In Jeremiam (Homiliae 1-11)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
ὅρα οὖν πηλίκον κακόν ἐστι τὸ ἁμαρτάνειν, ἵνα παραόοθῶσι τῷ σατανᾷ αἰχμαλωτίζοντι τὰς ψυχὰς τῶν ἐγκαταλειπομένων μένων ὑπὸ θεοῦ, οὐκ ἀναιτίως δὲ οὐδὲ ἀκρίτως ἐγκαταλιπόντος θεοῦ, οὓς ἐγκατέλιπε· ἐπὰν γὰρ πέμψῃ τὸν ὑετὸν ἐπὶ τὸν ἀμπελῶνα, ὁ δὲ ἀμπελὼν φέρῃ ἀντὶ σταφυλῆς ἀκάνθας, τί ποιήσει ὁ θεὸς ἢ >ταῖς νεφέλαις ἐντελεῖται τοῦ μὴ βρέξαι ὑετὸν> ἐπὶ τὸν ἀμπελῶνα; ἐπίκειται διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ ἡμῖν αἰχμαλωσία καὶ μέλλομεν παραδίδοσθαι, ἐὰν μὴ μετανοῶμεν, τῷ Ναβουχοδονόσορ καὶ τοῖς Βαβυλωνίοις, ἵνα ἡμᾶς σπαράξωσιν οἱ νοητοὶ Βαβυλώνιοι. ἐπικειμένων τούτων οἱ λόγοι τῶν προφητῶν, οἱ λόγοι τοῦ νόμου, οἱ λόγοι τῶν ἀποστόλων, οἱ λόrοι τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέγουσιν ἡμῖν περὶ μετανοίας, παρακαλοῦσιν ἡμᾶς εἰς ἐπιστροφήν· ἐὰν ἀκούσωμεν, πιστεύωμεν τῷ εἰρηκότι· »μετανοήσω κἀγὼ περὶ πάντων τῶν κακῶν ὡν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς«. ταῦτα μὲν εἰς τὸ προοίμιον.
Μετὰ δὲ τὸ προοίμιον γέγραπται ὅτι ἐγένετο λόγος κυρίου πρὸς αὐτόν«, δῆλον ὅτι τὸν Ἱερεμίαν. τί δὲ λέγει ὁ λόγος τοῦ κυρίου πρὸς αὐτόν; ἐξαίρετον παρὰ τὸ εἰρημένον πρὸς τοὺς λοιποὺς προφήτας. τοῦτο γὰρ πρὸς οὐδένα εὕρομεν τῶν προφητῶν εἰρημένον. Ἀβραὰμ προφήτης ἐχρημάτισεν ἐν τῷ »προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ«, καὶ οὐκ εἶπεν πρὸς αὐτὸν ὁ θεός· »πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε«. ἀλλὰ ὑστερόν ποτε ἡγιάσθη ὁ Ἀβραάμ, ὅτε ἐξῆλθεν ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ τῆς συrγενείας αὐτοῦ καὶ ἐκ [*](4—9 Vgl. Hom. 18, 14, Fragm. 125 in C u. ö. — 4 I Kor. 5, 5. — 5 Jerem. 34, 5 u. ö. — 8 I Tim. 1, 20. — 13 ff. Vgl. Jes. 5, 4—6. — 22 Jerem. 18 — 29 Vgl. Philo qu. rer. div. her. I, 510 Μ — Gen. 20, 7. — 33 Vgl. Gen. 12, 1.) [*](8 παρέδωκα nach Η: tradidi παρέδωκε S (Hom. 18, 14: παρέδωκα) | 11/12 οὐκ ἀναιτίως δὲ οὐ u. θεοῦ οὓς ἐχκατέλιπε S and. Hand w. e. seh. | 13 φέρει S* φέρῃ S1 | 22 πιστεύωμεν Co πιστεύομεν SH | 27 ἐξαίρετον] vgl. S. 4, 3 9, 12; oft mit τι verbunden: in Matth. Tom. 13, 2 (Lo 3, 212), Exhort. 14 (Orig. I, 14, 7).)
Οὐκ ἀγνοοῦμεν ὅτι ταῦτα ἀναφέρουσί τινες ὡς μείζονα Ἱερεμίου ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν· καὶ ἰστέον ὅτι τὰ μὲν πολλὰ αὐτῷ συνᾴδει καὶ δύναται ἀναφέρεσθαι ἐπὶ τὸν σωτῆρα, ἃ παραθήσομαι· ὀλίγα δέ τινα τῶν εἰρημένων πρὸς τὸν Ἱερεμίαν θλίβει τὸν λόγον, οὐ δυνάμενα ὡς πρὸς τοὺς πολλοὺς ἐφαρμόσαι τῷ σωτῆρι. τίνα οὐν ἐστι τὰ ἐφαρμόζοντα τῷ σωτῆρι; »πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί οοι λαλήσεις. μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ εἰμι τοῦ ἐζαιρεῖοθαί σε, λέγει κύριος«. οὔπω ταῦτα ἂν πρὸς τὸν σωτῆρα δόξειαν ἀναφέφεσθαι, τά ἑξῆς δὲ »καὶ ἐξέτεινε κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥφατο τοῦ στόματός μου, καὶ εἶπεν κύριος πρός με· ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου. ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν« θλίβει τὴν περὶ τοῦ Ἱερεμίου ἑρμηνείαν ποῖα ἔθνη ἐξερρίζωσε, ποίας κατέστρεψε βασιλείας; γέγραπται γάρ’ »ἰδοὺ καθέστακά σε σήμερον έπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν«. ποίαν δὲ εἶχεν ἐξουσίαν ὁ Ἱερεμίας εἰς τὸ »ἀπολλύειν«, ὅπερ εἴρηται ὡς πρὸς Ἱερεμίαν έν τῷ »καὶ ἀπολλύειν«; τίνας δὲ τοσούτους ᾠκοδόμησεν Ἱερεμίας, ἴνα λέγηται »καὶ οἰκοδομεῖν«; Ἱερεμίας φησίν· »οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείας«. πῶς οὐν δέδοται αὐτῷ τὸ »οἰκοδομεῖν καὶ καταφυτεύειν‘; πῶς ἐπὶ τὸν Ἱερεμίαν ἐφαρμόσει τὸ »καταφυτεύειν«; ταῦτα ἐπὶ τὸν σωτῆρα ἀναφερόμενα οὐ θλίβει τὸν ἑρημνεύοντα, ὅτι ὁ Ἱερεμίας ἐν τούτοις σύμβολον τοῦ σωτῆρός ἐστιν. τὰ δὲ παρατεθηοόμενα πάνυ θλίβει καὶ τὸν πάνυ συνετώτατον βουλόμενον δεῖξαι, πῶς καὶ ταῦτα δύναται ἁρμόζειν ἐπὶ τὸν σωτῆρα· »καὶ εἶπα· ὁ ὢν δέσποτα κύριε, ἰδοὺ οὐκ [*](6 ff. Vgl. Hier. Comm. 837: Quidam hunc locum super Salvatore intelligunt. — 20 ff. Vgl. Hom. 14, 5, in Matth. Tom. 12, 9 (Lo 3, 144): Καὶ οἱ φάσκοντες δὲ ὅτι Ἱερεμίας εἴη ὁ Ἰησοῦς . . . . τάχα ἐκ τῶν εἰρημένοιν ἐν ταῖς ἀρχαῖς τοῦ Ἱερεμίου ἐκινήθησαν, οὐ πληρωθέντων μὲν ἐν τῷ προφήτῃ τότε κτλ. — 25 Jerem. 15, 10.) [*](14 ἂν ἐναργῶς Diels Wilamowitz ofiose Η (= ἀγρῶς Ru) | 19 ff. (bis Hom. 1, 7 oder weiter?) Hierzu Fvagm. 2 in C: Ταῦτα — κρείττονα | θλίβει — ἑρμηνείαν nach H: de Hieremia difflcilem faciunt interpretationcin.)
Οὐχ ἁρμόζει οὖν ταῦτα ἐπὶ τὸν σωτῆρα. ἐκεῖνα δ᾿ οὐ δοκεῖ δυσωπεῖν ἐπὶ τὸν σωτῆρα. εἰπεῖν δὲ ὅτι ταῦτα μὲν ἐπὶ τὸν Ἱερεμίαν ἀναφέρεται, ἐκεῖνα δὲ ἐπὶ τὸν σωτῆρα, οὐ χαλεπόν. ὁ μέντοι εὐγνώμων πάνυ θλιβήσεται ἐν τῷ τόπῳ, ορῶν ὅτι τὸ διακόψαι ἐν εἱρμῶ λόγων λόγους εἰρημένους εἴτε πρὸς τὸν Ἰερεμίαν εἴτε πρὸς τὸν σωτῆρα, καὶ λέγειν ταῦτα, <ἐπεὶ ἐλάττονά ἐστι τῷ Χριστῷ ἀλλὰ τῷ Ἱερεμίᾳ ἁρμόζειν, καὶ ταῦτα, ἐπεὶ μείζονά ἐστιν Ἱερεμίου, οὐ τῷ Ἱερεμίᾳ ἀλλὰ τῷ Χριστῷ ἁρμόζειν, ἀγνωμόνων ἐστίν. ὅλος οὖν ἐπὶ τὸν Ἱερεμίαν ἀναφερέσθω ; καὶ ταῦτα τὰ δοκοῦντα εἶναι μείζονα Ἱερεμίου ἑρμηνευέσθω.
πᾶς ὁ λαβὼν λόγους ἀπὸ θεοῦ καὶ ἔχων τὴν χάριν τῶν οὐρανίων λόγων, ἔλαβεν αὐτοὺς ἐπὶ τῷ »ἔθνη καὶ βασιλείας ἐκριζοῦν καὶ κατασκάπτειν«. ἀλλὰ »ἔθνη καὶ βασιλείας‘ ἐὰν λέγηται »ἐκριζοῦν« πᾶς ὁ λαβὼν λόγους ἀπὸ θεοῦ, μὴ σωματικῶς μοι νόει τὰ ἔθνη καὶ τὰς βασιλείας, ἀλλὰ κατανοήσας τὰς ἀνθρωπίνας ψυχὰς βασιλευομένας ὑπὸ τῆς ἁμαρτίας κατὰ τὸ εἰρημένον παρὰ τῷ ἀποστόλῳ· »μὴ οὐν βασιλευέτω ἡ ἁμαρτία έν τῷ θνητῷ ἡμῶν σώματι«, βλέπων δὲ καὶ τὰ πολλὰ εἴδη τῶν ἁμαρτημάτων, τροπολόγει καὶ τὰ ἔθνη καὶ τὰς βασιλείας, τὰ φαῦλα τὰ ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὄντα, ἅτινα ἐκριζοῦται καὶ κατασκάπτεται ὑπὸ τῶν δεδομένων ειτε Ἱερεμίᾳ εἴτε ᾡτινιοῦν λόγων τοῦ θεοῦ. καὶ δύναται καὶ τὰ πρῶτα, τὰ θλίβοντα ὡς πρὸς τὸν σωτῆρα, ἐφαρμόσαι τῷ Ἱερεμίᾳ καὶ τὰ δεύτερα τῷ εἰδότι τροπολογεῖν ἐφαρμόσαι τῷ Ἱερεμία.
Ἐρεῖ μοί τις τῶν ἀκουόντων· γύμνασον καὶ τὸν ἄλλον λόγον καὶ ὅλα πειράθητι παραστῆσαι τὰ γεγραμμένα ἀρμόζοντα τῷ [*](1 Vgl. I Kor. 1. 24. — 2 Vgl. Kol. 2, 9. — 22 Vgl. de or. 25, 1 (Orig. II, 357, 19) u. ö. — 23 Röm. 6, 12.) [*](1 ἐστὶν] est . | 3 οὖν] huic Η | 4 τῷ σωτῆρι] < Η | 5 αὐτὸ οὐ Blass | 6 ὅτι] + ὥς Blass | 7 αὐτό] αὐτόν Co, Η w. e. seh. | 8 δ᾿ οὐ δοκεῖ δυσωπεῖν nach Η: autem facili intellectu . . referuntur | 9 εἰπεῖν Hu Dicere Η εἶπον S | 13 ἐπεὶ — Χριστοῦ mit Η: quoniam minora sunt | 16 ὅλως V | 25 τροπολόγει Co allegorizet Η τροπολογεῖ S | 26 τὰ] ς· τὰ S κατὰ τὰ Hu nach Η: per | 28 καὶ2 übergesch. S1 30 ἐφαρμόσαι τῷ Ἱερεμίᾳ streicht Wilamowitz | 32 ἁρμόζοντα τῷ σωτῆρι] super salvatore, quasi de eo (od. deo) sint scripta H.)
Ἀλλ᾿ ἐρεῖ τις· εἰ καὶ δύνασαι ἐπὶ τὸν σωτῆρα αναγαγεῖν τὸ [*](10 II Kor. 13, 1 (vgl. Deut. 19, 15 Matth. 18, 16). — 14 Vgl. II Kor. 13, 1. — le Jes. 7, 16. — 18 Jes. 7, 14. — 20 Jes. 7, 16. - 22 Vgl. Phil. 2, 7 Luk. 2, 52. - 24 Vgl. Luk. 2, 52. - 25 ff. Vgl. Phil. 2, 7. - 28 Vgl. Luk. 2, 52. — 29 Jes. 7, 16.) [*](9 καὶ τὸ mit H: et hoc quod dictum est | 11 ἢ Co quam Η μὴ S | 16 ἄπιθι πονηρία S | 22 ἑαυτόν] + formam servi accipiens Η | 30 ἄπιθι πονηρία S (vgl. Ζ. 16) | καὶ ἃ mit Η: et ea quae τοῦτο Co | 32 εἰ καὶ mit Η: etiamsi εἶτα S εἰ Co.)
»μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ‘. οὕτως ἐκτείνει τὴν χεῖρα, ἅπτεται τοῦ στόματος αὐτοῦ, δίδωσιν αὐτῷ λόγους, καὶ δίδωσιν αὐτῷ λόγους διὰ τὰς βασιλείας, ἵν᾿ ἐκριζώσῃ χρείαν δὲ εἶχεν ἐκριζούντων λόγων, ὅτε ἦν »ἐν τῷ πατρί«, οὐ εἶχε κατασκαπτόντων λόγων καὶ καθαιρούντων τὰ χείρονα· οὐδὲν γὰρ ἠν ἄξιον κατασκαφῆς ἐκεῖ, οὐδὲν ἦν ἄξιον ἐκριζώσεως. μέγα ἐστιν, ὡς τὸ οὐκ οἶδα ὑμᾶς, ὅτι ἐργάται ἐστὲ ἀνομίας«, οὕτως ὑπὸ τοῦ σωτῆρος λεγόμενον διὰ τὸ ὑπερβάλλον μέγεθος τῆς δόξης αὐτοῦ, ἴσον δυνάμενον τῷ οὐκ ἐπίσταμαι λαλεῖν ἀνθρώπινα τὸ »οὐκ ἐπίσταμαι λαλεῖν«.