Fragmenta in Psalmos 1-150 [Dub.]
Origen
Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.
v. 16. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ἐποίησαν· ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν.
Καὶ μὴν κατὰ τῆς ἀρετῆς, ἀφθαρσίας λεγομένης, ὡς ἐν τῷ· Ἡ χάρις μετὰ τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν ἐν ἀφθαρσίᾳ· ἡ ἐναντίως ἔχουσα κακία, λέγοιτο ἂν εἰκότως διαφθορὰ καὶ φθορά. Εἴρηται γοῦν· Εἴ τις φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Καὶ παρὰ τῷ προφήτῃ· Ἕνεκεν ἀκαθαρσίας διεφθάρηται φθορᾷ.
v. 17. Γινώσκεται Κύριος κρίματα ποιῶν.
Ἔστιν ὅτε καὶ ἐκ τῶν κριμάτων ποδηγούμενος ὁ ἄνθρωπος ἐπιγινώσκει τὸν Κύριον.
v. 18. Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ.
Ἀποστρέφονται οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, ἵνα ἴδωσιν τὴν Ἰησοῦ ψυχὴν καταβαίνουσαν καὶ ἀναβαίνουσαν. Οἱ γὰρ προσδοκήσαντες αὐτὴν ὡσπερεὶ ἔξω ἔβλεπον, πρῶτον μὲν οἱ ἐν ἡμῖν ἁμαρτωλοὶ, εἶτα τὰ ἔθνη. Τί ἐπελάθετο τὰ ἔθνη τὸν Κύριον; ἡ γὰρ λήθη δευτέρα γνώσεως· οὐκοῦν ἐντεῦθεν σαφὲς καὶ τό· Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν· Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;