Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

ακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ διώματά σου οὐκ ἐξεζήτησαν κ. τ. ἑ. Εἰ ἡ σωία ἐστὶ τῆς λογικῆς φύσεως ἡ γνῶσις τοῦ Θεοῦ, η δὲ καθαραῖς ψυχαῖς ἐγγίνεται, καλῶς λέγεται ι Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία· εἰς γὰρ καχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία. » Οὗ γὰρ ὺς ἡ κρίσις, ἐγγὺς καὶ ἡ σωτηρία· καὶ οὗ μαν ἡ σωτηρία, καὶ ἡ κρίσις μακράν. Διὰ τί; Ἐπειὰ δικαιώματά σου οὐκ ἐξεζήτησεν. Οὐ γὰρ ἡ ηρία σου φεύγει ἡμᾶς, ἀλλʼ ἡμεῖς αὐτήν· Ἦλγὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου, ἡ σωτηρία, ζητῆσαι σῶσαι τὸ ἀπολωλός. »

ἱ οἱκτιρμοί σου πολλοὶ, Κύριε· κατὰ τὸ κρῖσου ζῆσόν με, κ. τ. ἑ. Ἔλεο· ἀνθρώπου ἐπὶ τὸν σίον αὐτοῦ, ἔλεος δὲ Κυρίου ἐπὶ πᾶσαν σάρκα· ὁ δικαιότατος γὰρ ἄνθρωπος ὡς πρὸς τὴν ἀκριβῆ Θεοῦ κρίσιν ἐλέου δεῖται Θεοῦ· ὅπου γε καὶ αὐτὸ δοκεῖν γεγονέναι δίκαιον, ἐλέῳ γίνεται τοῦ Θεοῦ. γὰρ ἄξιόν τις πεποίηκεν αἰωνίου μακαριότητος; ἐν δὲ ἀκρίτως ὁ Θεὸς ποιεῖ, οὐδὲ ζωοποιεῖ. Οἱ τιρμοὶ δὲ πολλοὶ, πολλῶν ὄντων, ἐφʼ οὓς γίται.

Τολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντες· ἐκ ν μαρτυρίων σου οὐκ ἐξέκλινα, κ. τ. ἑ. « Μακάι, φησὶν, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι τῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. »

Τοῦ αὐτοῦ. Τὸ πλῆθος ἐχθροὺς ὁρατοὺς καὶ ἀοράς αἰνίττεται, ὧν οἱ διωγμοὶ καὶ αἱ θλίψεις διά· ροι. Οἱ μὲν γὰρ φιλίαν ὑποκρινόμενοι τὰς ἡδονὰς οβάλλουσιν· οἱ δὲ τὴν ἔχθραν γυμνώσαντες πᾶν ος πειρασμῶν ὑποφέρουσιν. Ἀλλʼ ἡμεῖς ἐκ τῶν [*](64 Jac. iv, 10. 67 Sap. i, 4. 69 Luc. xix, 10. 80 Matth. v, 10.)

1624
μαρτυρίων τοῦ Θεοῦ μὴ ἐκκλίνωμεν, ἐν οἷς ἡμῖν διἐμαρτύρατο· « Ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. »

Εἶδον ἀσυνετοῦνεας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο, κ. τ. ἑ. « Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. »

Ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με, κ. τ. ἑ. Καὶ ἐπὶ τοῦτο προκαλεῖται τὸν Θεὸν, καί φησι πρὸς αὐτόν· Καλῶ σου τὸ πρόσωπον. Θαῤῥῶ γὰρ, ὅτι τὸ πρόσωπόν σου κλίνων πρὸς μὲ, ἵνα με κατανοήσῃς, ὄψει τίνα τρόπον τὰς ἐντολάς σου τετήρηκα· τοὺς γὰρ τύπους τῶν ἀγαθῶν ἔργων εὑρήσεις ἐν ἐμοί.

Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου, κ τ. ἑ. Ἄρχοντας λέγει τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου. « Ἔρχεται γὰρ, φησὶν, ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. » Κόσμον δὲ λέγει οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα, ἀλλὰ τοὺς κοσμικὸν βίον βιοῦντας.

Τοῦ αὐτοῦ. Ἔχει μὲν καὶ τὸ ἴδιον τοῦ Δανῒδ ὁ λόγος, ὅτι, μάτην καὶ κατὰ φθόνον ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, φόβῳ τῷ πρὸς Θεὸν ἐπέσχε τὸ ἀμύνασθαι. Διήκει δὲ καὶ εἰς τὸ κοινὸν, ὅτι τῶν ἀρχοντιῶν πολεμίων οὐκ ἔστιν ἑτέρως ἀβλαβεῖς ἀπαλλάττεσθαι, μὴ οὐχὶ φόβῳ Θεοῦ φρουρουμένους.