Ἐπεὶ οὐδεμιᾶς τροπολογίας δεῖται τὸ πύσμα τῶν Σαδ- [*](1 Matth. 25, 1 — 7f Vgl. I. Kor. 2, 9 — 11f Vgl. II. Kor. 12,4 — 19f Vgl. Matth. 19, 5 Parr. — 24ff Vgl. dazu in Joh. tom. II, 24 (IV, 81, 1ff)) [*](9 ἔσται Koe, vgl. lat. ἔστιν Μ H 11/12 ῤήμασιν + constitutae lat. 17 ὁ] 1 χς? Kl, vgl. lat., doch lafit gr. auch Ζ. 15 Christi aus 21 ὅτι < Μ 25 (!) Hu 28 <οὔσας οὐδ’> Diehl Kl Koe, vgl. lat.) [*](7 videt . . . audit y 18ff lat. ungenau Koe 20 duo μ duos x 23 aceipiens Diehl, vgl. gr. audiens x 29 <sanctis> Diehl, vgl.)
v.10.p.693
δουκαίων περὶ τῶν ἑπτὰ ἀδελφῶν ἐσχηκότων μίαν γυναῖκα, φέρε κατανοήσωμεν τοὺς τοῦ σωτῆρος περὶ ταῦτα λόγους, ἐν οἷς φησι · πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ. ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ᾿ εἰσὶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ. πρὸς τοῦτο δέ ζητήσει τις τοιαῦτα· ὁ λέγων σωτὴρ τοῖς Σαδδουκαίοις· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδέ τὴν δύναμιν τοῦ θεοῦ ἐμφαίνει κατὰ τὰς γραφὰς παρίστασθαι τὸ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν μὴ εἶναι γόμους, ἅτε τῶν ἀνθρώπων <ὁμοιωθ>ησομένων τοῖς ἐν ἀγγέλοις παρ’ οἷς οὐκ ἔστι γόμος. ποία οὖν γραφὴ δηλοῖ ὅτι ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται; καὶ ποῦ τοῦ νόμου ἢ τῶν προφητῶν μανθάνομεν περὶ τῶν ἀναστησομένων ὅτι ἔσονται ὡς οἱ ἐν τῷ οὐρανῷ ἄγγελοι; σαφῶς γὰρ τοιαῦτα ἐν τῇ | παλαιᾷ γραφῆ οὐχ εὑρίσκομεν. κατὰ μὲν τὸν Λουκᾶν τοῦτο οὐ ζητηθήεται, ἀναγράψαντα τὸν σωτῆρα εἰρηκέναι· »οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γεννῶσι καὶ γεννῶνται, γα-
[*](32 Luc. 20, 34 (var. lect.)) [*](15 τὰς] quibusdam lat. 17 f ἀνθρώπων <ὁμοιωθ>ησομένων Kl, vgl. und Hu ἀναστησομένων M H 21 γραφὴ ἐν τῇ ἀναστάσει δηλοῖ ὅτι Ηa) [*](4 <in> Koe, vgl. gr. 6 l. <enim> ? Kl, vgl. 11/12 indicat + enim GL 12 quibusdam] lat. las τινὰς st. τὰς ? 15 similitudinem μ) v.10.p.694
μοῦσι καὶ γαμίσκονται« καὶ <τὰ> ἑξῆς καὶ μὴ εἰπόντα ἐν τῷ τόπῳ τούτῳ τι πρὸς τοὺς Σαδδουκαίους καὶ περὶ τοῦ ἐν ταῖς γραφαῖς ταῦτα δηλοῦσθαι. κατὰ δέ τὸν Ματθαῖον ζητηθείη ἂν, ὁμοίως δέ κοὶ κατὰ τὸν Μᾶρκον· κατ᾿ αὐτὸν γὰρ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε τοῖς Σαδδουκαίοις· »οὐ διὰ τοῦτο πλανᾶσθε μὴ γινώσκοντες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ; ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ᾿ εἰσὶν ὡς οἱ ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς«.
