Fragmenta in Psalmos 1-150 [Dub.]

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

v. 10. Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό.

Ἀναγκαῖον τοῖς δύο στίχοις τοῖς προτέροις τόν τρίτον προσέθηκε· τὰ γὰρ τοῦ Θεοῦ κρίματα, τοῖς μὲν ἁμαρτάνουσι καὶ παραβάταις φοβερὰ καὶ ἀποζητητέα καθέστηκεν· τοῖς δὲ ἐργαζομένοις τοῦ Θεοῦ τὸν νόμον καὶ φυλάττουσι παντὸς πλούτου τιμιώτερα, διὰ τὴν ἐλπίδα τῆς ἀμοιβῆς, ἀλλὰ μὴν καὶ πάσης ἡδονῆς γλυκύτερα φαίνεται.

v. 12. Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.

Σαφῶς ἡμῖν καὶ τοῦτο δεδήλωται ἐν τῷ προλαβόντι ψαλμῷ, ἀληθινὰ καὶ δίκαια παρὰ τοῦ ἀληθοῦς Θεοῦ καὶ δικαιοκρίτου δεδικαιωμένα λέγεται· ἐπὶ τὸ αὐτὸ δέ ἐστιν κατὰ τὸν αὐτὸν λόγον· ᾧ γὰρ λόγῳ ἐστιν ἀληθῆ, τούτῳ τυγχάνει καὶ δίκαια. — Εἰ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ὁ μὴ φυλάσσων, οὐ δοῦλός

σου. Φυλάσσει δὲ τὰ ἐπιθυμητὰ τοῦ Θεοῦ, ὁ ἐπιθυμῶν οὐκ ἄλλο τι ἡ αὐτά· διὸ ἔχει ἀνταπόδοσιν τῶν ἐπὶ Θεοῦ μελλομένων πολλήν.

v. 13, 14. Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου.

Ὁ δὲ Ἀκύλας τὸ ἀλλοτρίων ὑπερηφάνων ἐξέδωκεν. Ἐπὶ γὰρ τοῖς κατορθοῦσι τὸ πάθος, ἐσθ’ ὅτε τοῦτο παρέπεται, χαυνουμένης ἐπὶ τοῦτο τῆς διανοίας· καὶ δι’ ἑτέρου πάλιν ἐκτραχηλίζονται τρόπου, ὁποῖον τὸ ἀποστολικὸν, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου, ἀναγκαίως προειπών· Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἱκετεύει ῥυσθῆναι τῆς ὑπερηφανείας· ἀφ’ ἧς ἁμαρτίας οὔσης μεγάλης καθαρισθεὶς, ἄμωμος ἔσομαι ἐξ ὑπερηφανείας, ἅμα καὶ τῶν κρυφίων καθαρισθείς· νῦν γὰρ οὔπω θαῤῥῶ.

v. 3, 4. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντελάβοιτό σου· μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. Vatic. p. 635, 1.

Ῥυσθήσει, φησὶν, εὐχαριστικῶς αὐτῷ προσάγων θυσίαν πνευματικήν· τὸ πάσης πλῆθος ἐμφαίνει· ὀλίγης γὰρ οὐ μίμνηται. Πιαίνεται δὲ ὁλοκαύτωμα, ὅταν ὅλῳ τῷ νοητῷ πυρὶ παραδοθῇ, τῷ πνεύματι· ἔσται δὲ τοῦτο, ὅταν οἱ προσφέροντες πνευματικοὶ τυγχάνωσιν.

v. 8. Οὗτοι ἐν ἄρμασι καὶ οὗτοι ἐν ἵπποις.

Νόει καί ἵππους τὰ σκριρτήματα τῶν παθῶν, εἰς [οἷς] ἐπιβαίνουσιν οἱ δαίμονες· ἅρματα δὲ τὴν σύμπνοιαν τῶν ὁρμητικῶν παθῶν, ἐν οἷς παρασκευάζονται καθ’ ἡμῶν.

v. 10. Κύριε, σῶσον τὸν βασιλέα σου, καὶ ἐπάκουσον ἡμῶν.

