Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ, κ. τ. ἑ. Τὴν θεωρίαν τῶν γεγονότων ἰσχὺν ἔργων αὐτοῦ ὀνομάζει· ἰσχὺς δὲ εἴρηται ἡ γνῶσις, διὰ τὸ ἰσχὺν ἐντιθέναι τῇ φύσει τῇ λογικῇ.
Ἔργα χερῶν σὐτοῦ ἀλήθια καὶ κρίσις, κ. τ. ἑ. Ἡ μὲν ἀλήθεια ἐν τοῖς ὀρθοῖς δόγμασι θεωρεῖται, ἡ δὲ κρίσις ἐν τῇ πρακτικῇ. « Πισταὶ πᾶσαι αἱ ἐντο λαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. » Πιστὰς εἶπε τὰς ἐντολὰς, ἀντὶ τοῦ πίστεως ἀξίας· ὁ γὰρ ὑπισχνοῦνται, τοῦτο καὶ ποιοῦσιν· ὑπισχνοῦνται δὲ κάθαρσιν ψυχῆς λογικῆς τοῖς γνησίως φυλάττουσιν αὐτάς.
Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα, κ. τ. ἑ. Οὗτος θέλει ἐν ταῖς ἐντολαῖς αὐτοῦ σφόδρα ὁ μετὰ πάσης ἀκριβείας φυλάσσων αὐτάς.