Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, κ. τ. ἑ. Τὸν προδότην (64) Ἰούδαν ζῶντα κατέπιον· εἶχε γὰρ πρὸ τῆς παραδόσεως τὴν ζωὴν τὴν εἰποῦσαν· « Ἐγώ εἰμι ἡ ζωή· » τοὺς δὲ ἀπʼ ἀρχῆς τῇ κακίᾳ ἐντρεφομένους. νεκροὺς καταπίνουσιν.

Ἄρα τὸ ὕδωρ ἄν κατεπόντισεν ἡμᾶς, κ. τ. ἑ. Ὕδωρ τροπικῶς (65) λέγει τοὺς πειρασμοὺς τοὺς καταποντίζοντας τὴν ψυχήν· οἱ δὲ αὐτοὶ πειρασμοὶ καὶ λογισμοὶ καλοῦνται.

Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, κ. τ. ἑ. Χείμαῤῥον (66) δὲ πάλιν λέγει τοὺς λογισμοὺς, δ.ὰ τὸ μὴ χρονίζειν αὐτοὺς, ἀλλὰ ἀθρόως ἐπιπηδᾷν εἰς τὶν νοῦν, καὶ πάλιν ξηραίνεσθαι.

Τοῦ αὐτοῦ. « Καὶ ἐγένετο (67) ῥῆμα Κυρίου πρὸς Ἠλιού· Πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς, καὶ κρύβηθι ἐν τῷ χειμάῤῥῳ Χοῤῥὰθ τῷ ἐπὶ προσώπου τοῦ Ἰορδάνου. Καὶ ἔσται, ἐκ τοῦ χειμάῤῥου πίεσαι ὕδωρ· καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ. Καὶ [*](90 I Cor. i, 28. 91 I Cor. viii, 6. 92 Rom. xi, I. 93 II Cor. xi, 22. 94 Joan. xiv, 6.) [*]((65) Ὑδωρ τροπιικῶς, etc. Eædem.) [*]((66) Χείμαῤῥον, etc. Eædem.) [*]((67) Καὶ ἐγένετο, etc. Catena Coderii.)

1637
ίησεν Ἠλιοὺ κατὰ τὸ ῥῆμα Κυρίου, καὶ ἐκάθισεν τῷ χειμάῤῥῳ Χοῤῥὰθ ἐπὶ προσώπου τοῦ Ἰορδάνου. ὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωῒ καὶ ία τὸ δείλης, καὶ ἐκ τοῦ χειμάῤῥου ἔπινεν ὕδωρ, ὶ ἐγένετο μεθʼ ἡμέρας, καὶ ἐξηράνθη ὁ χείμαῤῥος, οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς. »