Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν αἴνεσάτωσαν τὸ ὅνομα Κυρίου, κ. τ. ἑ. Οὐρανός ἐστι νοητὸς φύσις λογικὴ τὸν τῆς δικαιοσύνης ἥλιον ἐν αὐτῇ περιφέρουσα.

Τοῦ αὐτοῦ. Ὕδωρ τὸ ἐπάνω τῶν οὐρανῶν λογικὰς φύσεις σημαίνει, κεχωρισμένας ἀπὸ τῶν ἐν τοῖς οὐρανοῖς ὄντων ὑδάτων.

Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ, κ. τ. ἑ. Κέρας ἐστὶ νοῦς καθαρός.

Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, κ. τ. ἑ. Ὕμνος ἐστὶν ἔμπληξις μετὰ δοξολογίας ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων καὶ γενομένων ὑπὸ Θεοῦ.

Ἄσατε τῷ Κορίῳ ᾆσμα καινὸν, κ. τ. ἑ. Οὗτος ᾄδει (22) καινὸν ᾆσμα ὁ τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενος, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδυσάμενος τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα.

Ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ ὁσίων, κ. τ. ἑ. Ὡς « οὐχ ὡραῖος (23) αἶνος ἐν στόματι ἀμαρτωλοῦ· » οὕτως οὐδὲ ἐν Ἐκκλησίᾳ πονηρευομένων, ἀλλʼ ἐν Ἐκκλησίᾳ ὁσίων· καὶ ἐν ταύτῃ μᾶλλον ἢ ἐν ἐνὶ, ἢ ἐν ὀλίγοις.

Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτὸν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν, κ. τ. ἑ. Ἐπεὶ περὶ μὲν (24) τοῦ κατʼ εἰκόνα τὸ « ἐποίησεν » εἴρηται, περὶ δὲ τοῦ ἀπὸ τοῦ χοῦ τὸ « ἔπλασε, » καὶ ἡ ἁγία εὐφροσύνη ἐν τῷ κατʼ εἰκόνα ἐστί· διὰ τοῦτο Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτὸν προστάσσεται εὐφραίνεσθαι. Υἱῶν δὲ Σιὼν βασιλεύει Χριστὸς, τουτέστι σοφία, λόγος, ἀλήθεια, ἐφʼ ᾧ ἀγαλλιάσθωσαν.

Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῶ, κ. τ. ἑ. Ἐὰν οἱ πολλοὶ (25) ἐν τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ ὁμοθυμαδὸν μιᾷ ψυχῇ καὶ μιᾷ καρδίᾳ αἰνῶσι τὸ ὄνομα καὶ τὴν ἰδιότητα τοῦ βασιλέως, αἰνοῦσι τὸ ὅνομα αὐτοῦ ἐν χορῷ μετὰ συμφωνίας.

Ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, κ. τ. ἑ. Οἱ μὲν νεκρώσαντες (26) τὰ ἐπὶ γῆς μέλη, καὶ ἀναγαγόντες ἐπὶ τὸ ξύλον τῷ Χριστῷ συσταυροῦσθαι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐν τυμπάνῳ ψάλλουσι τῷ Θεῷ· οἱ δὲ ὁλόκληροι καὶ ἁρμόνιοι τῷ πνεύματι, ἐν ψαλτηρίῳ.