Νῦν δὲ τέως ἡμῖν τὸν βασιλέα σῶσον Δαυίδ.

v. 7. Ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. Vatic. p. 635, 2.

Λέγων πρὸς αὐτόν· Δεῦρο, εὐλογημένος τοῦ Πατρός μου. Ὥσπερ ἀπὸ τοῦ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ αὐτὴ χάρις καὶ εἰρήνη δίδοται, οὕτως ἀπὸ Θεοῦ καὶ τοῦ προσώπου αὐτοῦ· πρόσωπον δὲ Θεοῦ, ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, μεθ’ οὗ ὁ βασιλεὺς εὐφραίνεται, πεῖραν τοῖς προσδοκωμένοις προβάλλων. Ἢ ὅτι μετὰ τοῦ Θεοῦ Λόγου τῆς εἰκόνος, οὐ γενόμενος ὁ βασιλεὺς, ναὸς αὐτοῦ χρηματίζει, καὶ σύμμορφος αὐτοῦ γενόμενος, εὐφραίνεται.

v. 9. Εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.

Εὐεργεσία ἐστὶν ἁμαρτιῶν ἐκπεσεῖν καὶ ἐννοιῶν πονηρῶν· σπέρμα γὰρ ἁμαρτίας λογισμὸς πονηρός.

v. 4. Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος Ἰσραήλ. Vatic. p. 636, 1.

Ἐντεῦθεν μανθάνομεν ὅτι αὐτοέπαινός ἐστιν ὁ Κύριος καὶ ἐπαινούμενος ὑπὸ τοῦ Ἰσραὴλ, ἡ αὐτὸς ἔπαινος ὤν.

v. 7. Ἐγὼ δέ εἰμι σκώληξ.

Ὡς ἐκ προσώπου τοῦ σαρκωθέντος Θεοῦ λέγει, εἰ καὶ μὴ κατὰ τὴν Θεότητα λαμβανόμενον, ἀλλὰ κατὰ τὸ φαινόμενον καὶ τὸ ταπεινὸν τῆς σαρκὸς, τό· Ἐγώ εἰμι ὁ σκώληξ.

v. 19. Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με.

Ψηλαφῶντες, κατὰ τὸ εἰκὸς, ἅπαν αὐτοῦ τὸ σῶμα καὶ ἀναμετροῦντες ἕκαστον τῶν ὀστέων, ἵνα ἴδοιεν οὗ τοὺς ἥλους πῆξαι χρή.

v. 21. Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου.

Καὶ πρὸς τὴν ἁγίαν θεοτόκον ὁ Συμεών φησι· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία.

Καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου.

Ἑνικῶς δὲ νῦν, οὓς εἶπεν ἄνω κύνας, διὰ τὸ γένος καλεῖ. — Μονογενῆ δὲ τὴν ἰδίαν ψυχὴν εἶπεν, ὡς μόνην ἁμαρτίαν μὴ γνοῦσαν· ἀλλὰ καὶ ὅτι μόνη διὰ παντὸς εἶχε τοῦ Θεοῦ Λόγου τὴν ἕνωσιν. Τάχα δὲ τὴν παραστᾶσαν ἐκκλησίαν αὐτῷ λέγει μονογενῆ, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἐκ τῶν ἀμώμων τελείως συμπληρωμένην, ὧν κατὰ προκοπὴν εἰς διάφορα τάγματα διῃρημένην· ἐξήκοντα μέν εἰσι βασιλίδες, ὀγδοήκοντα δὲ παλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· ὑπὲρ δὲ πάσας ἐστὶ περιστερὰ τελεία, μονογενὴς οὖσα τῇ μητρὶ τῇ ἄνω Ἰερουσαλήμ.

v. 1, 2. Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Vatic. p. 637, 1.