Ἔκαστος μέν οὖν τῶν ἐπιστησάντων τῇ ἐπαπορήσει ἡμῶν ζητείτω ἀπὸ τῶν γραφῶν παριστάμενα τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα περὶ τῶν μετὰ τὴν ἀνάστασιν. ἡμεῖς δὲ τοιαῦτα φήσομεν ὅτι περιέχουσι ταῦτα αἱ γραφαὶ οὐκ αὐτολεξεὶ οὐδ’ ὥστε τοῖς τυχοῦσι νοηθῆναι, ἀλλ᾿ ἐν τροπολογίᾳ. »σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν« καὶ νομοθετήσας τινὰ περὶ γυναικῶν καὶ ἀνδρῶν καὶ δηγησάμενος γάμους δικαίους, οὐ περὶ τούτων προηγουμένως λέγει ἂ ἐκ τῆς Προχείρου λέξεως ἐκλάβοι τις ἄν. ἀλλὰ περὶ ὧν καὶ ἡμεῖς προαπεφήναμεν παραθέμενοι τὰ περὶ [*](9 Marc. 12, 24f — 26 Hebr. 10, 1 — 32ff Vgl. S. 628, 18ff) [*](1 <τὰ> Lo) [*](15 poterit μ potuerit x 21 l. dicemus ? Kl, vgl. gr. 22 tamen] autem y 27 dicens] 1. docens ? Kl 29 <iustas> Diehl, vgl. gr. 32 <B)
v.10.p.695
τοῦ γόμου τοῦ σωτῆρος <καὶ ἐκκλησίας> ἐσομένου ἐν τῷ αἰῶνι. οἷον <εἰ> »Ἀβραὰμ δύο ἔσχεν, ἴνα ἐκ τῆς παιδίσκης καὶ ἔνα ἐκ τῆς ἐλευθέρας. καὶ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διά τῆς ἐπαγγελίας«, οὐ πάντως στῆναί με δεῖ ἐπὶ τοῦ αἰσθητοῦ γάμου τῆς ἐλευθέρας καὶ τῆς πρὸς τὴν παιδίσκην κοινωνίας· ταῦτα γάρ ἐστιν ἀλληγορούμενα«. ἀλλ᾿ εἰ καὶ ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, κοὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν«, οὐχ οὕτως ἀκουστέον τοῦ λεγομένου ὡς οὐδὲν μυστήριον δηλοῦντος · »τὸ« γὰρ »μυστήριον τοῦτο μέγα ἐστὶ« κοὶ ὡς Παῦλός φησιν) »εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν« ἀναφερόμενον. καὶ πρὸ βραχέος δὲ ἐκθέμενοι τὸ περὶ τῆς γαμουμένης τῷ ἀδελφῷ τοῦ τετελευτηκότος ἀνδρὸς αὐτῆς ὡς ἐδυνήθημεν ἐξητάσαμεν τὸ βούλημα τοῦ νόμου. εἰσὶ δὲ κοὶ ἄλλοι μυρίοι περὶ γυναικὸς καὶ ἀνδρὸς νόμοι ὡς περὶ τοῦ βιβλίου τοῦ ἀποστασίου καὶ περὶ τῶν δύο γυναικῶν ἑνὶ ἀνδρὶ γινομένων, μιᾶς μὲν ἀγα-
[*](3 Gal. 4, 22f — 11 Vgl. Gal. 4, 24 — 12 Gen. 2, 24 Parr. — 19f Eph. 5, 32 — 23ff Vgl. S. 672, 31ff — 30 Vgl. Deut. 24, 3 — 31 Vgl. Deut. 21, 15) [*](1 <καὶ τῆς ἐκκλησίας> Koe, vgl. lat. 3 <εἰ> Kl, vgl. Ζ. 12 6 Ma H 13 καταλήψει H 23 βραχέως υ | τὸ ΚΙ τὸν Μ H 29 νόμοι] lat. las τόποι) [*](2 illo <B) v.10.p.696
πωμένης ἑτέρας δὲ μισουμένης, καὶ περὶ τῆς γαμουμένης αἰχμαλώτου τῷ αὐτῆς ἐρασθέντι, γαμουμένης δέ μετὰ τὸ ξύρασθαι καὶ ἐν πενθικοῖς κλαῦσαι τὸν πατέρα καὶ τὴν μητέρα αὐτῆς), ὧν ἕκαστος τὸ σεμνὸν καὶ θεῖον ἔχει ἐν τῇ εὑρισκομένῃ ἀληθινῇ τροπολογίᾳ. εἴ τις οὖν ἀναγινώσκων τὸν νόμον καὶ τὰ περὶ γάμων γυναικῶν καὶ ἀνδρῶν διεξερχόμενος οἴεται μηδὲν πλέον τῶν ὑπὸ τοῦ γράμματος σημαινομένων *** δήλοῦσθαι, πλανᾶται μὴ εἰδὼς τὰς γραφὰς μηδέ τὴν δύναμιν τοῦ θεοῦ.
