Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

7. τμεῖς δὲ ἤδη τὸ φαινόμενον μῖν ἀπὸ τῆς ἐξετάσεως τῶν ἱερῶν λογίων παραθησόμεθα· ἐφάσκομεν γὰρ ἀρέσκεσθαι μὲν τῷ λέγειν ἐν προαιρετικοῖς καὶ ἐν ἀπροαιρέτοις εἶναι τὰ ἀγαθά καὶ τὰ κακά· οὐ μὴν ήριθμοῦμεν εἰς τὰ ἀπροαίρετα τῶν ἀγαθῶν τὴν ὑγείαν καὶ τὸ κάλλος καὶ τὴν εὐγένειαν καὶ τήν εὐδοξίαν καὶ τὸν πλοῦτου· καὶ κατὰ τὸ δυνατὸν ἐπειράθημεν τὰ περισπῶντα ὡς ἐν ἐπιτομῇ διαλύσασθαι. τίνα τοίνυν ἐστὶ τὰ ἀπροαίρετα ἀγαθά ἤδη λεκτέον· ἐπεὶ ἀληθὲς τό· ἄν μὴ κύριος οἰκοδομήσῃ οἶκον, [*](Ps cxxvii (cxxvi) 1) εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόυ· καί· Ἐάν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην γρύπνησεν ὀ φυλάσσων. οἰκοδομεῖ δὲ οἶκον πᾶς ὁ προκόπτων, καὶ φυλάσσει πόλιν πᾶς ὁ τέλειος· μάταιον δὲ τὸ ἔργον τοῦ οἰκοδομοῦντος καὶ ματαία ἡ φυλακὴ τοῦ τηροῦντος, ἐὰν μὴ κύριος οἰκοδομήσῃ καὶ κύριος φυλάξῃ. ἐκτός ἄν εἶη τῆς προαιρέσεως μῶν ἀγαθὸν ἠ ἀντιλαμβανομένη τοῦ κυρίου δύναμις τῆς οἰκοδομῆς τοῦ οἰκοδομοῦντος καὶ συνοικοδομοῦσα τῷ οὐ δυναμένῳ καθʼ αὐτὸυ ἀπαρτίσαι τὸ οἰκοδομούμενον· τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς φυλασσομένης πόλεως νοητέον. καὶ ὡσπερ ἐάν εἶποιμι τὀ γεωργικὸν ἀγαθὸν τὸ ποιητικόν τοῦ καρποῦ [*](8 τεκνοποιήσειν B 9 εὐηθίας B 14 παραθησώμεθα B; παραστησόμεθα A 15 τῶ] τὸ B 19 ἐπειράσθημεν AB)

240
μικτὸν εἶναι ἐκ προαιρετικοῦ τοῦ κατἀ τἡν τέχνην τοῦ [*](ABC 571) γωργοῦ καὶ ἀπροαιρέτου τοῦ παρὰ τῆς προνοίας, κατά τὴυ τῶν ἀέρων εὐκρασίαν καὶ φορὰν αὐτάρκους ὑετοῦ· οὗτο τὸ τοῦ λογικοῦ ἀγαθόν μικτόν ἐστιν ἔκ τε τῆς προαιρέσεως αὐτοῦ καὶ τῆς συμπνεούσης θείας δυνάμεως τῷ τὰ κάλλιστα προελομένῳ. οὐ μόνον τοίνυν εἰς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι χρεία καὶ τῆς προαιρέσεως τῆς τμετέρας καὶ τῆς θείας συμπνοίας, ἥτις ἐστὶν ὠς πρὸς ἡμᾶς ἀπροαίρετον, ἀλλά καὶ εἰς τὸ γενόμενον καλὸν καὶ ἀγαθὸν διαμεῖναι ἐν τῇ ἀρετῇ· μεταπεσουμένου καὶ τοῦ τελειωθέντος, εἰ ὑπερεπαρθείη ἐπὶ τῷ καλῷ καὶ ἑαυτὸν ἐπιγράφοι τούτου σιτίον, οὐχὶ δὲ τὴν δέουσαν δόξαν ἀναφέρων τῷ τῶν πολλῶν πλεῖον δωρησαμένῳ εἰς τὴν κτῆσιν καὶ τήν συνοχήν τῆς