Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Σπέρμα Ἀβραόμ δοῦλοι αὐτοῦ, κ. τ. ἑ. Οἱ τοῦ σπέρματος ὄντες τοῦ Ἀβραὰμ, δυνάμει εἰσὶν ἐκλεκτοί.

Ἐμνήσθη εἰς τόν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὖ ἐνετείλατο εἰς χιλίας γενεὰς, κ. τ. ἑ. Τὰς χιλίας γενεὰς οἱ μὲν τὰς πολλὰς αὐτὸν λέγειν γενεὰς ἐνόμισαν, οἱ δὲ τὰς ὑπὸ τούτου τοῦ ἀριθμοῦ περιγραφομένας.

Λέγων· Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα πληρονομίας ὑμῶν, κ. τ. ἑ. Πρὸ τῆς ἐπιδημίας Χριστοῦ οἱ Χαναναῖοι κατεῖχον ἡμῶν τὰς ψυχὰς, μὴ ἐῶντες ἡμᾶς καρποὺς ἐκφέρειν πνευματικούς.

Οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσι αὐτοὺς, κ. τ. ἑ. Ἐντεῦθεν γινώσκομεν, ὅτι οἱ ἀδικούμενοι ὑπὸ ἀνθρώπων κατʼ ἐγκατάλειψιν ἀδικοῦνται Θεοῦ.