Philocalia
Origen
Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.
1. Οὐχ ὥσπερ ὄνομα ἕν ἐστι νόμος, οὕτω καὶ εἷς ὁ περὶ νόμου πανταχοῦ τῆς γραφῆς λόγος. διὸ καθʼ ἕκαστον χρὴ τόπον αὐτῆς ἐπιμελῶς ἐπιστήσαντα θεωρῆσαι, νῆν μὲν τί σημαίνεται ἐκ τῆς νόμος φωνῆς, νῦν δὲ τί χρὴ τὸ τοιοῦτον ἐννοεῖν. ἀλλὰ καὶ περὶ ἄλλων πλειόνων· ὁμώνυμοι γὰρ καὶ ἐπὶ ἄλλων εἰσὶ κατὰ τὴν γραφὴν φωναὶ, αἵτινες συγχέουσι τοὺς νομίζοντας ὅτι ὡς ὄνομα ἕν ἐστιν οὕτω καὶ τὸ σημαινόμενον ἓν, ὅπου ἂν τοῦτο ὀνομασθῇ. ὅτι δὲ ἡ νόμος φωνὴ οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀλλʼ ἐπὶ πλειόνων τέτακται. τὰ πολλὰ παραλιπόντες καὶ δεόμενα κατασκευῆς, ἔχοντα ἀνθυποφορὰν λύσεως δεομένην, ἐκθησόμεθα τὰ πάνθʼ ὁντινοῦν δυσωπῆσαι δυνάμενα, ὡς τῆς νόμος φωνῆς κειμένης ἐπὶ πλειόνων· οἷον ἐπὰν ἐν τῇ πρὸς Γαλάτας [*](Ga iii 10; cf. Deut xxvii 26) λέγηται· Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσί, γέγραπται γάρ· ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει [*](10 Ru. IV. 580 25, 26 κειμένης] hic rursus incpit C)
2. Οἴδα καὶ τοὺς φαλμοὺς ὀνομαζομένους νόμον, ὡς δῆλον ἐκ τοῦ. Ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόμῳ αὐτῶν [*](Jn xv 25: cf. Ps xxxv) γςγραμμένος ὅτι ἐμίσησάν με δωρεάν. ἀλλὰ καὶ ἡ τοῦ [*]((xxxiv) 19) Ἠσαίου προφητεία νόμος παρὰ τῷ ἀποστόλῳ λέγεται, φάσκουτι· Ἐν τῷ νόμῳ γέγραπται· ἐν ἑτερογλώσσοις [*](1 co xiv 21; cf. Is xxviii 11 f.) καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδʼ οὕτως εἰσακούσονταί μου, λέγει κύριος. εὖρον γὰρ τὰ ἰσοδυναμοῦντα τῇ λέξει ταύτῃ ἐν τῇ τοῦ Ἀκύλου ἑρμηνείᾳ κείμενα. λέγεται νόμος καὶ ἡ μυστικωτέρα καὶ θειοτέρα τοῦ νόμου ἐκδοχὴ, ὡς ἐν τῷ· Οἴδαμεν γὰρ ὅτι ὀ νόμος [*](Ro viii 14) πνευματικός ἐστι. παρὰ δὲ πάντα ταῦτα λέγεται νόμος ὁ κατὰ τὰς κοινάς ἐννοίας ἐνεσπαρμένος τῇ ψυχῇ καὶ, ὡς ὀνομάζει ἡ γραφὴ, ἐγγςγραμμένος τῇ καρδίᾳ λόγος, προστακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὤν οὐ ποιητέον. [*](6 ἄχρι] ἄχρις C 7 ὡ] δ B; οὐ C 10 om. τῆς C 26 ἀκύλου] ἀκύλα AC 29 ταῦτα πάντα ΑCC)