ἀρετῆς. [*](cf. Ezek xxviii 15)τοιοῦτον δέ τι σἴτιον καὶ τοῦ κατὰ τὸν Ἰεζεκιὴλ εἰρημένου ἀμώμου περιπεπατηκέναι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, ἕως εὑρεθῇ ἀνομία ἐν αὐτῷ, ἡγούμεθα τυγχάνειν τοῦ αὐτὸν κατά [*](cf. Isa xiv 12) τὸν Ἠσαΐαν ἐκπεπτωκέναι ἐκ τοῦ οὐρανοῦ, ἑωσφόρον ποτὲ γενὸμενον πρωὶ ἀνανέλλοντα, ὑστερον συντετριμμένου ἐπὶ τὴν γῆν. οὐ μόνον γὰρ ἐπὶ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ἐάν τις τέλειος ῇ, τῆς ἀπὸ θεοῦ σοφίας ἀπούσης, ἀληθὲς τό εἰς οὐδὲν αὐτὸυ λογισθῆναι· ἀλλὰ καὶ ἐπὶ τῆς ἀγγελικῆς τάξεως καὶ ἀρχικῆς καὶ πάσης τῆς ὅσον θεός πάρεστιν αὐτῇ θείας τυγχανούσης. τάχα γοῦν ὀρῶν ὁ ἱερὸς ἀπόστολος πολὺ ἔλαττον τό μέτερον προαιρετικὸν τῆς τοῦ θεοῦ [*](cf Ro ix 16) δυνάμεως πρὸς τὴν κτῆσιν τῶν ἀγαθῶν, φησὶ τὸ τέλος οὐ τοῦ θέλουτος εἶναι οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ· οὐχ ὀς χωρὶς τοῦ θέλειν καὶ τρέχειν ἐλεοῦντος θεοῦ, ἀλλʼ ὡς οὐδενός ὄντος τοῦ θέλειν καὶ τρέχειν συγκρίσει τοῦ ἐλέου τοῦ θεοῦ· καὶ διὰ τοῦτο τὴν ἐπιγραφήν τοῦ καλοῦ δεόντως μᾶλλον ἀνατιθέναι τῷ ἐλέῳ τοῦ θεοῦ ἤπερ τῷ ἀνθρωπίνῳ θέλειν καὶ τρέχειν.

8. Ταῦτα δὲ ἐπὶ πολὺ παρεκβεβηκέναι δοκοῦντες ἐξητάσαμεν, [*](1, 2 om. τοῦ κατὰ- ἀπροαιρέτου A 16 ἐν αὐτώ] ἑαυτῶ B 17 om. ἐκ C 21 οὐθέν Α B 23 αὐταῖς θείαις τυγχανούσαις BC 29 ἐλέους A)

241
[*](ABC) πειθόμενοι ἀναγκαῖα αὐτὰ εἶναι πρὸς τό· Πολλοὶ [*](Ps iv 6) λέγουσι· τίς δείξει ἡμῖν τὰ ἀγαθά; κατὰ τὸ δυνατόν γάρ ὀ λόγος τοῖς λέγουσι πολλοῖς· Τίς δείξει τμῖν τὰ ἀγαθά; παρέστησε καὶ ἔδειξε τίνα τὰ ἀγαθὰ, δῆλον δὲ ὅτι καὶ τίνα τὰ κακά· ἵνα διά τε ἀσκήσεων καὶ εὐχῶν κτησώμεθα τὰ ἀγαθὰ καὶ ἀνατρέφωμεν τὰ κακὰ ἀπὸ τῶν φυχῶν ἡμῶν. ἀλλʼ ἐπείπερ ἐστὶν ἐν τῷ φράζειν ὅτὲ μὲν κυριολεκτεῖν, ὁτὲ δέ που καὶ καταχρῆσθαι, οὐ θαυμαστὸν εἶ ποτε εὐρήο ομεν τὴν τῶν ἀγαθῶν καὶ κακῶν προσηγορίαν κειμένην ἐπὶ τῶν σωματικῶν καὶ τῶν ἐκτός λεγομένων παρὰ τοῖς οὐχ ὑγιῆ δόγματα ἔχουσιν· οἶον ἐν τῷ Ἰώβ· Εἰ τὰ [*](Job ii 10) ἀγαθἀ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; καὶ ἐν τῷ Ἱερεμίᾳ· Κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας [*](Μic i 12; cf. Jer xvii 27) ερουσαλήμ. ἀντὶ γὰρ τοῦ εἰπεῖν· εἰ τὰ τοιάδε τινὰ [*](572) χρηστά καὶ ἡδέα τυγχάνοντα ἐδεξάμεθα παρά τῆς προνοίας εἰς τμᾶς ἐφθακότα, τὰ πικρὰ καὶ ἐπίπονα οὐχὶ προθύμως ἐνεγκοῦμεν; λέγεται τό· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; καὶ ἀντὶ τοῦ φάναι· κατὰ πρόνοιαν τάδε τινὰ τῇ Ἰερουσαλὴμ ὑπὲρ τοῦ παιδευθῆναι τοὺς ἐνοικοῦντας ἐν αὐτῇ γεγένηται, γέγραπται τό· Κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ. δεήσει τοίνυν τὰ πράγματα συνιέντας μὴ γλίσχρους εἶναι περὶ τὰ ὀνόματα, ἀλλὰ καταλαμβάνειν πότε κυρίως κατά τῶν πραγμάτων ταῦτα τέτακται, καὶ πότε διὰ τὴν στενοχωρίαν τῶν ὀνομάτων ἐν καταχρήσει. εἰ δὲ καὶ ὁ σωτὴρ τάδε τινὰ ἰάσατο, καὶ ἐδωρήσατο ὑγείαν καὶ ὄφεις καὶ ἀκοάς ἀνθρώποις· προηγουμένως μὲν τὴν ἀναγωγήν αὐτῶν ζητητέον, τοῦ λόγου τὰ τῆς φυχῆς πάθη θεραπεύειν διὰ τούτων τῶν ἱστοριῶν δηλουμένου. οὐκ ἄτοπον δὲ ἐπὶ τοῖς τοιούτοις καὶ τὰ κατὰ τὴν ἱστορίαν ἀπαγγελλόμενα νοεῖν γεγονέναι ὑπὲρ καταπλήξεως τῶν τότε ἀνθρώπων· ἴνα οἱ μή πειθόμενοι λόγοις ἀποδεικτικοῖς καὶ διδασκαλικοῖς δυσωπηθέντες τάς τεραστίους δυνάμεις συγκαταθῶνται τῷ διδάσκοντι.

[*](3 om. πολλοῖς ΑC 13 ἐν ταῖς πύλαις C 16 om. τὰ ΑC)
242

1. Πολλάκις ἐν τῇ ξόδῳ κείμενον τό· Ἐσκλήρυνε [*](Εx vii 3) κύριος τὴν καρδίαν Φαραώ· καί· Ἐγώ σκληρυνῶ τὴν καρδίαν Φαραώ· σχεδὸν πάντας τοὺς ἐντυγχάνοντας ταράσσει, τούς τε ἀπιστοῦντας αὐτῇ καὶ τοὺς πιστεύειν λέγοντας. τοῖς μὲν γὰρ ἀπιστοῦσι μετʼ ἄλλων πολλῶν καὶ τοῦτο σἴτιον ἀπιστίας εἶναι δοκεῖ, ὅτι λέγεται περὶ θεοῦ τὰ ἀνάξια θεοῦ· ἀνάξιον δὲ θεοῦ τὸ ἐνεργεῖν σκλήρυνσιν περὶ καρδίαν οὑτινοσοῦν, καὶ ἐνεργεῖν σκλήρυνσιν ἐπὶ τῷ ἀπειθῆσαι τῷ βουλήματι τοῦ σκληρύνοντος τὸν σκληρυνόμενον· καὶ πῶς, φασὶν, οὐκ ἄτοπον τὸν θεοῦ ἐνεργεῖν τινὰ ἐπὶ τῷ ἀπειθεῖν αὐτοῦ τῷ βουλήματι; δῆλον γὰρ ὅτι μὴ βουλομένου πειθόμενον ἔχειν οἶς προστάσσει τόν Φαραώ. τοῖς δὲ πιστεύειν νομιζομένοις διαφωνία οὐχ ἡ τυχοῦσα γεγένηται διὰ τό· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραω. οἱ μὲν γὰρ πειθόμενοι μὰ ἄλλον εἶναι θεὸν παρά τὸν δημιουργόν [*](cf. Rο ix 18) φρονοῦσιν ὡς ἄρα κατὰ ἀποκλήρωσιν ὁ θεὸς ὅν θέλει ἐλεεῖ, ὅν δὲ θέλει σκληρύνει, αἰτίαν