In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

»Ὅτι μετὰ σοῦ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει κύριος. καὶ ἐξέτεινε κύριος τὴν χεῖρα αὐτοῦ πρός με, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπε κύριος πρός με«. τήρει διαφορὰς Ἱερεμίου καὶ Ἡσαΐου. ὁ Ἡσαΐας [*](4 Vgl. Eph. 4, 13. — 9 Matth. 13, 57. — 10 ff. Vgl. in Joh. Tom. 13, 55 (Br I, 313), in Luc. Hom. 33 (Lo 5, 210) u. in Matth. Tom. 10, 18 (Lo 3, 49): ἃ πέπονθεν Ἱερεμίας ἐν τῷ λαῷ . . . . Ὅσα δὲ καὶ ὑπὸ τοῦ τότε βασιλέως τοῦ Ἰσραὴλ πέπονθεν, ἐν τῇ προφητείᾳ αὐτοῦ ἀναγέγραπται. — 14 f. Vgl. Jerem. 45, 6 44, 21. — 17 Act. 7, 52. — 18 Vgl. II Tim. 3, 12. — 20 Vgl. I Petr. 4, 12? — Vgl. I Petr. 2, 19. — 23 Matth. 5, 11. 12.) [*](6 ἐὰν nach S. 4, 12 ἂν S | 10 οὗ Hu nach H: cujus rei | 15 ἕνα ἄρτον nach LXX cod. 88 vgl. auch H: panem, τ`` [??] ἀρτίων S μόλις ἄρτον Co | 19 πάντως SH πάντας? Blass vgl. II Tim. 3, 12 | 21 πάντα] + quae (od. quae eis) praecepta sunt H.)

12
φησίν· »ἀκάθαρτα χείλη ἔχων ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου«. καὶ ἐπεὶ ἐξωμολογήσατο οὐκ ἔχων ἔργα ἀκάθαρτα, ἀλλὰ μόνον ῥημάτια (μέχρι γὰρ τούτου ἁμαρτωλὸς ἦν), οὐκ »ἐξέτεινε κύριος τὴν χεῖρα αὐτοῦ«, τὸ δὲ >ἓν τῶν Σεραφὶμ ἥψατο τῇ χειρὶ αὐτοῦ τῶν χειλέων αὐτοῦ, καὶ εἶπεν· ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου<. ἐπεὶ δὲ οὗτος ἡγιάσθη »ἐκ μήτρας«, οὐ λαβὶς αὐτῷ πέμπεται οὐδὲ »ἀπὸ τοῦ θυσιαστηρίου« ἄνθραξ (οὐκ εἶχεν οὐδὲν ἄξιον τοῦ πυρός), ἀλλ᾿ αὐτὴ ἡ χεὶρ τοῦ κυρίου ἥψατο αὐτοῦ. διὸ λέγει· »ἐξέτεινε κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν κύριος πρός με· ἰδοὺ δέδωκα τοὺς λόγους μμου εἰς τὸ στόμα σου. ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν«.

Τίς οὕτως μακάριός ἐστιν ὡς τὰς βασιλείας πολλὰς οὔσας, ἃς >δείκνυσιν ὁ διάβολος<, βασιλείας οὔσας δυνάμεων ἀντικειμένων, βασιλείας κατὰ τὰς ἁμαρτίας, ἐκριζοῦν τοῖς διδομένοις ὑπὸ τοῦ θεοῦ λόγοις; γέγραπται γάρ· »ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου. ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν«. ὥσπερ δὲ βασιλεῖαί εἰσιν, οὕτως καὶ ἔθνη οὐδὲ δύναται λέγεσθαι βασιλεία εἰ μὴ ἡ ἔχουσα ὑφ᾿ ἑαυτὴν ἔθνη. οἷον, βασιλεία ἐστὶ τῆς πορνείας, ἔθνη τῆς πορνείας ἑκάστη πορνεία†. μία βασιλεία ἐστὶ αὐτὸ τὸ γενικὸν ἁμάρτημα τῆς πλεονεξίας καὶ τῆς ἀποστερήσεως, καὶ εἰσὶ πολλαὶ βασιλεῖαι ἐν τοῖς πολλὰ εἴδη ἔχουσιν ἁμαρτημάτων. [*](1 Jes. 6, 5. — 3 Vgl. Jes. 6, 5. — 3 ff. Vgl. in Lev. Hom. 9, 7 (Lo 9, 354): quibus solis se mundum non esse profitetur. Ex quo ostenditur, quo usque ad verbum tantummodo peccatum ejus inveniretur, in facto vero vel opere nullo peccaverit, u. ö. Hier. Comm. 838: Notandum quod hic manus mittatur Dei . . . . in Isaia autem . . . . mittitur unus de Seraphim, qui non manu, sed forcipe et carbone tangat os ejus etc. — 5 Jes. 6, 7. — 7 Vgl. Jes. 6, 6. — 14 Vgl. Matth. 4, 4. — 22 Vgl. in Luc. 4, 5 (Cat. Cram. II, 36, 5ff.): »Βασιλείας κόσμου«, φησὶ, τὸν [l. τῶν] κοσμικῶν ἀνθρώπων, τίνα τρόπον οἱ μὲν βασιλεύονται ὑπὸ πονηρίας, οἱ δὲ βασιλεύονται ὑπὸ φιλαργυρίας, οἱ δὲ ὑπὸ κενοδοξίας, de princ. 4, 17 (Lo 21, 439. 511).) [*](5 τὸ δὲ ἓν] neque unum H; hiernach Hu: μηδὲ ἓν, Blass: οὐδὲ ἕν; aber man müsste dann auch bei Orig. etwas freier behandelt zu sein, während H in der Übers. wie im Comm. genauer ausmalt | 6 ἐπεὶ δὲ] mit H: autem quia (od. quia iam) ἐπειδὴ S | 13—S. 14, 30 Hierzu Fragm. 3 in C: Μακάριον—ποιήσω | ὡς Hu nach H: ut ὃς S Co (der vorher οὗτος liest) | ἃς] + Christo H | 18 ἐκριζοῦν Lo eradicare H | 18/19 οὐδὲ —ἔθνη nach H: Nec potest aliquod regnum dici, nisi quod sub se continet nationes | 19/20 βασιλεία2—ἐστὶν] S w. e. sch. lückenhaft regnat fornicatio in homine peccatore, necesse est ut regnum fornicationis habeat gentes suas H | 21 αὐτὸ τὸ mit H: Ipsum illud | 21/22 ἀποστερήσεως — ἁμαρτημάτων] fraudis, quo vix aliquis immunis est, habet regnum suum, et sub regno uno multas possidet gentes, per plurimas scilicet species avaritiae.)