Ζητήσαι δ’ ἂν τις εἰ <τὸ> πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς λεγόμενον τοῖς Σαδδουκαίοις, μὴ προσιεμένοις ἄλλην γραφὴν ἢ τὴν νομικήν, ἀναφορὰν ἔχει καὶ ἐπὶ ἑτέρας παρὰ τὸν Μωσέως νόμον γραφάς. ὁ μέν οὖν τις φήσει κατ’ αὐτὸ τοῦτο ἐγκαλεῖσθαι τοὺς Σαδδουκαίους ὅτι μὴ προσιέμενοι τὰς ἑξῆς τῷ νόμῳ γραφὰς πλανῶνται μὴ εἰδότες αὐτός. ἕτερος δέ ἐρεῖ· ἀρκεῖ πρὸς τὸ τὴν [*](2 Vgl. Deut. 21, 11 — 13) [*](4 πενθικοῖς <λόγοις> Koe 7 + loctis lat., vgl. S. 695, 29 8 ἔχει <περὶ γάμων> Koe, vgl. lat. 13 *** Diehl Kl, vgl. lat. 20 <τὸ> Kl, vgl. lat. 21 μὴ] καὶ Μ 26 κατ ΚΙ, vgl. lat. καὶ Μ H 28 τὰς] ceteras lat. 32 αὐτὰς] scripturas lat.) [*](12 uxorum <prosequitur> ? vgl. gr. 14 [in eis] Kl, vgl. gr. 27 in < y 29 f lat. las τὰς ἑξῆς τοῦ νόμου γραφὰς ? Diehl Kl 33 dicet Koe, vgl. gr. dicit x)
v.10.p.697
πλάνην ελέγχεσθαι τῶν Σαδδουκαίων τὸ μὴ εἰδέναι αὐτοὺς τὰς κατὰ Μωσέα γραφὰς τῷ μὴ ἐκλαμβάνειν τὸν ἐν ταύταις θεῖον νοῦν. δύο μέντοιγε πράγματά φησι μὴ εἰδέναι τοὺς Σαδδουκαίους, ἔν μέν τὰς γραφάς, ἕτερον δέ τὴν δύναμιν τοῦ θεοῦ, ἀφ᾿ ἧς δυνάμεως τὰ τῆς ἀναστάσεως γίνεται καὶ ἡ κοινὴ ἐν αὐτῇ ζωή. δύναται δέ τις <λέγειν> τὸ μηδὲ τὴν δύναμιν τοῦ θεοῦ εἰδέναι λέγεσθαι τοὺς Σαδδουκαίους ἀναρέρειν ἐφ’ ἑαυτὸν τόν σωτῆρα· ἐπείπερ Χριστὸς θεοῦ δύναμίς ἐστι καὶ θεοῦ σοφία, καὶ ἠγνόουν αὐτὸν οἱ Σαδδουκαῖοι, ὡς μὴ εἰδότες τὰς περὶ αὐτοῦ γραφὰς μηδὲ οἶα διακονήσεται τῇ ἐκ νεκρῶν ἀναστάσει τῶν σωθησομένων. ὁ δὲ μὴ ἀρεσκόμενος τῷ διὰ τῆς τροπολογίας λύεσθαι τὸ περὶ τοῦ πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδέ τὴν δύναμιν τοῦ θεοῦ ἐπηπορημενον, δυεῖν θάτερον ποι<εῖν δε> ήσει, ἢ ἀπιστήσει τοῖς ἐκκειμένοις ῥητοῖς ὡς οὐ καλῶς ἀναγεγραμμένοις, τῷ μὴ ἂν τὸν σωτῆρα τὰ μὴ γεγραμμένα εἰρηκέναι ὡς γεγραμμένα, ἢ τολμήσει ἀπιστῆσαι ὡς οὐκ ἀληθεύσαντι τῷ Ἰησοῦ.
