Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

2. Ὅσον γὰρ ἐπὶ τῇ λέξει δύο σημαίνεται ἐκ τοῦ. Yἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά· ἕν μὲν ὅτι οὐ δεῖ κεκτῆσθαι βιβλία πολλὰ, ἕτερον δὲ ὅτι οὐ δεῖ συντάξαι βιβλία πολλά· καὶ εἰ μὴ τὸ πρῶτον, πάντως τὸ δεύτερον· εἰ δὲ τὸ δεύτερον, οὐ πάντως τὸ πρότερον. πλήν ἑκατέρωθεν δόξομεν μανθάνειν, μὴ δεῖν ποιεῖν βιβλία πλείονα. ἠδυνάμην δὲ πρὸς τὸ νῦν ἡμῖν ὑποπεπτωκὸς ἱστάμενος ἐπιστεῖλαί σοι ὡς ἀπολογίαν τὸ ῥητὸν, καὶ, κατασκευάσας τό πρᾶγμα ἐκ τοῦ μηδὲ τοὺς ἁγίους πολλῶν βιβλίων συντάξεσιν ἐσχολακέναι, παύσασθαι πρὸς τὸ ἑξῆς τοῦ [*](95) κατὰ τὰς συνθήκας, ἅς ἐποιησάμεθα πρὸς ἀλλήλους, ὑπαγορεύειν τὰ διαπεμφθησόμενά σοι· καὶ τάχα σὺ πληγεὶς ὑπὸ τῆς λέξεως πρὸς τὸ ἐξῆς ἄν ἡμῖν συνεχώρησας. ἀλλʼ ἐπεὶ τὴν γραφὴν εὐσυνειδήτως ἐξετάζειν δεῖ, μὴ προπετῶς ἑαυτῷ καταχαριζόμενον τὸ νενοηκέναι ἐκ τοῦ ψιλὴν τὴν λέξιν ἐξειληφέναι, οὐχ ὑπομένω μὴ τὴν φαινομένην μοι ὑπὲρ ἐμαυτοῦ ἀπολογίαν, ἦ χρήσαιο ἄν κατʼ ἐμοῦ εἰ παρὰ τὰς συνθήκας ποιήσαιμι, παρατιθείς. καὶ πρῶτόν γε, ἐπεὶ δοκεῖ τῇ λέξει συναγορεύειν ἡ ἱστορία, οὐδενὸς τῶν ἀγίων ἐκδεδωκότος συντάξεις πλείονας καὶ ἐν πολλαῖς βίβλοις τὸν νοῦν αὐτοῦ ἐκτιθεμένου, περὶ τούτου λεκτέον. ὁ δὲ ἐγκαλῶν μοι εἰς σύνταξιν πλειόνων ἐρχομένῳ τὸν τηλικοῦτον [*](15 πρότερον] πρῶτον AD 18 κατασκευάσαι B)

44
Mωσέα φήσει μόνας πέντε βίβλους [*](ΑBD) καταλελοιπέναι.

3. Πάλιν δὴ μετὰ ταῦτα ἰλιγγιᾷν μοι ἐπέρχεται [*](96) σκοτοδινιῶντι, μὴ ἄρα πειθαρχῶν σοι οὐκ ἐπειθάρχησα θεῷ οὐδὲ τοὺς ἁγίους ἐμιμησάμην. εἰ μὴ σφάλλομαι τοίνυν ἐμαυτῷ συναγορεύων, διὰ τὸ πάνυ σε φιλεῖν καὶ ἐν μηδενὶ ἐθέλειν λυπεῖν, τοιαύτας εὑρίσκω εἰς ταῦτα ἀπολογίας. πρὸ πάντων παρεθέμεθα τὸ ἐκ τοῦ Ἐκκλησιαστοῦ [*](Eccl xii 12) λέγοντος · Υἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά. τούτῳ ἀντιπαραβάλλω ἐκ τῶν Παροιμιῶν τοῦ [*](Prov x 19) αὐτοῦ Σολομῶντος ῥητὸν, ὅς φησιν· Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ. καὶ ζητῶ εἰ τὸ ὁποῖά ποτʼ οὖν λέγειν πολλὰ πολυλογεῖν ἐστὶν, κἄν ἄγιά τις καὶ σωτήρια λέγῃ πολλά. εἰ γὰρ τοῦθʼ οὕτως ἔχει καὶ πολυλογεῖ ὁ πολλὰ διεξιὼν ὠφέλιμα, [*](1 Reg iv 32 f.) αὐτὸς ὁ Σολομῶν οὐκ ἐκπέφευγε τὴν ἁμαρτίαν, λαλήσας τρεῖς χιλιάδας παραβολῶν, καὶ ᾠδὰς πεντακισχιλίας, καὶ ὑπὲρ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου· ἔτι δὲ καὶ περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων. πῶς γὰρ δύναται διδασκαλία ἀνύειν τι χωρὶς τῆς ἁπλούστερον νοουμένης πολυλογίας, καὶ αὑτῆς τῆς σοφίας φασκούσης τοῖς ἀπολλυμένοις· [*](Prov iv 24.) Ἐξέτεινον λόγους, καὶ οὐ προσείχετε; ὁ δὲ Παῦλος φαίνεται [*](Act xx 7 f.) διατελῶν ἔωθεν μέχρι μεσονυκτίου ἐν τῷ διδάσκειν, ὅτε καὶ Εὔτυχος καταφερόμενος ὕπνῳ βαθεῖ καταπεσὼν ἐτάραξε τοὺς ἀκούοντας ώς τεθνηκώς.