Fragmenta in Psalmos 1-150 [Dub.]

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

v. 8. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη, τὴν κληρονομίαν σου.

Τούτων τὰς βασιλείας ἔδειξεν ὁ διάβολος τῷ Σωτῆρι καὶ τὴν δόξαν ἐν στιγμῇ χρόνου.

v. 12. Δράξασθε παιδείας.

Παιδεία ἐστὶ μετριοπαθεία παθῶν· ὅπερ συμβαίνειν πέφυκεν ἐκ τῆς πρακτικῆς· ἤ γε πρακτική ἐστι διδασκαλία πνευματικὴ, τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσα.

v. 2. Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Vat. p. 625, 2.

Οἱ προκόπτοντες πολλοὺς τοὺς θλίβοντας ἔχουσι.

v. 4. Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἷ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.

Τὸ τηνικαῦτα ὑψοῦται νοῦς, ὁπηνίκα ἂν ἐπιβάλλῃ τῇ πολυποικίλῳ τοῦ Θεοῦ σοφίᾳ. — Τοῦ ἁγίου δόξα ὁ Θεός. Πᾶς δὲ οὖ δόξα ἐστὶν ὁ Θεὸς, ὑψοῦται ὑπ’ αὐτοῦ. κεφαλὴν, Τὴν τουτέστιν τῆς ψυχῆς τὸ ἔπαρμα. Ὥσπερ γὰρ ὑψοῦται κεφαλὴ τοῦ κατὰ σῶμα μεμεγεθυσμένου παρὰ τὰς τῶν ὑποδεεστέρων κεφαλὰς κάτω κειμένας, οὕτως καὶ διαναστάσης τῆς τοῦ μακαρίου ψυχῆς, ἡ κεφαλὴ ὑψοῦται, Θεοῦ συνεργοῦντος αὐτῇ.

v. 5. Καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ.

Ὅρα εἰ δύναται εἶναι ὄρος ἄγιον ὁ Μονογενὴς, ὅθεν ἐπακούσει ὁ Θεός.

v. 8. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεὸς μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως. Ὀδόντας ἁμαρτωλῶν συνέτριψας.

Ἑκάστῳ ὁ Θεὸς ἔχει τινὰ κατάστασιν· οἷς τισιν ἀνέστη, τοὺς καὶ σώζει· τοὺς δὲ ματαίως ἐχθραίνοντας πατάσσει. — Ματαίως ἐχθραινόντων τοιοῦτον δὲ τό· ἐμίσησάν με δωρεάν· ὁποῖοι δὲ οἱ συντριβόμενοι ὑπὸ Κυρίου τῶν ἁμαρτωλῶν ὀδόντες, τοιοῦτοι καὶ οὗτοι περὶ ὧν εἴρηται· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ.

v. 1. Εἰς τὸ τέλος, ἐν ψαλμοῖς, δὴ τῷ Δαυίδ. Vati. p. 625, 2.

Ὑπόθεσις. Πολλῶν ψαλμῶν κατὰ μὲν τοὺς Οʹ ἐχόντων ἐπιγραφὴν Εἰς τὸ τέλος, κατὰ δὲ τοὺς λοιποὺς τὰ κατάλληλα τῷ Εἰς τὸ τέλος ἐνθάδε ἀποδιδόμενα, ἄξιον, ὅση δύναμις, ἐξιχνεῦσαι τὸν δηλούμενον ὑπὸ τῆς λέξεως νοῦν. Ἰστέον δὲ, ὅτι, ὥσπερ πάσης τέχνης καὶ ἐπιστήμης ἐστὶ τὸ τέλος, ἐφ’ ὃ σπεύδει ὁ γνησίως τὴν τέχνην ἢ τὴν ἐπιστήμην μετιὼν, οὕτως καὶ τῆς λογικῆς φύσεως δεῖ τέλος τυγχάνειν. Τοῦτο δέ ἐστι τὸ ἐν Χριστῷ ζωοποιηθῆναι, κατὰ τὰ εἰρημένα Παύλῳ τῷ σοφωτάτῳ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους ἐπιστολῇ· Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. — Ὅσον δὲ ἐν τῷ λέγειν· ἐν τῷ ἰδίῳ τάγματι, οὐχ ἓν τέλος ὑπογράφει πάντων· εἰκός γὰρ ἕκαστον κατὰ τὴν ἀξίαν τῶν πεπραγμένων ζωοποιηθήσεσθαι, ἤτοι χωρὶς βασάνου ἐπὶ τοῦτο ἐρχόμενον, ἢ μετὰ κολάσεις. Ζωοποιήσας δὲ Χριστός πάντας ἐν αὐτῷ τοὺς ἐν τῷ Ἀδὰμ ἀποθνήσκοντας, βασιλεύει τῶν ζωοποιηθέντων. — Νομίζομεν τοίνυν τοὺς Εἰς τὸ τέλος ἐπιγεγραμμένους ψαλμοὺς, τοῦ τέλους τινὰ ἐπιγράφειν νοῦν, καὶ ἐπ’ ἐκεῖνο τοὺς συνιέντας τὰ λεγόμενα παρακαλεῖν. — Παντὶ δὲ ἀγωνιζομένῳ τυγχάνει

καὶ ἡ νίκη τέλος. Πολλαὶ μὲν οὖν αἱ τῶν κατὰ μέρος νῖκαι, καὶ τέλος, καθάπερ Παύλου ὅτε μὲν λέγοντος· Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς, ὅτε δέ· Τὸν ἀγῶνα τόν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτὴς, οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ.