De oratione
Origen
Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.
μὴ λέξεις τοίνυν νομίσωμεν διδάσκεσθαι λέγειν ἡμᾶς ἔν τινι ἀποτεταγμένῳ τοῦ εὔχεσθαι καιρῷ· ἀλλ᾿ εἰ συνίεμεν τῶν ἡμῖν προεξετασθέντων εἰς τὸ „ἀδιαλείπτως“ προσεύχεσθαι, πᾶς ἡμῶν ὁ βίος „ἀδιαλείπτως“ προσευχομένων λεγέτω τό· „πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,“ „τὸ πολίτευμα“ ἔχων οὐδαμῶς ἐπὶ γῆς ἀλλὰ παντὶ τρόπῳ „ἐν οὐρανοῖς,“ θρόνοις τυγχάνουσι τοῦ θεοῦ διὰ τὸ ἱδρῦσθαι τὴν τοῦ θεοῦ βασιλείαν ἐν πᾶσι τοῖς φοροῦσι „τὴν εἰκόνα τοῦ ἐπουρανίου“ καὶ διὰ τοῦτο γενομένοις ἐπουρανίοις.
Ἐπὰν (δὲ) λέγηται ὁ πατὴρ τῶν ἁγίων εἶναι „ἐν τοῖς οὐρανοῖς,“ οὐ περιγεγράφθαι αὐτὸν σχήματι σωματικῷ ὑποληπτέον καὶ „ἐν οὐρανοῖς“ κατοικεῖν, ἐπεί τοι περιεχόμενος ἐλάττων τῶν οὐρανῶν ὁ θεὸς εὑρεθήσεται, περιεχόντων αὐτὸν τῶν οὐρανῶν· δέον τῇ ἀφάτῳ δυνάμει τῆς θεότητος αὐτοῦ πεπεῖσθαι περιέχεσθαι