[*](14 Vgl. I. Kor. 1, 24; dazu Π 254, 2) [*](10 <λέγειν> Koe, vgl. lat. 13 ἐπ᾿ οὐτὸν 1 HvL, doch s. Ζ. 10! 29 ποι<εῖν δε>ήσει Koe, vgl. lat. 30 ῥητοῖς + Christi lat.) [*](9ff lat. frei 9/10 atitem < L 31ff lat. verstand falsch oder hatte Kickenhafte Vorlage Koe) v.10.p.698
καὶ τρίτος δ’ ἂν τις, ἐπὶ τοὺς ἀποκρύφους καταφεύγων λόγους, | ἔνθα δοκεῖ σαφέστερον τὰ περὶ τῆς μακαρίας γεγράφθαι ζωῆς, φήσει ἐπ᾿ ἐκείνους τὴν ἀναφορὰν εἶναι τῶν ἐνταῦθα γεγραμμένων ἐν τῷ πλανᾶσθε μὴ εἰδότες τὰς γραφάς. καὶ ὅρα εἰ μὴ πάντοθεν ἀτόποις περιπεσεῖται διὰ τό φεύγειν τὴν προπολογίαν. εἴτε γὰρ τῇ γραφῇ ἀπιστεῖ, παρὰ τὸν ἐκκλησιαστικὸν ποιήσει λόγον· εἴτε τῷ Ἰησοῦ, ὡς κατὰ σάρκα Ἰουδαῖος τὸ τοιοῦτο ποιήσει · εἴτε ἐπὶ τοὺς ἀποκρύφους <λόγους> οὐκ ἐπὶ ὁμολογούμενον πρᾶγμα παρὰ τοῖς πεπιστευκόσιν ἐλεύσεται. διόπερ ἐμοὶ οὐκ ἄλλως φαίνεται δύνασθαι λύεσθαι τὸ πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· ἐν γὰρ τῇ ἀναστάσει οὔτε γα. μοῦσιν οὔτε γαμίσκονται ἢ διὰ τῆς ἀνάλογον κειμένης ἀλληγορίας παρὰ τῷ ἀποστόλῳ ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ περὶ παιδίσκης καὶ ἐλευθέρας, ἀποδοθησομένης καὶ εἰς τὰς λοιπὰς γραφὰς ἔνθα περὶ ἀνδρὸς καὶ γυναικὸς λέλεκταί τι. καὶ ὥσΠερ πλανῶνται οἱ διὰ τό μὴ τροπολογεῖν τὰ προφητικὰ οἰόμενοι μέλλειν ἡμᾶς
[*](28. 29 Vgl. Gal. 4, 22) [*](16 τὸ τοιοῦτο] τοῦτο H 17 <λόγους> Diehl Kl Koe 21 λύεσθαι Mc λυθήσεσθαι (?) Ma <H) [*](3 videbitur R 9/10 <in inpossibilia> Diehl, vgl. gr. 26 quis x* qui μ) v.10.p.699
μετὰ τὴν ἀνάστασιν ἐσθίειν καὶ πίνειν σωματικὰ βρώματα <καὶ πόματα>, ἐπεὶ <καὶ> αἱ λέξεις <προφητικῶν> γραφῶν τοιαῦτα οὕτως καὶ καῖ περὶ γάμων γεγραμμένα καὶ ἀνδρῶν καὶ γυναικῶν τηροῦντες ἐπὶ τοῦ ῥητοῦ καὶ οἰόμενοι συνουσίαις ἡμᾶς καὶ τότε χρήσεσθαι, δι᾿ ἃς οὐδὲ σχολάζειν ἐστὶ »τῇ προσευχῇ« δυνατὸν ἐν μολυσμῷ πως ὄντων καὶ ἀκαθαρσίᾳ τινὶ τῶν χρωμένων ἀφροδισίοις.
