Fragmenta in Psalmos 1-150 [Dub.]
Origen
Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.
v. 34. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐ ζητήσει.
Ἀλλὰ κὰν μυριακὶς ἐκεῖνος ταῦτα λογίσηται, σὺ βλέπεις· τοῦτο γὰρ νοητέον.
v. 36. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ.
Ἁμαρτωλός ἐστιν ὁ ἐξ ἡδυπαθείας καὶ ἀκολασίας ἁμαρτάνων· πονηρὸς δὲ ὁ ἑκουσίως κακοποιητικός. — Βραχίονα δὲ εἶπε τὴν πονηρὰ κατεργασαμένην ψυχήν. Ἡ συντριβὴ τοῦ βραχίονος ἀφανίζει τὰς ἁμαρτίας τὸ δὲ ἀπαλλαγῆναι τῶν ἁμαρτιῶν εὐεργεσία ἐστὶ τοῦ συντριβῆναί τινος βραχίονα· οὕτω καὶ ἐγὼ πείθομαι κολάζειν Θεῷ.
v. 37, 38. Βασιλεύει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τόν αἰῶνα τοῦ αἰῶνος· ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ· τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν Κύριος.
Δεῖ γὰρ τὸν Κύριον βασιλεύειν διὰ τῶν αἰώνων, ἄχρις οὗ ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. Ἡ γὰρ βασιλεία αὐτοῦ ἐστιν ἡ θεωρία πάντων τῶν γεγονότων καὶ γενησομένων αἰώνων· δι’ ἦς θεωρίας καὶ οἱ ἐχθροὶ φίλοι γίνονται ἡ δὲ γῆ τοῦ Κυρίου, ἡ θεωρία τῶν γεγονότων αἰώνων· ἡ δὲ βασιλεία, φαμὲν, τό· τηνικαῦτα ἐπακούει τῆς ἐπιθυμίας ὁ Κύριος, ὁπηνίκα ἂν παράσχῃ τὸ ἐπιθυμητὸν τῇ ἐπιθυμησάσῃ ψυχῇ.