεν Ἡ ψυχή μου τετάρακται·» οὐ μὴν κατέσχον τοῦτον. Καὶ ὠδῖνες ᾅδου περιεκύκλωσαν, οἰηθέντες αὐτὸν καταλαβεῖν, οὐ μὴν υἱὸς ᾅδου ἐγένετό ποτε. Προέφθανον δὲ αὐτὸν, ἥγουν προῆγον, καὶ αἱ πρὸς θάνατον ἁμαρτίαι, τουτέστι παγίδες· ἀλλʼ αὐτὸν οὐχ ἐάλωσαν. Οὐκοῦν χειμάῤῥους ἀνομίας ἐρεῖς τὰ ῥεύματα τῆς κακίας, καὶ θανάτου παγίδας τὰς πρακτικὰς ἁμαρτίας.
Τοῦ αὐτοῦ. Ὤδῖνες θανάτου (66), ἤτοι αἱ τὸν θάνατον τίκτουσαι, ἢ αἱ συνειλημμέναι ἐκ τοῦ θανάτου, δστις ἔσχατος ἐχθρὸς καταργηθησόμενος ὑπὸ Παύλου κεκήρυκται.
Τοῦ αὐτοῦ. Χείμαῤῥοι ἀνομίας (67) οἱ παράνομοι λογισμοὶ, οἵτινες ὠδῖνες καλοῦνται χρονίζοντες ἐν ἡμῖν, καὶ πάλιν παγίδες θανατοῦντες ἡμᾶς διὰ τῆς κατʼ ἐνέργειαν ἁμαρτίας.
Καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα. Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ τῆς φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ, κ. τ. ἑ. Ἐν μέσαις ταῖς θλίψεσι (68) καὶ ἀκμαζούσαις αὐταῖς, ἐπικλητέον τὸν Κύριον, καὶ κρακτέον πρὸς Θεόν. Οὕτω γὰρ ἡμῶν ἐπακούσεται ἐκ τοῦ ναοῦ αὐτοῦ λόγων· καὶ ἀπὸ τοιαύτης διαθέσεως ἡμῶν ἡ εὐχὴ μετὰ παῤῥησίας εἰσελεύσεται, ὡς εἰς οἰκεῖοντόπον, τὰ λεγόμενα ὦτα αὐτοῦ. Μήποτε δὲ καὶ ὁπλιζόμεθα κατὰ τῶν ἐχθρῶν ἐν αὐτῷ τῷ αἰνεῖν καὶ ἐπικαλεῖσθαι Κύριον.