Μετὰ ταῦτα ζητῶ πότερον τὸ πλανᾶσθε μὴ μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ ἐπὶ μόνον ἀναφέρεται τὸ ἐν γὰρ τῇ ἀνστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται ἢ καὶ ἐπὶ ἀλλ’ εἰσὶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ. οὐ γὰρ εὑρίσκω, ποῦ τῆς γραφῆς λέγονται οἱ σωθησόμενοι εἶναι ὡς ἄγγελοι | ἐν τῷ οὐρανῷ· εἰ μὴ ἄρα τις καὶ τοῦτο φήσει δηλοῦσθαι ἐν τῷ »σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρος σου μετ εἰρήνης, τραφεὶς ἐν γήρᾳ καλῷ« καὶ <τῷ »προσετέθη πρὸς τὸν αὐτοῦ« [*](9f Vgl. I. Kor. 7, 5 — 24 Gen. 15, 15 — 27 Gen. 25, 8 u. ö.) [*](2/3 <καὶ πόματα> ΚΙ, vgl. lat. 3 <καὶ> Diehl Kl Koe, vgl. 4 <προφητικῶν> Koe, vgl. lat. | + quaedam lat. 8 συνουσίαις] carnalium nuptiarum lat. | χρήσεσθαι υ χρήσασθαι H χρῆσθαι Μ — 23 οὐ — οὐρανῷ < H 27 <τῷ — ἢ> ΚΙ Koe, vgl. lat.) [*](3 potus R B L potos G post μ 5 quidam R Gc | sic x* sicut μ 18 ex eo ? Koe 23 lat. las καὶ τοῦτο <κατὰ τροπολογίαν νοήσας> Koe)
v.10.p.700
τῷ »προσετέθη πρὸς τὸ γένος αὐτοῦ«. ἢ τῷ ἐν Δευτερονομίῳ λεγομένῳ περὶ ἀνθρώπου ὡς τεταγμένου ὑπὸ θεοῦ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς · ἑαυτῷ δὲ τὴν λέξιν τηρήσας εὑρήσεις. ἑξῆς τούτῳ ἔστιν ἰδεῖν τὸ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· ἐγώ εἰμι ὁ θεὸς Ἀβραάμ καὶ ὁ θεὸς Ἰσαὰκ Λ·αὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ θεὸς θεὸς νεκρῶν ἀλλὰ ζώντων. καὶ εἰς τοῦτο δὲ φήσομεν ὅτι μυρία δυνάμενος περὶ τοῦ ὑπάρχειν τὴν μέλλουσαν ζωὴν τοῖς ἀνθρώποις παραθέσθαι ἀπὸ προφητῶν ὁ σωτήρ, τοῦτο ου πεποιηκεν, διὰ τὸ τοὺς Σαδδουκαίους μόνην προσίεσθαι τὴν Μωσέως γραφήν, ἀφ᾿ ἧς ἐβουλήθη αὐτοὺς συλλογισμῷ δυσωπῆσαι τοιοῦτό τι δηλοῦντι· ὁ θεὸς εἶπε Μωσεῖ· ἐγώ εἰμι θεὸς Ἀβραάμ καὶ θεὸς Ἰσαάκ καὶ θεὸς Ἰακώβ«, ἡνίκα ἐπὶ τῆς βότου ἐχρημάτισεν αὐτῷ. ἤτοι οὖν ὁ θεὸς θεὸς ὄντων ἐστὶν ἢ θεὸς οὐκ ὄντων. ἀλλ᾿ ἄτοπον λέγειν ὅτι ὁ θεὸς ὁ εἰπών· <»ἐγώ εἰμι> ὁ ὤν«, »τοῦτό μοί