13
εἶτα καθ᾿ ἕκαστον τῶν ἁμαρτωλῶν νόει μοι τὰ ἔθνη τὰ ὑπὸ τὴν βασιλείαν, ὡς εἰπεῖν, ὅτι ὁ δεῖνα ἔχει ἔθνη πολλὰ τῆς βασιλείας τῆς κατὰ τὴν πορνείαν, ὁ δεῖνα ἔχει ἔθνη πολλὰ τῆς βασιλείας τῆς κατὰ τὴν ἀποστέρησιν, τῆς κατὰ τὴν καταλαλιάν, τῆς κατὰ τὴν ὀργήν. ἔργον ἐστὶ τῶν λόγων τοῦ θεοῦ ἐπὶ »ἔθνη καὶ βασιλείας« ἐξαποσταλέντων »ἐκριζοῦν καὶ κατασκάπτειν«. ἐκριζοῦν τίνα; ἐδίδαξεν ὁ σωτὴρ λέγων· »πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται«. ἔστι τινὰ ἔνδον ἐν ταῖς ψυχαῖς, ἃ »οὐκ ἐφύτευσεν ὁ πατὴρ ὁ οὐράνιος«· πάντες γὰρ οἱ >διαλογισμοὶ οἱ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι, βλασφημίαι<, φυτεῖαί εἰσι πεφυτευμέναι οὐχ ὑπὸ τοῦ οὐρανίου πατρός. εἰ θέλεις δὲ ἰδεῖν, τίνος εἰσὶ φυτεῖαι οἱ τοιοῦτοι διαλογισμοί, ἄκουε ὅτι ὁ »ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν«, ὁ ἐπισπείρας τὰ »ζιζάνια ἀνὰ μέσον τοῦ σίτου«. ἐφέστηκεν οὖν ὁ θεὸς ἔχων τὰ σπέρματα, καὶ ὁ διάβολος. ἐὰν διδῶμεν »τόπον τῷ διαβόλῳ«, »ὁ ἐχθρὸς« ἐπισπείρει φυτείαν, »ἣν οὐκ ἐφύτευσεν ὁ πατὴρ διαβόλῳ«, πάντως ἐκριζωθησομένην· ἐὰν μὴ διδῶμεν »τόπον τῷ διαβόλῳ«, ἀλλὰ διδῶμεν τόπον τῷ θεῷ, χαίρων ὁ θεὸς σπείρει τὰ σπέρματα αὐτοῦ ἐπὶ τὸ ἡγεμονικὸν ἡμῶν. μὴ νόμιζε τοίνυν τὸν Ἱερεμίαν σκυθρωπόν τι εἰληφέναι δῶρον ἀπὸ τοῦ θεοῦ, ὅτι καθίσταται »ἐπὶ ἔθνη καὶ ἐπὶ βασιλείας, ἐκριζοῦν«. ἀγαθὸς ὁ θεός ἐστι διὰ τῶν λόγων ἐκριζῶν τὰ φαῦλα, τὰς ἐχθρὰς βασιλείας τῶν οὐρανῶν τῇ βασιλείᾳ, τὰ πολεμικὰ ἔθνη τῷ ἔθνει τῷ τοῦ θεοῦ.

