Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄναξι τοῖς ἐρημιποῖς, κ. τ. ἑ. Οὐδὲν οὕτως (45) μόζει πρὸς τὰς ἀντικειμένας δυνάμεις, ὡς τὰ βέλη ῦ Χριστοῦ τὰ ἀντικείμενα τοῖς πεπυρωμένοις βέσι τοῦ πονηροῦ, καὶ οἱ ἄνθρακες οἱ καταναλίσκονς ξύλα, χόρτον, καλάμην. Εἰ δέ ἐστι βέλος ἀγάης κατὰ τὴν ἐν τοῖς Ἄσμασι νύμφην· « Τετρωμένη ρ, φησὶν, ἀγάπῃ ἐγώ· » ἔστι βέλος δικαιοσύνης ὶ ἀνδρίας καὶ σωφροσύνης καὶ τῶν λοιπῶν ἀρετῶν, ς βέλεσι τιτρωσκόμενοι ὑποκάτω τοῦ Θεοῦ πίπτουν οἱ λαοί.
Τοῦ αὐτοῦ. Ὁ λέγων· « Ἔθηκάς με βέλος ἐκλεὸν, » οὗτός ἐστιν ἐν πολλοῖς βέλεσι βέλος ἐκλεκτὸν, ἐν πολλοῖς υἱοῖς καὶ υἱὸς ἐκλελεγμένος. Οὐκ ἂν φαρέτρα ἦν τῷ Θεῷ διʼ ἓν βέλος, περὶ ἧς φησι· Καὶ τῇ φαρέτρᾳ αὐτοῦ ἕκρυψέ με. » Πάντα οὖν βέλη τοῦ δυνατοῦ Θεοῦ ἠκονημένα, ἐναντία ὅντα ς βέλεσι τοῦ πονηροῦ.
Οἴμοι· ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδὰρ, κ. τ. ἑ. κ ἔστι (46) τοῦ αὐτοῦ λέγειν· « Μὴ ἀναγάγῃς με ἡμίσει ἡμερῶν μου· » καὶ τό· « Οἴμοι, ὅτι ἡ ροικία μου ἐμακρύνθη. » Ἤ τάχα ἡμέρας ἐκεῖ λέἃς ὁ φόβος τοῦ Κυρίου κατὰ τὸν Σολομῶντα [*](81 Isai. xlix, 2. 82 ibid. 83 Psal. ci, 25) [*]((43) Τῶν διʼ ἀρετήν, etc. Schedæ Grabii.) [*]((44) Συνεχῶς ἄνω, etc. Catena Cordcii.)
Τοῦ αὐτοῦ. « Κηδὰρ (47) » ἑρμηνεύεται σκοτασμός. Κατεσκήνωσα οὖν, φησὶ, μετὰ τῶν σκηνωμάτων τοῦ σκοτασμοῦ, ὅπερ ἐστὶ τοῦ σώματος τοῦ θανάτου, καὶ ἡ ψυχή μου αὕτη, φησὶ, πολλάαις παρῴκησεν.