Selecta in Genesim
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατʼ εἰκόνα ἡμετέραν καὶ καθʼ όμοίωσιν. Προδιαληπτέον (30) πρότερον, ποῦ συνίσταται τὸ κατʼ εἰκόνα, ἐν σώματι ἢ ἐν ψυχῇ. Ἴδωμεν δὲ πρότερον οἶς χρῶνται οἱ τὸ πρῶτον λέγοντες· ὧν ἐστι καὶ Μελίτων (31) συγγράμματα καταλελοιπὼς περὶ τοῦ ἐνσώματον εἶναι τὸν Θεόν. Μέλη γὰρ Θεοῦ ὀνομαζόμενα εὑρίσκοντες, ὀφθαλμοὺς Θεοῦ ἐπιβλέποντας τὴν οἰκουμένην, καὶ ὦτα αὐποῦ εἶναι εἰς δέησιν δικαίων ἐπινενευκότα, καὶ, Ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας· καὶ, Τὸ στόμα Κυρίου ἐλάλησε ταῦτα, καὶ βραχίονα Θεοῦ, καὶ χεῖρας, καὶ πόδας, καὶ δακτύλους, ἄντικρυς φάσκουσι ταῦτα οὐχ ἕτερόν τι διδάσκειν ἢ τὴν μορφὴν τοῦ Θεῦ. Πῶς δὲ, φασὶ, καὶ ὥφθη ὁ Θεὸς τῷ Ἀβραὰμ, καὶ Μωσῇ, καὶ τοῖς ἀγίοις, μὴ μεμορφωμένος; μεμορφωμένος δὲ, κατὰ ποῖον χαρακτῆρα ἢ τὸν ἀνθρώπινον; καὶ συνάγουσι μυρία ῥητὰ μέλη ὀνομάζοντα Θεοῦ. Πρὸς οὓς ἀγωνιστέον πρῶτον ἀπὸ τῆς λέξεως· ἀντιπαραβαλοῦμεν δὲ ῥητὰ τοῖς πλέον τοῦ γράμματος μηδὲν ἐπισταμένοις, ἐναντιούμενα αὐτῶν τῇ ὑπολήψει· ἐκ μὲν τοῦ Ζαχαρίου, ὅτι Ἑπτὰ ὀρθαλμοὶ Κυρίου οἱ ἐπιβλέποντεϲ ἑαὶ πᾶσαν τὴν γῆν. Εἰ δὲ ἑπτὰ ἔχει ὀφθαλμοὺς ὁ Θεὸς, ἡμεῖς δὲ δύο, οὐ κατʼ εἰκόνα αὐτοῦ γεγόναμεν. Ἀλλὰ καὶ ἡμεῖς μὲν οὐκ ἐπτερυγώμεθα, περὶ δὲ Θεοῦ λέγει ἐν ἐνενηκοστῷ ψαλμῷ, ὅτι ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Εἰ δὲ ἐκεῖνος μὲν πτέρυγας ἔχει, ἡμεῖς δέ ἐσμεν ζῶον ἄπτερον, οὐ κατʼ εἰκόνα Θεοῦ γέγονεν ὁ ἄνθρωπος. Πῶς δὲ ὁ σφαιροειδὴς οὐρανὸς καὶ ἀεὶ κινούμενος θρόνος εἶναι δύναται, ὡς ὑπολαμβάνουσι, τοῦ Θεοῦ; Ἀλλὰ καὶ ἡ γῆ πῶς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ; Ἀπαγγελλέτωσαν ἡμῖν. Ἆρα γὰρ τὸ ἀπὸ γονάτων μέχρι τῶν βάσεων σῶμα τοῦ μεταξὺ οὐρανοῦ καὶ γῆς περιέχοντος, ἐν μέσῳ δὲ οὕσης τῆς γῆς τοῦ παντὸς κόσμου, καὶ περιεχομένης ὑπʼ αὐτοῦ, ὡς γραμμικαῖς ἀποδείξεσι παρίσταται, παρʼ ἡμῖν εἰσιν αἱ βάσεις τοῦ Θεοῦ ἢ παρὰ τοῖς ἀντίχθοσι; Καὶ ὅλην τὴν οἰκουμένην ἡμῶν πεπληρώκασιν, ἢ καὶ πλέον τι ἐπιλαμβάνουσιν, ἢ ἔλαττόν τι; Διεστήκασιν οἱ πόδες αὐτοῦ διὰ τὰς θαλάσσας καὶ τοὺς ποταμοὺς, ἢ καὶ τοῖς ὕδασιν ἐπιβαίνουσι; Πῶς δὲ οὗ ὁ τηλικοῦτος οὐρανὸς θρόνος, καὶ ἡ γῆ ὑπο [*](59 Gen. I. 22. 60 Gen. I, 26. 61 Psal. c, 62. 62 Psal. XXXIII, 16. 62 Gen. VIII, 2I, 64 Isa. I, 20. 65 Ζach. IV, 10. Psal. XC, 4.) [*]((29) Σημανει, etc. Exstat hoc scholion in iisdem schedis Comubelisianis exscriptum e Catena ms. Monspeliensi.) [*]((30) Προδιαληπτέον, etc. Integrum hocce fragmentum habetur apud Theodoretum quæst. 20 i Genes., et Origeni etiam tribuunt schedæ Combefisianæ.) [*]((31) Μεαλίτων, etc. Hinc certo discere est quodnam fuerit argumentum operis cui Melito titulum fecerat Περὶ ἐνσωμάτου Θεοῦ, ut legitur apud Eusebium lib. IV Hist. eccl., eap. 26, et apud Hierokymum Vir. ittustr., cap. 24. Certe Origenes Meli)