οὐκ ἑχοντος τοῦ τόνδε μὲν ἐλεεῖσθαι τόνδε δὲ σκληρύνεσθαι ὑπʼ αὐτοῦ. ἕτεροι δὲ βέλτιον παρὰ τούτους φερόμενοί φασι πολλὰ καὶ ἄλλα κεκρύφθαι τῆς γραφής αὐτοῖς νοήματα, καὶ οὐ παρά τοῦτο [*](112) τῆς ὑγιοῦς πίστεως τρέπεσθαι · ἕν δὲ τῶν ἀποκεκρυμμένων εἶναι καὶ τὸν περὶ ταύτης τῆς γραφῆς ὑγιῆ λόγον. [*](1 εἰ] ἴτι εἰς G 4 Ru. 11. 111 5, 6 καὶ- φαραώ] BG ; om. AC 7 λέγοντας] μέλλοντας B 9 περὶ] CG; παρὰ AB 10 σκλήρυνσιν περὶ] σκληρύνειν B 11 σκληρύνειν B τῶ] τὸ B 13 φησὶν ACC 15 φαραώ] ταῦτα δοκεῖ λέγεσθαι τὰ ῥήματα G 26 φάσκοντες post δημιουργὸν B)

243
[*](ABC) μὲν αὐτὸν εἶναι θέλουσι καὶ οὐκ ἀγαθόν, σφόδρα ἰδιωτικῶς ἄμα καὶ ἀσεβῶς ἐνεχθέντες ἐν τῷ χωρίζειν δικαιοσύνην ἀγαθότητος, καὶ οἶεσθαι ὅτι οἶόν τέ ἐστι δικαιοσύνην εἶναι ἔν τινι χωρὶς ἀγαθότητος καὶ ἀγαθότητα δίχα δικαιοσύνης· ὅμως δὲ καὶ τοῦτο λέγοντες ἐναντία τῇ ἰδία ὑπολήφει περὶ δικαίου προσίενται θεοῦ σκληρύνειν τήν καρδίαν Φαραὼ καὶ ἀπειθῆ αὐτήν κατασκευάζειν ἑαυτῷ. εἰ γάρ ὀ τὸ κατʼ ἀξίαν ἑκάστῳ ἀπονέμων δίκαιος καὶ ἀπό τῆς ἑαυτῶν αἰτίας κρείττοσιν ἢ χείροσι γεγενημένοις ἀποδιδοὺς ὦν ἐπιτήδειον ἕκαστον τυγχάνειν ἐπίσταται, πῶς δίκαιος ὀ ἁμαρτίας χείρονος αἶτιος γενόμενος τῷ Φαραώ; καὶ οὐχ ἀπλῶς αἶτιος, ἀλλʼ ὅσον ἐφʼ οἶς ἐκεῖνοι ἐξεδέξαντο συνεργήσας εἰς τὸ γενέσθαι αὐτὸν ἀδικώτατον. ἐπʼ οὐδὲν γάρ ἀναφέροιτες ἄξιον προαιρέσεως δικαίου θεοῦ τὴν σκλήρυνσιν τῆς καρδίας Φαραώ, οὐκ οἶδʼ ὅπως δίκαιον θεὸν, κἄν καθʼ ἅ διηγεῖσθαι βούλωνται, παραστῆσαι δύνανται τὸν σκληρύνοντα τὴν καρδίαν Φαραώ. ὅθεν θλιπτέον αὐτοὺς ἐν τοῖς κατὰ τὸν προκείμενον τόπον, ὅπως ἤτοι παραστήσωσι πῶς δίκαιος σκληρύνει, ἢ τολμήσωσιν εἰπεῖν ὅτι ἐπεὶ σκληρύνει πονηρὸς ὁ δημιουργός· ἥ μήτε εὐποροῦντες ἀποδείξεων πρὸς τὸ τὸν δίκαιον σκληρυντικόν εἶναί τινος, μήτε τολμῶντες τὸ ἐπὶ τοσοῦτον ἀσεβὲς προέσθαι περὶ τοῦ κτίσαντος ὠς περὶ πονηροῦ, καταφύγωσιν ἐπὶ ἑτέραν ὀδὸν ἐξηγητικήν τοὺ· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ· ἀποστάντες [*](Ex x 27) τοῦ, ἐκ τοῦ νομίζειν τὰ κατὰ τὰς λέξεις νοεῖν, τὰς ἰδίας ἀναιρεῖν περὶ δικαίου θεοῦ νοήσεις. τὸ δὲ τελευταῖον κἄν ἀπορεῖν ὅ τί ποτε ὁ λόγος ὑποβάλλει ὁμολογήσουσιν.

2. Ταῦτα μὲν οὖν ἐσπαράχθω ἐξεταζόμενα περὶ θεοῦ ἐν τῷ προκειμένῳ προβλήματι. ἐπεὶ δὲ εἰς τὸν περὶ φύσεως τόπον οἱ ὑπολαμβάνοντές τινας ἐκ τῆς κατασκευῆς ἐπʼ ἀπωλείᾳ γεγονέναι καὶ ταῦτα φέρουσι, λέγοντες δηλοῦσθαι [*](7 τὸ] τῶ AB 10 ἁμαρτίας] δημιουργὸς B 14 θεοῦ δικαίου B 16 σκληρύνοντα B 23 om. περὶ C om. ἐπὶ B 27 ὑπο- βάλλῃ ΑC 28 om. οὗν Α B 16-2)

244
ὅ διδάσκουσι διὰ τοῦ ἐσκληρύνθαι ὑπὸ κυρίου [*](ABC) τὴν καρδίαν Φαραὼ, φέρε ταῦτα αὐτῶν πυνθανώμεθα· ὁ ἐπʼ [*](113) ἀπωλεία κτισθεὶς οὐκ ἄν ποτε ποιῆσαί τι τῶν κρειττόνων δύναιτο, αὐτῆς τῆς ἐνυπαρχούσης φύσεως ἀντιπραττούσης αὐτῷ πρὸς τὰ καλά· τίς οὖν χρεία τὸν Φαραώ ἀπωλείας, ὥς φατε, υἱὸν τυγχάνοντα σκληρύνεσθαι ὑπὸ τοῦ θεοῦ, ἴνα μὴ ἀποστείλῃ τὸν λαόν; εἰ γάρ μὴ ἐσκληρύνετο, ἀπέστειλεν ἄν. ἀποκρινέσθωσαν δή περὶ τούτου λέγοντες, τί ἂν ἐποίησεν ὁ Φαραὼ, εἰ μὴ ἐσκληρύνθη; εἰ μὲν γάρ ἀπέλυε μὴ σκληρυνθεὶς, οὐχὶ φύσεως ἀπολλυμένης ἥν. εἰ δὲ μή ἀπέλυε, περισσὸν τὸ σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν· ὁμοίως γὰρ οὐκ ἀπέλυε καὶ μὴ σκληρυνθείς. τί δὲ ἐνεργῶν ὁ θεὸς περὶ τὸ τγεμονικὸν αὐτοῦ ἐσκλήρυνεν αὐτόν; [*](cf. Ex iv 23) καὶ πῶς αὐτόν αἰτιᾶται λέγων· Ἀνθʼ ὧν ἀπειθεῖς μοι, ἰδοὺ ἐγώ ἀποκτενῶ τὰ πρωτότοκά σου; ἆρα γὰρ ὀ σκληρύνων σκληρὸν σκληρύνει; σαφὲς δʼ ὅτι τό σκληρὸν οὐ σκληρύνεται, ἀλλʼ ἀπὸ ἁπαλότητος εἰς σκληρότητα μεταβάλλει· ἁπαλότης δὲ καρδίας κατὰ τὴν γραφὴν ἐπαινετὴ, ὡς πολλαχοῦ τετηρήκαμεν. λεγέτωσαν τοιγαροῦν εἰ χρηστός ὁ Φαραὼ τυγχάνων γεγένηται πονηρός· ἀλλὰ καὶ ἤτοι αἰτιόμενος ὁ θεὸς τὸν Φαραώ μάτην αἰτιᾶται ἢ οὐ μάτην· εἰ μὲν οὖν μάτην, πῶς ἔτι σοφός καὶ δίκαιος; εἰ δὲ μὴ μάτην, αἶτιος ἐτύγχανε τῶν ἁμαρτημάτων τῶν κατὰ τὴν ἀπείθειαν ὁ Φαραώ· καὶ εἰ αἴτιος, οὐ φύσεως ἦν ἀπολλυμένης. πευστέον μέντοι γε καὶ τοὺτο, διἀ τὸ καταχρώμενον τόν [*](Rο ix 18 f.) ἀπόστολον τοῖς ἐντεῦθεν ῥητοῖς λέγειν· Ἀρʼ οὗν ὅν θέλει ἐλεεῖ, ὅν δὲ θέλει σκληρύνει. ἐρεῖς οὖν μοι, τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; τίς ὁ σκληρύνων καὶ ἐλεῶν; οὐ γάρ δή ἑτέρου τὸ σκληρύνειν καὶ [*](10 ἀπολελυμένης B 15 πρωτότοκά σου] post hoc habent καὶ γνώσονται γὰρ κ.