[*](1 Gen. 35, 29 — 2 Vgl. Deut. 4, 32 — 13ff Vgl. Hieron. in Matth. 180E: ad comprobandam resurrectionis veritatem multo aliis manifestioribus exemplis ivti potuit — 20 ff Vgl. Hieron. in Matth. 181 B: hi quinque tantum lihros Mosi recipiebant, prophetarwn vaticinia respuentes; stulttim ergo erat inde proferre testimonia etc. — 24 Ex. 3, 6 — 30 f Ex. 3, 14. 15) [*](2 τῶ ἐν ~ H 6 τοῦτο Μ 31 <ἐγώ εἰμι> Kl, vgl. lat u. LXX) [*](11 sed deus G L 29 [est] Kl, vgl. gr | dixit L) v.10.p.701
ἐστιν ὄνομα«, τῶν οὐδαμῶς ὄντων θεός ἐστιν. εἰ δέ τοῦτο ἄτοπον, ὄντων θεός ἐστι καὶ ζώντων καὶ ὑφεστηκότων καὶ αἰσθανομένων τῆς χά- χάριτος, ἧς αὐτοῖς ὁ θεὸς ἐδωρήσατο. θεὸν ἑαυτὸν ἀναγορεύων αὐτῶν καὶ λέγων· »τοῦτό μού ἐστι μνημόσυνον αἰώνιον«. ζῶσιν ἄρα αἰσθανόμενοι τοῦ θεοῦ καὶ τῆς χάριτος αὐτοῦ ὁ Ἀβραάμ καὶ ὁ Ἰσαάκ καὶ ὁ Ἰακὼβ <καὶ> καθ’ ἕκαστον αὐτῶν χρηματίζει θεός· οὐ γὰρ γέγραπται· »ἐγὼ θεὸς Ἀβραὰμ« καὶ Ἰσαάκ καὶ Ἰακώβ, ἀλλ᾿ »ἐγώφ εἰμι θεὸς Ἀβραάμ καὶ θεὸς Ἰσαάκ καὶ θεὸς Ἰακώβ«. καὶ οὕτως γε ἀνέγραψαν Ματθαῖος καὶ Μᾶρκος καὶ Λουκᾶς, ἵν᾿ οἶμαι) παραστήσωσι τοῖς προσέχουσι τῇ ἀναγνώσει ὅτι καθ’ ἕκαστον αὐτῶν ὁ θεὸς θεός ἐστι, τοῦτ’ ἐξαίρετον αὐτοῖς χαριζόμενος. οὐ γὰρ ἦσαν ὅμοιοι τοῖς Ἑβραίοις, ἶνα συλληπτικῶς ὥσπερ ἐκείνων οὕτω καὶ τούτων ὁ θεὸς λέγηται.
[*](10 Ex. 3, 15 — 18f Ex. 3, 6 — 20 Ex. 7, 16 — 23f Vgl. Matth. 22, 32 Marc. 12, 26; Luc. 20, 37) [*](1 ὄνομα + seinpiternum lat. 8 ἦς] οἷς Μ 14 <καὶ> . . . χρημα- τίζει ΚΙ Koe χρηματίζων Μ H) [*](1 [si] Kl, vgl. gr. 6 <extant et> Koe, vgl. gr. 22 me + ad te Gc gehört hinter gr. Ζ. 31 26 perfectissimi Diehl Kl Koe perfectissime x) v.10.p.702
επ εκεινων μὲν γὰρ γεγραπται· »ο θεὸς τῶν Ἐβραίων ἀπέστειλέ με«, ἐπὶ δέ τούτων κατὰ ἕνα, ἵνα παραστήσῃ ὁ λόγος ὅτι εἷς Ἀβραάμ ἰσότιμος ὅλῳ ἔθνει Ἑβραίων ἐστίν · οὐ γὰρ ἐπίσης ἐστὶν ὁ θεὸς θεὸς Ἀβραάμ καὶ θεὸς Ἑβραίων. τὸ δ’ ὅμοιον ἐρεῖς καὶ περὶ τοῦ θεὸν αὐτὸν εἶναι τοῦ Ἰσαάκ καὶ θεὸν τοῦ Ἰακὼβ ὡς θεὸν τῶν Ἑβραίων. τοιαύτης δὲ τιμῆς ἠξιῶσθαι νομίζω καὶ τὸν Ἠλίαν, διὸ ἀναγέγραπται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· »ὁ θεὸς Ἡλιοῦ«.