Τέλειος ὁ κατ’ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν γνωριζόμενος, ᾧ καὶ βασιλεὺς, ἀλλ’ οὐ ποιμὴν ἐπιγράφεται Κύριος· ὁ δὲ προκόπτων ἐν εἰσαγωγῇ, πρόβατον κληθείη Θεοῦ, καὶ ποιμαίνεται ὑπ’ αὐτοῦ, καὶ τὸ εὐαγγέλιον νέμεται, καὶ πίνει ὕδωρ, οὗ ὁ πιὼν οὐ διψᾷ· οὔπω δὲ τῆς ἀληθινῆς ἀμπέλου τὸν οἶνον, καὶ ἀναπαύεται διὰ λυτροῦ παλιγγενεσίας, ἀποτιθέμενος τὸ τῶν ἁμαρτημάτων φορτίον. Καὶ ἄλλως δὲ ὁ τὸ πρᾶον καὶ εὐσταθὲς κατορθώσας Χριστοῦ, ὑπ’ αὐτοῦ ποιμαίνεται ἐπὶ τὴν χλόην, τις ἐστὶν ἠθικὴ διδασκαλία, ἐν ᾧ κατεσκήνωσέ με, φησὶν, ἀλλ’ οὐ κατῴκισε. Καὶ ἀλλαχοῦ δὲ, φησίν· αὐτὸς ποιμαίνει ἡμᾶς εἰς τοὺς αἰῶνας. Ὅρα δὲ καὶ νόει τὴν χλόην, καὶ νοητὸν αὐτῆς τόπον, καὶ νοητὸν ἀναπαύσεως ὕδωρ, τῷ ἔτι ποιμαινομένῳ διδόμενον, ἕως λογικῆς τραπέζης,

καὶ ποτηρίου μεταλαβεῖν τις δυνηθείη. Εἰ ἔτι τι μὴ ἀποκτεῖνον γράμμα, ἐκεῖνο ἔσται χλόη· ποιμαινομένουσι δὲ πνευματικῶς τράπεζα ἡτοιμασμένη, τοῖς ὑπομένουσι τὰς θλίψεις.

v. 3. Τὴν ψυχήν μου ἐπέστρεψεν, ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης, ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.

Ἐπέβη γὰρ ὥσπερ ὁ ποιμὴν, καὶ προέτριψε τρίβους, ὡς ἰδίου αὐτοῦ προβάτου τοῖς ἴχνεσιν ἐπακολουθεῖν. Δικαιοσύνη μὲν οὖν ἡ πρακτικὴ τῶν δικαίων ἕξις, ἧς αἱ κατὰ τὴν ἐνέργειαν τρίβοι. Εἰ δὲ δικαιοσύνην εἴποι τις τὴν γενικὴν ἀρετὴν, τρίβους ἐρεῖ ταύτης τὰς κατ’ εἶδος ἀρετὰς, ἐφ’ ἃς ὁδηγεῖ τὸν τὴν αὐτοῦ προσηγορίαν ἐπιγραφόμενον. Τὴν ψυχήν μου, φησὶν, ἐπέστρεψε, πλανηθεῖσαν ἐκ τῶν οἰκείων ἢ καταπεσοῦσαν· ἢ ἐκπεσοῦσαν τὴν ψυχὴν ἐπιστρέφει ὁ Κύριος, καὶ ἀποκαθίστησι μετὰ τὸ ποιμᾶναι, καὶ εἰς τόπον χλόης κατασκηνεῖται· εἶτα ἐπιστρέψας ὁδηγεῖ ἐπὶ τρίβους δικαιοσύνης καὶ ἀρετῆς.

v. 4. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά.

Λέγοις δ’ ἂν καὶ σκιὰν θανάτου τὸν φυσικόν τε καὶ κοινὸν θάνατον τῷ τῆς ψυχῆς θανάτῳ διαστελλόμενον· καθὸ λέλεκται ἡ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖν, ὡς ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ Θεοῦ οὐ μὴ ἀποθανεῖται εἰς τὸν αἰῶνα, μεταβεβηκὼς ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωήν· σκιὰν γὰρ οὐχ ὑπομένουσι θανάτου, ἢ κινδύνους, ἣ σώματος λύσιν.