»Ἐκριζοῦν καὶ κατασκάπτειν«.

ἔστι τις οἰκοδομὴ τοῦ διαβόλου, ἔστι τις οἰκοδομὴ τοῦ θεοῦ. ἡ »ἐπὶ τὴν ἄμμον« οἰκοδομὴ τοῦ διαβόλου ἐστίν, ἐπ᾿ οὐδενὶ γὰρ ἐστήρικται ἑδραίῳ καὶ βεβαίῳ καὶ ἡνωμένῳ· ἡ δὲ οἰκοδομὴ ἡ »ἐπὶ τὴν πέτραν« τοῦ θεοῦ ἐστιν. ὅρα τί λέγεται τοῖς τοῦ θεοῦ· »θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε«. οἱ λόγοι τοίνυν τοῦ θεοῦ »ἐπὶ ἔθνη καὶ βασιλείας« εἰσίν, »ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν«. ἐὰν ἐκριζωθῇ μέν, μὴ ἀπόληται δὲ τὸ ἐκριζωθέν, ἔστι τὸ ἐκριζωθέν. ἐὰν κατασκαφῇ μέν, οἱ λίθοι δὲ τῆς [*](7 Matth. 15, 13. — 9 Vgl. Matth. 15, 19. — 12 Matth. 13, 28. — 13 Vgl. Matth. 13, 25. — 15 Vgl. Eph. 4, 27. — Vgl. Matth. 13, 25 Matth. 15, 13. — 17 Vgl. Eph. 4, 27. — 20 ff. Vgl. in Ezech. Hom. 1, 12 (Lo 14, 25f.): Benignus est Deus, dans sermones ad eradicandum etc. — 22 Vgl. Matth. 3, 2 usw. — 24—27 Vgl. Matth. 7, 24. 26. — 28 I Kor. 3, 9.) [*](1—4 εἶτα—ὀργήν] et ob id H | 3 τῆς1 V τὴν S | 8 ἐν vgl. S. 36, 21/22 | τῆς ψυχῆς vermutet Hu | 10 πορνεῖαι mit C: μοιχεῖαι, πορνεῖαι καὶ τὰ λοιπά und H: fornicationes τὸ ἐκριζωθέν nach H: adhuc permanet quod evulsum est.)

14
κατασκαφῆς μὴ ἀπόλωνται, ἔστι τὸ κατασκαφέν. ἔργον οὐν ἐστι τῆς ἀγαθότητος τοῦ θεοῦ, μετὰ τὸ ἐκριζῶσαι ἀπολέομαι τὸ ἐξερριζωμένον, μετὰ τὸ καθελεῖν ἀπολέσαι τὸ καθῃρημένον. ἀνάγνωθι ἐπιμελῶς ἐπὶ μὲν τῶν ἀπολλυμένων καὶ ἐκριζουμένων, πῶς ἀπόλλυνται τὰ τοιαῦτα· >τὸ δὲ ἄχυρον κατακαύσατε πυρὶ ἁσβέστῳ< καί δήσατε δέσμας ζιζάνια καὶ παράδοτε αὐτὰ πυρί< οὕτως μετὰ τὸ ἐκριζοῦσθαι ἀπόλλυται. εἰ θέλεις ἰδεῖν καὶ μετὰ καθαίρεσιν τὰ ἀπολλύμενα τῆς οἰκοδομῆς τῆς ὕλης τῆς φαύλης· χοῦς γίνεται ἡ οἰκία ἐκείνη ἡ διὰ τὴν λέπραν καθῃρη- μένη καὶ ἐκβάλλεται χοῦς γενομένη »ἔξω τῆς πόλεως«, ἵνα μηδὲ λίθος ᾖ μένων, ὁμοίως τῷ »ὡς πηλὸν πλατειῶν λεανῶ αύτούς«· δεῖ γὰρ μηδαμῶς συνεστάναι τὰ χείρονα. κατεσκάφη τι, μὴ οἱ λίθοι ἔστωσαν χρήσιμοι πρὸς [τὴν] ἄλλην οἰκοδομήν, ἣν δύναται οἰκοδομεῖν ὁ πονηρός· ἐξερριζώθη, μὴ πόλιν ἐκ τῶν ἐξερριζωμένων εὕρῃ σπέρματα, ἕνα ἐπισπείρῃ πάλιν τὰ ζιζάνια, πάντως γὰρ ἔχων τὰ σπέρματα τῶν ζιζανίων, ἐπέσπειρεν αὐτά. διὰ τοῦτο δήσατε τὰ ζιζάνια καὶ κατακαώσατε αὐτὰ πυρί< ἵνα μετὰ τὸ ἐκριζωθῆναι ἀπόληται, καὶ μετὰ τὸ κατασκαφῆναι ἡ τοῦ διαβόλου οἱκοδομὴ ἀπόληται.