Τοῦ μέν οὖν Ἀβραάμ θεὸς μόνον ἦν ὁ θεός, ὁμοίως δέ καὶ τοῦ Ἰσαάκ καὶ τοῦ Ἰακώβ. τοῦ δὲ κρείττονος αὐτῶν σωτῆρος ἡμῶν οὐ μόνον θεός ἐστιν ὁ θεός, ἀλλὰ καὶ πατήρ. διὸ καλῶς λέγεται παρὰ τῷ ἀποστόλῳ· » εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ«. οὗτος δὴ Ἰησοῦς Χριστός, οὗ »εὐλογητὸς ὁ θεὸς καὶ πατήρ«, ἐχαρίσατο τοῖς γνησίοις αὐτοῦ μαθηταῖς τὸ τὸν αὐτὸν εἶναι αὐτῶν οὐ μόνον θεὸν ἀλλὰ καὶ πατέρα. φησὶ γὰρ ἀναστὰς ἐκ νεκρῶν πρὸς τὴν Μαριάμ· »μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα προς τὸν πατερα μου · πορεύου δέ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπέ αὐτοῖς · ἀναβαίνω πρὸς τὸν [*](6 Ex. 7, 16 — 15 (lat.) Ex. 3, 6 — 18 IV. Regn. 2, 14 — 25. 28 II. Kor. 1, 3 — 34 Joh. 20, 17) [*](12 δὲ H 19 μὲν <M) [*](17 habebant B L Pasch 37 ascendo] vado G)
v.10.p.703
πατερα μου καὶ πατερα υμων καὶ θεόν μου καὶ θεὸν ὑμῶν«. ἐγὼ δ’ οἶμαι ὅτι τότε καὶ τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαάκ καὶ τῷ Ἰακὼβ ἐχαρίσατο, ἵνα μηκέτι μόνον θεὸς ᾖ αὐτῶν ὁ θεὸς ἀλλ᾿ ἤδη καὶ πατήρ. ὁ δέ Λουκᾶς προσέθηκε τῷ »οὐκ ἔστιν ὁ θεὸς θεὸς νεκρῶν ἀλλὰ ζώντων«, κειμένῳ καὶ παρὰ Ματθαίῶ καὶ Μάρκῳ, τὸ »πάντες γὰρ αὐτῷ ζῶσιν«. ὅπερ ἦν οὐχ ὁ τυχὼν ἔπαινος τῶν πατριαρχῶν, ἅτε τοῦ τηλικούτου σωτῆρος ἡμῶν μαρτυροῦντος αὐτοῖς οὐ μόνον ὅτι ζῶσιν, ἀλλὰ καὶ ὅτι ο ζῶσι θεῷ ζῶσι καὶ οὐκ ἄλλῳ τινί. τοῦτο δὲ τὸ »πάντες γὰρ αὐτῷ ζῶσι« καλὸν παντὶ τρόπῳ ἀσκεῖν ἡμᾶς καὶ ἀναλαβεῖν, ἵνα πάντες μηδενὶ ἄλλῳ ἢ τῷ θεῷ ζήσωμεν ἐν Χριστῷ. τὴν δὲ ἐν βραχυλογίᾳ ἀπόδειξιν ἐκ τῶν Μωσέως γραμμάτων, τοῖς μόνα ἐκεῖνα παραδεχομένοις ὡς θεῖα περὶ τοῦ ζῆν τοὺς πατριάρχας, ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο, τὴν διδαχὴν ἀποδεχόμενοι τοῦ σωτῆρος σοφωτάτην καὶ δυναμένην τοὺς δυσπίστως ἔχοντας ἐπιστρέφοι πρὸς αὐτόν.
[*](7 Luc. 20, — 9 Vgl. Matth. 22, 32; Marc. 12, 27 — 10. 17 Luc. 20, 38 — 14 f Vgl. Gal. 2, 19. 20 (u. Luc. 20, 38))[*](5 μηκέτι Mc H μὴ Ma 8 2 < Μ 14 ὁ ζῶσιν Μ 17 αὐτῶν 18 ἡμᾶς καὶ Diehl ~ Μ H 21 ζήσομεν Μ ζῆ<ν σπουδά>σωμεν Diehl, vgl. lat. 30 αὐτόν + τέλος τοῦ ἁγίου εὐαγγελίου H)[*](20 ut Ga B L et R Gc 21 <in Christo> Diehl Kl, vgl. gr.)