3. Οὕτω τοίνυν καὶ νῆν χωρὶς μὲν νόμου τοῦ τῆς φύσεως δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη δὲ ὑπὸ νόμου Μωσέως καὶ τῶν προφητῶν. εἴποιμεν δʼ ἂν πρός τοὺς ἔτι ὀκνοῦντας παραδέξασθαι τὸ διττὸν σημαινόμενον τοῦ νόμου, [*](9 σημέραι AB 13 ἐλλελόγηται] ἐλλογεῖται B om. κατὰ AB 19 ὅτι] + ὁ καιρὸς C 25 γεννωαένω C 29 νόμου] τοῦ A; + καὶ C)
1. Ἐάν ποτε ἀναγινώσκων τὴν γραφὴν προσκόψῃς [*](Ro ix 33; 1 Pe ii 7:) νοήματι ὄντι καλῷ λίθῳ προσκόμματος καὶ πέτρᾳ σκανδάλου, [*](cf. Is viii 14) αἰτιῶ σαυτόν· μὴ ἀπελπίσῃς γὰρ τὸν λίθον τοῦτον τοῦ προσκίμματος καὶ τὴν πέτραν τοῦ σκανδάλου ἔχειν νοήματα, [*](Rο ix 33; cf. Isxxviii 16) ὥστ΄ ἄν γενέσθαι τὸ εἰρημένον· Καὶ ὁ πιστεύων οὐ [*](286) καταισχυνθήσεται. πίστευσον πρῶτον, καὶ εὑρήσεις ὑπὸ τὸ νομιζόμενον σκάνδαλον πολλὴν ὠφέλειαν ἁγίαν. εἰ [*](Mt xii 36) γὰρ ἡμεῖς ἐντολὴν ἐλάβομεν μὴ λέγειν ῥῆμα ἀργόν, ὡς δώσοντες περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως, καὶ ὅση δύναμις φιλοτιμούμεθα πᾶν ῥῆμα τὸ ἐξιὸν ἐκ τοῦ στόματος ὴμῶν ποιεῖν ἐργάζεσθαι καὶ ἐν ἡμῖν τοῖς λέγουσι καὶ ἐν τοῖς ἀκούουσι· τί χρὴ νοεῖν περὶ τῶν προφητῶν, ἢ ὅτι πᾶν ῥῆμα λαληθὲν διὰ τοῦ στόματος αὐτῶν ἐργατικὸν ἢν; καὶ οὐ θαυμαστὸν εἰ πᾶν τὸ ῥῆμα τὸ λαλούμενον ὑπὸ τῶν προφητῶν εἰργάζετο ἔργον τὸ πρέπον ῥήματι. ἀλλὰ γὰρ οἶμαι ὅτι καὶ πᾶν θαυμάσιον γράμμα τὸ γεγραμμένον [*](cf. Mt v 18) ἐν τοῖς λογίοις τοῦ θεοῦ ἐργάζεται. καὶ οὐκ ἔστιν ἰῶτα ἓν ἢ μία κεραία γιγραμμένη ἐν τῇ γραφῇ ἥτις τοῖς ἐπισταμένοις χρῆσθαι τῇ δυνάμει τῶν γραμμάτων οὐκ ἐργάζεται τὸ ἑαυτῆς ἔργον.
2. Ὥσπερ δὲ ἐπὶ τῶν βοτανῶν ἑκάστη μὲν ἔχει [*](3 Ru. III. 285; cf. supra p. 34 l 10 20 διὰ τοῦ] ἐκ AC)
Ὅτι χρὴ πάU+03F2ηU+03F2 τῆc θεοπνεύU+03F2του γραφῆU+03F2 τὸ τρόφιμον [*](ABC) λιώκιν, καὶ τὰ ὑπὸ τῶν αἱπετικῶν ταραU+03F2U+03F2όμενα ῥητἀ λυU+03F2φήμοιU+03F2 ἐπαπορήU+03F2εU+03F2ι μὴ ἀποτρέπεU+03F2θαι μηλὲ ὑπερηφανεῖν ἀλλὰ καὶ αὐτων μεταλαμβάνειν τῆU+03F2 ἐν ἀπιU+03F2τία ταραχῆU+03F2 ἐκτόc. ἐκ το κ΄ τόμου τῶν εἰc τόν Ἰεζεχιήλ.
