Fragmenta in Psalmos 1-150 [Dub.]

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

v. 37, 38. Βασιλεύει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τόν αἰῶνα τοῦ αἰῶνος· ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ· τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν Κύριος.

Δεῖ γὰρ τὸν Κύριον βασιλεύειν διὰ τῶν αἰώνων, ἄχρις οὗ ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. Ἡ γὰρ βασιλεία αὐτοῦ ἐστιν ἡ θεωρία πάντων τῶν γεγονότων καὶ γενησομένων αἰώνων· δι’ ἦς θεωρίας καὶ οἱ ἐχθροὶ φίλοι γίνονται ἡ δὲ γῆ τοῦ Κυρίου, ἡ θεωρία τῶν γεγονότων αἰώνων· ἡ δὲ βασιλεία, φαμὲν, τό· τηνικαῦτα ἐπακούει τῆς ἐπιθυμίας ὁ Κύριος, ὁπηνίκα ἂν παράσχῃ τὸ ἐπιθυμητὸν τῇ ἐπιθυμησάσῃ ψυχῇ.

v. 4. Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι· τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Vatic. p. 629, 2.

Εἰ οἱ ὀφθαλμοὶ Κυρίου εἰς πένητας ἀποβλέπουσι, γενώμεθα πένητες, ἵνα οἱ ὀφθαλμοὶ

Κυρίου εἰς ἡμᾶς ἐπιβλέπωσιν. Εἰ δὲ οἱ πλούσιοι οὐκ εἰσὶ πένητες, οἱ ὀφθαλμοὶ Κυρίου εἰς τοὺς πλουσίους οὐκ ἀποβλέπουσι. — Σὺ δὲ ὅταν ἀκούσῃς ἐν οὐρανοῖς εἶναι, καὶ παροικεῖν τὸν Θεὸν, ἐκ τῆς ἱερᾶς γραφῆς, ἢ ἐνδότερον εἶναι τοῦ καταπετάσματος, μὴ περιορισμούς τινας καὶ τοπικὰς οἰκήσεις, καὶ μεταβάσεις, καὶ ἀναβάσεις, καὶ ἐξελεύσεις νοήσῃς πτωχοπρεπεῖ γὰρ οὔσῃ τῇ ἡμετέρᾳ φύσει, καθὰ χωρεῖ ἀκοῦσαι, διαλέγεται αὐτῇ τὸ Πνεῦμα τὸ ἄγιον. Καὶ μάρτυς τοῦ λόγου ἡ μωσαϊκὴ συγγραφὴ, παχεῖα καὶ ἀνάξια Θεοῦ τοῦ ἀπεριγράπτου περιέχουσα ῥήματα· ἅτινα οὐ Μωσῆς ἐξέθετο οἴκοθεν, ἀλλ’ ὁ Θεὸς δι’ ἀγγέλων αὐτοῦ ἐν ὄρει τῷ Σιναΐῳ ταῦτα προηγόρευσε ἐπὶ τῆς σκηνῆς· ὅθεν ὡς ἀγγέλου ταῦτα λαλήσαντος, οὐδὲ τέθεικεν ὅλως τὸ ὄνομα ἐν τῇ ἀπογραφῇ αὐτῆς ὁ Μωϋσῆς, καθὼς οἱ λοιποὶ προφῆται βίβλοις τῶν οἰκείων προφητειῶν. — Βλέφαρα δὲ [νοήσεις] κριτικὴν αὐτοῦ πρόνοιαν καὶ τῶν πραγμάτων ἐξεταστικήν.