Fragmenta in Psalmos 1-150 [Dub.]
Origen
Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.
v. 17. Γινώσκεται Κύριος κρίματα ποιῶν.
Ἔστιν ὅτε καὶ ἐκ τῶν κριμάτων ποδηγούμενος ὁ ἄνθρωπος ἐπιγινώσκει τὸν Κύριον.
v. 18. Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ.
Ἀποστρέφονται οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, ἵνα ἴδωσιν τὴν Ἰησοῦ ψυχὴν καταβαίνουσαν καὶ ἀναβαίνουσαν. Οἱ γὰρ προσδοκήσαντες αὐτὴν ὡσπερεὶ ἔξω ἔβλεπον, πρῶτον μὲν οἱ ἐν ἡμῖν ἁμαρτωλοὶ, εἶτα τὰ ἔθνη. Τί ἐπελάθετο τὰ ἔθνη τὸν Κύριον; ἡ γὰρ λήθη δευτέρα γνώσεως· οὐκοῦν ἐντεῦθεν σαφὲς καὶ τό· Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν· Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;
v. 28, 29. Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει... Ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις.
Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ, ὁ δὲ ἁμαρτωλὸς ἐγκάθηται ἐνέδρᾳ.
v. 30 32. Ἐνεδρεύει ἐν ἀποκρύφῳ, ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ· ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχὸν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτὸν ἐν τῇ παγίδι αὐτοῦ· ταπεινώσει αὐτὸν, κύψει, καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων.
Καθάπερ λέων τῇδε κἀκεῖσε μεταφέρει τὸ ὄμμα, θήραν ἐπιζητῶν, οὕτως νύκτωρ καὶ μεθ’ ἡμέραν ἁρπαγῆς καὶ πλεονεξίας ἐπινοεῖ μηχανήν· ἀλλ’ ὅμῶς κύψει, καὶ πεσεῖται. Ἕλκει μὲν διὰ τοῦ λογισμοῦ, ἁρπάζει δὲ διὰ τῆς κατ’ ἐνεργίαν ἁμαρτίας.