[*](Ezxxxiv 17ff.)‘‘Τάλε λέγει κύριοc κύριοc· ἰλοὺ ἐγὰ ἀνακρινῶ ἀνὰ μεU+03F2ον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων. καὶ οὑχ ἱκανὸν ὑμῖν ὅτι τὴν καλὴν νομὴν ἐνέμεU+03F2θε, καὶ τὰ κατάλοιπα τῆc νομῆc ὑμῶν κατεπατεῖτε τοῦc ποcὶν ὑμῶν; καὶ τὸ καθεcτηκὸc ὕλωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖc πocὶν ὑμῶν ἐταράU+03F2U+03F2ετε; καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν πολῶ ὑμῶν ἐνέμοντο, καὶ τὸ τεραραγμένον ὕλωρ ὑπὸ τῶν πολῶν ὑμῶν ἔπινον.᾿᾿
μετὰ το παραU+03F2τῆU+03F2αι περὶ προβάτων κριῶν, καὶ περὶ προβάτων αἰγῶν, καὶ ὅτι cύνηθεc τη γραφῆ τὸ πρόβατον καὶ ἐπὶ το γένουU+03F2 τῶν αἰγῶν ἔcθʼ ὅτε τάccειν, ἐπιφέρερ
1. Τί οὖν ἐστὶν ὃ καὶ ἐν τούτοις αἰνίσσεται, φέρε κατὰ δύναμιν ἐζετάσωμεν. πᾶσα μὲν, οἶμαι, καλὴ νομὴ καὶ πᾶν τὸ καθεστηκὸς ὕδωρ τά ὅλα λόγιά ἐστι τῶν ἱερῶν γραμμάτων. εἶτʼ ἐπεί τινές τινα μὲν τῶν γεγραμμένων ἐγκρίνουσιν ὡς ὠφέλιμα, τινὰ δὲ ἀποδοκιμάζουσιν ὡς οὐ σωτήρια, οὗτοι ἂν εἶεν οἱ μετὰ τὸ νενεμῆσθαι τὴν καλὴν ὦν ἐξελέξαντο νομὴν, καὶ πεπωκέναι τὸ καθεστηκὸς οὖ ἔκριναν εἶναι βελτίονος ὕδατος, τὸ λοιπὸν τῆς νομῆς καταπατοῦντες, καὶ τὸ λοιπόν ὓδωρ τοῖς ποσὶν ἑαυτῶν ταράσσοντες. τοιοῦτοι δή εἰσιν οἴ [*](353) [*](1 Ru. III. 352 3 ῥητὰ] ῥήματα B 7 om. κύριος sec. B 15 περὶ] + τῶν ΑC προβάτων] καὶ BC 16 προβάτων] +-καὶ BC)
2. Ἡμεῖς οὖν, οἱ εὐχόμενοι εἶναι πρόβατα τοῦ ποιμένος, μηδέποτε φεύγωμεν νεμηθῆναι καὶ τὰ αὐτόθεν ὅσον ἐπὶ τῷ ῥητῷ ἀπεμφαίνοντα τῶν γραφῶν, καὶ διὰ τήν ἀπέμφασιν τῆς λέξεως πατούμενα ὑπό τῶν μὴ δυναμένων μηδὲ θελόντων χρῆσθαι πάσῃ τῇ νομῇ. ἀλλὰ κἂν ἢ τι ὕδωρ ὑπὸ τῶν ποδῶν ἐκείνων τεταραγμένον, ἀναμιξάντων τῷ καθαρῷ λόγῳ τῆς γραφῆς δυσφήμους ἐπαπορήσεις, μὴ ἀποτρεπόμεθα, διʼ ἣν πεποιήκασι τῷ λόγῳ ταραχὴν, πίνειν καὶ τὸ ὑπὸ τῶν ποδῶν αὐτῶν τεταραγμένον. καὶ τήρει γε ἐπιμελῶς, ὅτι πρὸς τοὺς ταράξαντας τὸ ὕδωρ καὶ πατήσαντας τὴν νομὴν λέγεται ὡς περὶ κρειττόνων· Καὶ τὼ πρόβατά μου [*](Ex xxxiv 19) τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον. ἀλλὰ καὶ μηδεπώποτε νομὴν προφητικὴν τμεῖς πατήσωμεν, μηδὲ ὕδωρ νομικόν ταράξωμεν· ἁμαρτανόντων δέ τινων καὶ περὶ τὴν εὐαγγελικὴν νομὴν καὶ τὸ ἀποστολικὸν ὕδωρ, στε τῶν εὐαγγελικῶν τινὰ μὲν πατεῖν τινὰ δὲ ὡς καλὴν νέμεσθαι ομὴν, καὶ τῶν ἀποστολικῶν ἢ πάντα ἀποκρίνειν, ἢ τινα μὲν ἐγκρίνειν τινὰ δὲ ἀποκρίνειν· ἡμεῖς καὶ τὰ ὅλα εὐαγγέλια νεμηθῶμεν καὶ μηδὲν αὐτῶν πατήσωμεν, καὶ πάντα τὰ ἀποστολικὰ πίνοντες, τὸ ὅσου ἐφʼ ἡμῖν καθεστηκὸς ὕδωρ, αὑτὰ τηρήσωμεν, καὶ μηδὲν τῶν ἐν αὐτοῖς ἀπιστίᾳ ταρασσούσῃ τοὺς οὐκ εἰδότας συνιέναι τῶν λεγομένων ταράξωμεν.