Fragmenta in Psalmos 1-150 [Dub.]
Origen
Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2-3. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.
v. 4. Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι· τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Vatic. p. 629, 2.
Εἰ οἱ ὀφθαλμοὶ Κυρίου εἰς πένητας ἀποβλέπουσι, γενώμεθα πένητες, ἵνα οἱ ὀφθαλμοὶ
Κυρίου εἰς ἡμᾶς ἐπιβλέπωσιν. Εἰ δὲ οἱ πλούσιοι οὐκ εἰσὶ πένητες, οἱ ὀφθαλμοὶ Κυρίου εἰς τοὺς πλουσίους οὐκ ἀποβλέπουσι. — Σὺ δὲ ὅταν ἀκούσῃς ἐν οὐρανοῖς εἶναι, καὶ παροικεῖν τὸν Θεὸν, ἐκ τῆς ἱερᾶς γραφῆς, ἢ ἐνδότερον εἶναι τοῦ καταπετάσματος, μὴ περιορισμούς τινας καὶ τοπικὰς οἰκήσεις, καὶ μεταβάσεις, καὶ ἀναβάσεις, καὶ ἐξελεύσεις νοήσῃς πτωχοπρεπεῖ γὰρ οὔσῃ τῇ ἡμετέρᾳ φύσει, καθὰ χωρεῖ ἀκοῦσαι, διαλέγεται αὐτῇ τὸ Πνεῦμα τὸ ἄγιον. Καὶ μάρτυς τοῦ λόγου ἡ μωσαϊκὴ συγγραφὴ, παχεῖα καὶ ἀνάξια Θεοῦ τοῦ ἀπεριγράπτου περιέχουσα ῥήματα· ἅτινα οὐ Μωσῆς ἐξέθετο οἴκοθεν, ἀλλ’ ὁ Θεὸς δι’ ἀγγέλων αὐτοῦ ἐν ὄρει τῷ Σιναΐῳ ταῦτα προηγόρευσε ἐπὶ τῆς σκηνῆς· ὅθεν ὡς ἀγγέλου ταῦτα λαλήσαντος, οὐδὲ τέθεικεν ὅλως τὸ ὄνομα ἐν τῇ ἀπογραφῇ αὐτῆς ὁ Μωϋσῆς, καθὼς οἱ λοιποὶ προφῆται βίβλοις τῶν οἰκείων προφητειῶν. — Βλέφαρα δὲ [νοήσεις] κριτικὴν αὐτοῦ πρόνοιαν καὶ τῶν πραγμάτων ἐξεταστικήν.v. 5. Ὁ δὲ ἀγαπῶν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
Εἱ ὁ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχὴν, ὁ μισῶν δηλονότι τὴν ἀδικίαν, ἀγαπᾷ τὴν ἑαυτοῦ ψυχήν.
v. 6. Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος, ἡ μέρις τοῦ ποτηρίου αὐτῶν.
Ποτήριον νῦν τὴν κόλασιν ὀνομάζει, ἐν ᾧ κακίας καὶ ἀγνωσίας ἐγκέκραται πόμα.
v. 1. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Vatic. p. 690, 1.
Ἐπειδὴ κινδυνεύει τῆς ἀληθείας ἀπεσβεσθῆναι τὸ χάρισμα, οἱ μὲν ὅσιοι ἐκλέλοιπον, αἱ δὲ ἀλήθειαι ὠλιγώθησαν· οὐκ ἐν τοῖς ὁσίοις μόνοις αἱ ἀλήθειαι, καὶ ἐν τοῖς ἀληθέσιν ἡ ὁσιότης. Ὁ ἐπειδὴ οἱ ὅσιοι ἐκλελείπασιν, διὰ τοῦτο ὠλιγώθησαν αἱ ἀλήθειαι· καὶ τάχα ἡ σπάνις τῶν ὁσίων αἰτία γέγονε τῶν πολλῶν αἱρέσεων.