De oratione
Origen
Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.
αἱ τοιαῦται δὲ εὐχαὶ αἱ ὄντως πνευματικαὶ, προσευχομένου ