In Jeremiam (Homiliae 1-11)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
γεγόναμεν οὖν ἡμεῖς τῷ θεῷ εἰς λαόν, καὶ >ἡ δικαιοσύνη τοῦ θεοῦ τῷ λαῷ τῷ < τῷ ἀπὸ τῶν ἐθνῶν. οὗτος γὰρ ὁ λαὸς τίκτεται ἀθρόως, καὶ ἐν τῷ προφήτῃ δὲ εἴρηται. »εἰ ἐτέχθη ἔθνος εἶς ἅπαξ«. ἐτέχθη δὲ ἔθνος εἰς ἅπαξ, ὅτε ἐπιδεδήμηκεν ὁ σωτὴρ καὶ ἐπίστευσαν ἐν μιᾷ ἡμέρᾳ χιλιάδες πέντε καὶ προσετέθησαν ἄλλῃ ἡμέρᾳ χιλιάδες τρεῖς. καὶ ἔστιν ἰδεῖν ὅλον λαὸν τικτόμενον λόγῳ θεοῦ καὶ άθρόως τίκτουσαν τὴν στεῖραν, τὴν πρότερον οὐ τεκοῦσαν, πρὸς ἣν λέγεται. »εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ὴ οὐκ ώδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα(. ἔρημος μὲν ἡ ἐκκλησία· νόμου, ἔρημος αὔτη θεοῦ ἡν. ἔχουσα δὲ ἄνδρα τὸν νόμον ἐκείνη ἡ συναγωγὴ λέλεκται.
Τί οὖν μοι ἐπαγγέλλεται ὀ θεός; »ἔσεσθέ μοι εἰς λαὸν κἀγὼ ἔσομαι ὑμῖν εἰς θεόν((. οὐκ ἔστιν πάντων θεὸς ἀλλ' ἢ ἐκείνων οἷς χαρίζεται ἑαυτόν, ὅσπερ ἐχαρίσατο ἑαυτὸν τῷ πατριάρχῃ ἐκείνῳ ᾧ Ι εἶπεν. »ἐγὼ θεὸς σός«, καὶ πάλιν ἄλλῳ »ἐγὼ ἔσομαί σου θεός«, καὶ περὶ ἑτέρων »ἔσομαι αὐτῶν θεός(. πότε οὖν ἄρα ἡμεῖς ἐπιτυγχάνομεν, ὁ καθ’ ἕκαστον λέγω, εἰς τὸ τὸν θεὸν εἶναι ἡμῶν θεόν; εἰ δὲ θέλεις μαθεῖν, τίνων ἐστὶν ὁ θεὸς καὶ τίνι χαρίξεται τὴν ἑαυτοῦ ἐπίκλησιν, ἐγὼ φησὶν θεὸς Ἀρβαάμ, θεὸς Ἰσαάκ, θεὸς . καὶ διηγούμενος τὸ τοιοῦτον ὁ σωτήρ φησιν· »ὁ θεὸς οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων«. τίς ὁ νεκρός; ὁ ἀμαρτωλός, ὁ μὴ ἔχων τὸν εἰπόντα. ἐγώ [*](1 Deut. 32, 21. — 4 Vgl. Psal. 21, 32. — 6 Jes. 66, –8 Vgl. Act. 4, 4. — Vgl. Act. 2, 41. — 11ff. Gal. 4, 27 (Jes. 54, 1). Vgl. in Matth. Tom. 10, 23 (Lo 3 62 f.) : ἀναχωρεῖ ὁ Ἰησοῦς .... εἰς τὸν ἔρημον θεοῦ παρὰ τοῖς ἔθνεσι τόπον, ἵνα .... πολλὰ γένηται τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, μήτε νόμον μήτε προφήτας δεδιδαγμένης, ἢ τῆς ἐχούσης τὸν ἄνδρα, τὸν νόμον, in Job. Tom. 28, 24 (Br II, 143). — 13 ff. Vgl. Hier. Comm. in Gal. 5, 27: Virum habuit synagoga Legem . . . . Sterilis vero Ecciesia, sine viro Christo .... diu jacuit in deserto .... exclamat Dominus per prophetam: Si est gens nata simul: quando una die in Actibus apostolorum tria millia et quinque millia hominum crediderunt (aus Origenes abgescbrieben). — 19 Gen. 17, 1. — Gen. 35, 11? — 20 Exod. 29, 45. — 23 Vgl. Exod. 3, 6. — 24 Mattb. 22, 32 Par. — 25 Vgl Job. 11, 25.) [*](7 εἰς ἅπαξ Co LXX in semel H | ἐτέχθη — ἅπαξ 2] < H | ἐπιδεδήμηκεν] ascendit ad coelos Η (= ἐπαναβέβηκεν?) | 13 ἔρημος μὲν ἠ ἐκκλησία vgl. H (Deserta Ecclesia α Lege) u. d. Parallelen | 14 νόμον] + habebat et Deiim H, w. e. scb. frei | 20 ἔσομαι] + inquit (od.: quid) H | πότε οὖν ἄρα] Putasne aliquando H | 21 θέλεις] + plenius Η | 23 Ἀβραάμ u. Ἰσαάκ] + καὶ C + et Η.)
Εἶτα πρὸς τὰ προειρημένα ὑπὸ τοῦ κυρίου ἀποκρίνεται ὁ προ- φήτης, πρὸς τὸ »ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς τῆς διαθήκης ταύτης«, καί φησι· »καὶ ἀπεκρίθην καὶ εἶπα. γένοιτο, κύριε«. τί »γένοιτο, κύριε«; ἐπικατάρατος ὃς οὐκ ἐμμενεῖ τοῖς λόγοις τῆς διαθήκης ταύτης. »καὶ εἶπεν κύριος πρός με· ἀνά- γνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλήμ«. καὶ τοῖς ἔξω ἀναγινώσκομεν τοὺς λόγους τοῦ θεοῦ προσκαλούμενοι αὐτοὺς ἐπὶ σωτηρίαν. »ἀκούσατε τοὺς λόγους τῆς ταύτης καὶ ποιήσατε αὐτούς. καὶ οὐκ ἐποίησαν. καὶ εἶπεν κύριος πρός με· εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦ- σιν Ἱερουσαλήμ«. ἡ μέλλομεν μετανοεῖν ἐπὶ τοῖς εἰρημένοις ἁμαρτή- μασι περὶ ἀνδρῶν Ἰούδα, εἰδότες ὅτι ἐσμὲν οἱ ἄνδρες Ἰούδα, Ἰούδα, τὸν Χριστὸν Ἰούδα προφητευθέντα καὶ λεχθέντα; μήποτε γὰρ ἐπεὶ ἐν ἡμῖν εἰσιν ἁμαρτωλοί τινες καὶ παρὰ τὸν ὀρθὸν λόγον πράττοντες, [*](2 Hebr. 6, 1. — 3 Vgl. Matth. 22, 32 Par. — 12 Vgl. Hom. 2, 4 in Psal. 38 (Lo 12, 173 f.): Est et alia quaedam terra, illa, de qua Scriptura dieit, fluens lac et mel, quam Salvator in Evangeliis repromittit mansuetis etc. — 14 Matth. 5, 5.) [*](5 καὶ μένων μετ' αὐτοῦ] et fit particeps ejus H | εἰ] et siH Ι Q ἵνα] ut et Η | 7 αὐτοῦ] + in nobis H | –15 Hierzu Fragm. 30 in C: Τῶν — γῆν | 12 τὴν Blass | 12/13 ἣν — ἐκείνη] quam pollicitus est deus, terra fluens lac et mel; sed illa est terra H | 13 ἀλλ' ἔστιν εκείνη nach Η (s. ob.) ἀλλὰ περὶ ἐκείνης S ἀλλ’ ἐκείνη Co | 19 ἐμμενεῖ Diels ἐμμένει S auxiierit H | 22–26 Hierzu Fragm. 31 in Ἀναγινώσκομεν — Ἱερουσαλήμ | 24 καὶ οὐκ ἐποίησαν] < H | 26—S. 69, 1 ἦ — προφήτης] Si peccaverimus nos qui uiri Juda proptcr Christum uocamur et invenfi fuerint in nostro numero peccatores de nobis dicitur H | 26 ἦ Lietzmann τί Blass εἰ S(H) | 28 λεχθέντα Co vgl. S. 65, 19 ἐλεγχθέντα S | 29 τὸν ὁρθὸν Co τῶν ὁρθῶν S.)
»Εὑρέθη« οὖν »σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦσιν Ιερουσαλήμ. ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον«. »ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας«. τίνων; οὐ λέγει ἁπλῶς τῶν πατέρων. τίς ἡ προσθήκη; »ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας | τῶν πατέρων αὐτῶν τῶν πρότερον«; ἐλέγομεν ταῦτα λέγεσθαι πρὸς ἡμᾶς καὶ καὶ τοὺς ἐν ἡμῖν ἁμαρτάνοντας. πῶς οὖν οἱ ἐν ἡμῖν ἁμαρτάνοντες ἐπεστράφησαν οὐκ ἐπὶ τὰς ἀδικίας τῶν πατέρων«, ἀλλὰ »τῶν πατέρων αὐτῶν τῶν πρότερον«; μήποτε οὖν διττοί εἰσιν οἱ πατέρες ἡμῶν, καὶ ἔστιν μὲν ἐν ἡμῖν εἶδος πατέρων τὸ χεῖρον· πρὶν πιστεῦσαι γὰρ υἱοὶ ἦμεν φέρ᾿ εἰπεῖν τοῦ διαβόλου, ὡς δείκνυσιν ὁ λόγος ὁ εὐαγγελικὸς λέγων· »ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ«, ὅτε δὲ πεπιστεύκαμεν, γεγόναμεν υἱοὶ θεοῦ. ἐπὰν οὐν ἁμαρτάνωμεν, ἐπιστρέφομεν ἐπὶ τὰς ἀδικίας οὐχ ἁπαξαπλῶς τῶν πατέρων, ἀλλὰ τῶν πρότερον πατέρων. εἰς δὲ τὸ παραστῆσαι ὅτι διττοὶ ἡμῶν εἰσιν οἱ πατέρες, χρήσομαι ῥητοῖς ἀπὸ τοῦ τεσσαρακοστοῦ τετάρτου Ψαλμοῦ οὕτως ἔχουσιν· »ἄκουσον, θύγατερ, καὶ ἔδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου«. πατὴρ λέγει· »ἐπιλάθου τοῦ οἴκου τοῦ πατρός σου«· ὡς γὰρ πατὴρ λέγει· ἄκουσον, θύγατερ«. οὐκοῦν διττοὶ οἱ πατέρες ἡμῶν εἰσιν. ἀλλὰ »ἐπιλάθου τοῦ οἴκου τοῦ οἴκου] τοῦ πατρός σου« τοῦ προτέρου. [*](4 Pro ν. 5, 22. — 8 Jes. 58, 6. 7. — 21 Job. 8, 44. — 24 ff. Vgl. in Joh. Tom. 1, 39 (Br I, 54, 17 ff.): προσώπων γίνονται ἐπὶ πλεῖον ἐναλλαγαὶ, ὥστε καὶ ἐνθάδε δύνασθαι ἀπὸ τοῦ· Ἄκουσον, θύγατερ· τὸν πατέρα λέγειν. — 26 ff. Psal. 44, 11. — 28 ff. Vgl. Sel. in Ps. 44, 11 (Lo 12, 328): »Κλῖνον τὸ οὖς σου«, πρὸς τὴν ἐκκλησίαν φησὶν ὁ πατήρ.) [*](2 — 8 Hierzu Fragm. 32 in C: Κὰ)ν — προσέθηκεν | 4 ἐφαρμόσαι — τὸ2] id quod de peccatore dieitur, eis valeat convenire Η | αὐτοῖς τὸ nach Η Diels Lietzmann | 7 εἰ nach H: si (vgl. auch Ru) ἠ S | 8 λῦε] Sed: Solve Η | 9 συναλλαγμάτων Hu συναλαγμάτων S | 13 οὐ λέγει nach Η: non ait λέγε S | 17 τὰς ἀδικίας Ru ταῖς ἀδικίαις S | 18 αὐτῶν nach Η: suorum | 18 — S. 70, 14 Hierzu Fragm. 33 in C: Καὶ—κατορθώσωμεν | 20 ὡς nach Η: ut οὓς S | 22 οὖν] + post haec Η | 25 μδ΄ S | 27/28 πατὴρ — σου] < Η | 30 τοῦ οἴκου2] streicht Co inquit Η.)
»Ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον«. ἔλεγον ὅτι καὶ ὁ διάβολος πρότερον ἦν ἡμῶν πατήρ, πρὶν γένηται ἡμῶν ὁ θεὸς πατήρ, εἴγε καὶ νῦν οὐκ ἔστιν ἡμῶν ὁ διάβολος πατήρ· ὅπερ παραστήσομεν καὶ ἀπὸ τῆς Ἰωάννου καθολικῆς ἐπιστολῆς, ἐν ᾗ γέγραπται· »πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται«. εἰ »πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται«, οἱονεὶ τοσαυτάκις ἐκ τοῦ διαβόλου γεγεννήμεθα ὁσάκις ἁμαρτάνομεν. ταλαίπωρος οὖν οὗτός ἐστιν, ὃς ἀεὶ γεννᾶται ἐκ τοῦ διαβόλου, ὥσπερ πάλιν μακάριος ὁ ἀεὶ γεννώμενος ὑπὸ τοῦ θεοῦ. οὐ γὰρ ἅπαξ ἐρῶ τὸν δίκαιον γεγεννῆσθαι ὑπὸ τοῦ θεοῦ, ἀλλ’ ἀεὶ γεννᾶσθαι καθ’ ἑκάστην πρᾶξιν ἀγαθήν, ἐν ᾗ γεννᾷ τὸν δίκαιον ὁ θεός. ἐὰν οὖν ἐπιστήσω σε ἐπὶ τοῦ σωτῆρος, ὅτι οὐχὶ ἐγέννησεν ὁ πατὴρ τὸν υἱὸν καὶ ἀπέλυσεν αὐτὸν ὁ πατὴρ ἀπὸ τῆς γενέσεως αὐτοῦ, ἀλλ᾿ ἀεὶ γεννᾷ αὐτόν, παραστήσω καὶ ἐπὶ τοῦ δικαίου παραπλήσιον. ἴδωμεν δὲ τίς ἡμῶν ἐστιν ὁ σωτήρ. »ἀπαύγασμα δόξης«. τὸ ἀπαύγασμα τῆς δόξης οὐχὶ ἅπαξ γεγέννηται καὶ οὐχὶ γεννᾶται· ἀλλὰ ὅσον ἐστὶν τὸ φῶς ποιητικὸν τοῦ ἀπαυγάσματος, ἐπὶ τοσοῦτον γεννᾶται τὸ ἀπαύγασμα τῆς δόξης τοῦ θεοῦ. ὁ σωτὴρ ἡμῶν σοφία ἐστὶν τοῦ θεοῦ. ἔστιν δὲ ἡ σοφία »ἀπαύγασμα φωτὸς ἀιδίου«. εἰ οὖν ὁ σωτὴρ ἀεὶ γεννᾶται, καὶ διὰ τοῦτο λέγει· »πρὸ δὲ πάντων βουνῶν γεννᾷ με« οὐχὶ δέ· πρὸ δὲ πάντων βουνῶν γεγέννηκέν με, ἀλλά· »πρὸ πάντων βουνῶν γεννᾷ με«), καὶ ἀεὶ γεννᾶται ὁ σωτὴρ ὑπὸ τοῦ πατρός, οὕτως καὶ σὺ ἐὰν ἔχῃς τὸ τῆς υἱοθεσίας πνεῦμα, ἀεὶ γεννᾷ σε ἐν αὐτῷ ὁ θεὸς καθ’ ἕκαστον ἔργον, καθ᾿ ἕκαστον διανόημα, καὶ γεννώμενος οὕτως γίνῃ ἀεὶ γεννώμενος υἱὸς θεοῦ έν Χριστῷ Ἰησοῦ· ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
[*](7/8 Ι Joh. 3, 8. — 8 ff. Vgl. in Joh. Tom. 20, 13 (Br II, 53, 3 ff.): ὅσον ποιοῦμεν ἁμαρτίας, οὐδέπω τὴν ἐκ τοῦ διαβόλου γένεσιν ἀπεκδυσάμεθα, κἂν πιστεύειν εἰς τὸν Ἰησοῦν νομιζώμεθα. — 17. 20 Vgl. Hebr. 1, 3. — 20 Vgl. Ι Kor. 1, 24. — 21 Weish. Sal. 7, 26. — 22. 24 Prov. 8, 25. — 25 Vgl. Rom. 8, 15.)[*](1 ἐὰν] + igitur Η | σου τοῦ οἴκου] domum patris tui Η | 2 σὺ πεποίηκας] incidisti in Η οὐ πεποίηκας S | 4 ἔλεγον] + dudum Η | 5 διάβολος Co (vgl. H) διάβος S [sic] | 6 καθολικῆς] < Η | 8 εἰ πᾶς Co Si omnis Η εἶπας S | 25 ück findet s. in ’ Apologie c. 4 (in lat. Übers. Migne PG 17, 564), vgl. TU NF I, 3, 112 f. | 23/24 ἀλλὰ — με] sed generat me Pamph. < Η | 24 καὶ ἀεὶ] semper Η | 25 ἐὰν — πνεῦμα] si tarnen adoptionis habes Spiritusn H | 2526 γεννᾶ σε — ὁ θεός] generaris α Deo Η | 28 Ἀμήν] + ὁμιλία θ΄ S.)Εἰ θεοῦ λόγιά ἐστιν ἐν νόμῳ καὶ προφήταις, εὐαγγελίοις τε καὶ ἀποστόλοις, δεήσει τὸν μαθητευόμενον θεοῦ λογίοις διδάσκαλον ἐπιγράφεσθαι θεόν· »ὁ« γὰρ »διδάσκων ἄνθρωπον γνῶσιν« ὁ θεός ἐστιν, ὡς καὶ ἐν Ψαλμοῖς γέγραπται. καὶ ὁ σωτὴρ δὲ μαρτυρεῖ μὴ δεῖν ἐπιγράφεσθαί τινα διδάσκαλον ἐπὶ τῆς γῆς λέγων· »καὶ ὑμεῖς μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς«. <»ὁ πατὴρ« δὲ »ὁ ἐν διδάσκει ἤτοι καθ᾿ αὑτὸν ἢ διὰ τοῦ Χριστοῦ ἢ ἐν ἁγίῳ πνεύματι ἢ διὰ Παύλου, φέρ’ εἰπεῖν, ἢ διὰ Πέτρου ἢ διά τινος τῶν ἄλλων ἁγίων, μόνον θεοῦ πνεῦμα καὶ θεοῦ λόγος ἐπιδημείτω καὶ διδασκέτω. ταῦτά μοι πρὸς τί εἴρηται; ἐπειδήπερ φησὶν ὁ προφήτης· »γνώρισόν μοι, κύριε, καὶ γνώσομαι«· οὐ γὰρ γνώσομαι, ἐὰν μὴ σύ μοι γνωρίσῃς ἐὰν δὲ γνωρίζοντός σου ἐμοὶ γνῶ, »τότε« ὄψομαι τὰ ἐπιτηδεύματα αὐτῶν« καὶ νοήσω, ὃ ἕκαστος πράττει καὶ ποίας ἐστὶν προαιρέσεως.
Ταύτα ὁ προφήτης. εἶτα ὁ σωτὴρ ἐν τῷ προφήτῃ ἴδωμεν τίνα λέγει· »ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων. ἐπ ἐμὲ ἐλογίσαντο λογισμόν, λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἐτι«. ὡς φησὶν καὶ ὁ προφήτης Ἡσαΐας, Χριστὸς »ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ«. ἐκεῖ μὲν οὖν περὶ αὐτοῦ Ἡσαΐας λέγει, ἐνταῦθα δὲ ὁ Χριστὸς περὶ αὑτοῦ [*](5 ff. Vgl. Euseb. (Gh II, 73): Θεοῦ γὰρ δεῖται διδασκάλου τὸ τῆς οἰκονομίας μυστήριον κτλ. — 7 Psal. 94, 10. — 9 Vgl. Matth. 23, 8. 9. Vgl. Barnard Τ St V, 5, 26. — 19 ff. Vgl. Euseb. Eclog. propb. III, 33 (TU NF I, 3, 51 f.). — Vgl. Hier. Comm. 922: Omnium Ecclesiarum iste est consensus, ut sub persona Jeremiae a Christo haec dici intelligant. — 24 Jes. 53, 7.) [*](1 τοῦ] + Ite (= βαδίσατε) Η | 4 Homilia VIII Η | 11 ὁ πατὴρ δὲ ὁ ἐν τοῖς οὐρανοῖς nach Η: Pater autem quiest in coelis | 13 ἢ] zu streichen? Blass | φέρ᾿ εἰπεῖν] ut ad ininora veniamus Η vgl. TU NF I, 3, 27 Α 2 | 1 7 γνῶ] ipotuero nasse quod nescio Η | ἐπιτηδεύματα] cogitationes Η | 18 ποίας Hu cuius Η ποία S | 19 εἶτα nach H: Deinde εἶ δὲ S εἰ δὲ Co | 21 καὶ] < Η | 25 κείραντος] + se Η | ἐκεῖ) et ibi Η | αὑτοῦ nach Η: se ipse αὐτοῦ S.)
»Ἐπ᾿ ἐμὲ ἐλογίσαντο λογισμόν, λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«. ὅτι μὲν ἐσταύρωσαν αὐτὸν Ι Ἰουδαῖοι, δῆλον τοῦτό ἐστιν καὶ παρρησίᾳ τοῦτο κηρύσσομεν. πῶς δὲ τοῦτο ἐφαρμόσεις τῷ »ἐλογίσαντο ἐπ᾿ ἐμὲ λογισμόν, λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«, ἔργον ἐστὶ νοῆσαι. ὁ τοῦ Ἰησοῦ ἄρτος ὁ λόγος ἐστὶν ἐν ᾧ τρεφόμεθα. ἐπεὶ τοίνυν διδάσκοντος αὐτοῦ ἐν τώ λαῷ ἠθέλησαν τὸ σκάνδαλον έν] τῇ διδασκαλίᾳ αὐτοῦ προσθεῖναι διὰ τοῦ σταυρῶσαι αὐτόν, εἶπον· »βάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«. ὅταν γὰρ τῷ λόγῳ τῆς Ἰησοῦ διδασκαλίας προσάπτηται τὸ ἐσταυρῶσθαι τὸν διδάσκαλον, εἰς τὸν ἄρτον αὐτοῦ ξύλον ἐμβέβληται. ἐκεῖνοι μὲν οὖν ἐξ ἐπιβουλῆς βουλευσάμενοι λεγέτωσαν· »δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«. ἐγὼ δὲ παραδοξότερον ἐρῶ· τὸ ξύλον ἐμβληθὲν εἰς τὸν ἄρτον αὐτοῦ κρείττονα τὸν ἄρτον πεποίηκεν. παράδειγμα λαμβάνω ἀπὸ τοῦ Μωσέως νόμου· τὸ ξύλον βληθὲν εἰς τὸ πικρὸν ὕδωρ ἐποίησεν αὐτὸ . οὕτως τὸ ξύλον τοῦ πάθους Ἰησοῦ Χριστοῦ ἐλθὸν εἰς τὸν λόγον πεποίηκεν τὸν ἄρτον αὐτοῦ γλυκύτερον. πρὶν ἔλθῃ γοῦν εἰς τὸν ἄρτον αὐτοῦ τὸ ξύλον, ὅτε ἄρτος μόνον ἦν καὶ ξύλον οὐκ ἦν ἐν τῇ διδασκαλίᾳ αὐτοῦ, »εἰς πᾶσαν τὴν γῆν« οὐκ »ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ«. ἀλλ᾿ ἐπεὶ προσ- [*](1 Vgl. Jes. 53, 7. — 4ff. — 4 ff. Vgl. Hier. Comm. 922: subauditur peccatum; juxta illud quod ab apostolo dicitur: Qui cum non cognovisset peccatum etc. — 5 II Kor. 5, 21. — 10ff. Vgl. Hier. Comm. 922. — 14 Vgl. Jon. 6, 48ff. — 14ff. Vgl. Euseb. (Gh II, 74): τῷ γὰρ τροφίμῳ τῆς αὐτοῦ διδασκαλίας ἐμποδίζειν οἰόμενοι διὰ τὸ ξύλον τοῦ σταυροῦ συμπλακὲν αὐτῷ κωλύειν ἐνόμιζον τοὺς ἀπογεύεσθαι τῶν αὐτοῦ μαθητῶν ἐθέλοντας, διὰ τὸ σκάνδαλον τοῦ σταυροῦ. — 20ff. Vgl. Philo de migr. Abr. I, 441 M. — 22 Vgl. Exod. 15, 25. — 26 Psal. 18, 5.) [*](1 ἐπὶ σφαγὴν] < Η | 2 ἔγνω Co cognoverit Η ἔγνων S | 3 ἁμαρτίαν] sive injustitiam Η | 9 καὶ] < Η | 10 αὐτὸν] Dominum Η (1. τὸν #x772;? | πῶς δὲ τοῦτο ἐφαρμόσεις τῷ] quomodo vero aptabimus ei, quod dicitur Η | 12 λέγοντες] + hoc quod infertur Η | 13 καὶ] < Η | 15 ἠθέλησαν] + quidmn Η | streicht Blass < Η | 16 εἶπον] + venite (= δεῦτε) Η | 20 καὶ] < Η admirabile quiddam Η | 22 λαμβάνω] accipe Η | νόμου] + Sicut Η | 24 λόγον] doctrinam ejus Η.)
Εἶπον οὖν· »δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«.
λέγουσιν δὲ καὶ τὸ »ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἐτι«. οὕτως αὐτὸν ἀπέκτειναν, ὡς ἐξαφανίζοντες αὐτοῦ τὸ ὄνομα. ἀλλὰ ὁ Ἰησοῦς οἶδεν πῶς ἀποθνῄσκει καὶ διὰ τί. διό φησιν· »ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει«· ὥστε ὁ θάνατος τοῦ Ἰησοῦ στάχυς σίτου γίνεται ποιῶν πολλαπλασίονα καὶ πολύχουν τὸ ἐσπαρμένον. ὡς εἰ καθ᾿ ὑπόθεσιν μὴ ἐσταύρωτο μηδὲ τεθνήκει, ἔμεινεν ἂν μόνος ὁ κόκκος τοῦ σίτου, καὶ πολλοὶ οὐκ ἐγένοντο ἐξ αὐτοῦ. πρόσχες οὐν αὐτοῦ τῇ λέξει, εἰ μὴ τοῦτο βεβούληται λέγειν· »ὁ κόκκος τοῦ σίτου ἐὰν μὴ πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει«. ὁ θάνατος τοῦ Ἰησοῦ τούτους πάντας ἐκαρποφόρησεν, εἰ δὲ ὁ θάνατος τοσούτους ἐκαρποφόρησε, πόσους καρποφορήσει ἡ ἀνάστασις;