τ.λ. ΑC (non BG); cf. p. 249 f. 4 16 om. σαφὲς δʼ ὅτι τὸ C 17 ἁπαλότητος] post hoc lac. in G usque ad τῶν μετὰ τὰ τ. p. 253 l. 23 σκληρότητα] σκληρὸν B 24 ὁ] τῶ C ἀπολλυμένης] +ἐκεῖνος C 25 πιστευτέον C 29 δὴ] δι' Β* ἕτερον Α)
245
[*](ABC) ἑτέρου τὸ ἐλεεῖν κατὰ τὴν ἀποστολικτν φωνὴν, ἀλλὰ τοῦ αὐτοῦ. ἤτοι οὖν οἱ ἐν Χριστῷ ἐλεούμενοι τοῦ σκληρύνοντός εἰσι τὴν καρδίαν Φαραὼ, καὶ μάτην ἀναπλάσσεται αὐτοῖς ἕτερος θεὸς ἢ ὁ ἀγαθὸς κατʼ αὐτοὺς θεός, οὐκ ἐλεήμων μόνον ἀλλὰ καὶ σκληρύνων· ἢ καὶ οὐκέτʼ ἂν εἴη, ὡς ὑπολαμβάνουσιν, ἀγαθός.

3. Πάντα δὲ ταῦτα ἐπίτηδες ἐπὶ πλεῖον ἐξητάσαμεν πρὸς τοὺς ἀβασανίστως ἑαυτοῖς χαριζομένους τὸ νενοηκέναι καὶ ἐπιβαίνοντας τῇ ἁπλότητι τῶν τμετέρων ἐνιστάμενοι, καὶ δεικνύντες ὅτι οὐτε εἰς ἄ ὑπολαμβάνουσι περὶ θεοῦ, οὗτε εἰς ἅ δογματίζουσι περὶ φύσεων, συμβάλλεται αὐτοῖς ὡς οἶονται ὁ λόγος ὁ κατὰ τὸ ἐνεστηκὸς ἐξεταζόμενος ἀνάγνωσμα. τμεῖς δὲ πολλαχόθεν πειθόμενοι ἀπό τε τῶν ἱερῶν γραφῶν καὶ ἀπὸ τῆς ἐνεργείας τῆς κατὰ τὸ μέγεθος [*](114) καὶ τάξεως τῶν δημιουργημάτων, παρὰ θεοῦ τοῦ κτίσαντος τὰ βλεπόμενα καὶ τὰ μὴ βλεπόμενα, τὰ πρόσκαιρα καὶ τὰ αἰώνια, ὡς ἑνὸς ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντα τῷ πατρὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, ἀγαθῷ θεῷ καὶ δικαίῳ καὶ σοφῷ· ἐπὶ τὸν σκοπὸν ἐκεῖνον τὰς γραφὰς ἄγειν ἀγωνιζόμεθα, τοῦ μὲν δεικνύναι πάντα ἀγαθοῦ θεοῦ καὶ δικαίου καὶ σοφοῦ, οὐδὲ κατά τὸ τυχὸν ὑπονοηθέντες ἄν τοῖς γε νοῦν ἔχουσιν ἀποπίπτειν, κατὰ δὲ τὸ ἐφαρμόζειν ἢ μὴ τῇ ἀγαθότητι αὐτοῦ καὶ δικαιοσύνῃ καὶ σοφίᾳ τὰ λεγόμενα, θεοῦ σωτῆρος δεόμενοι.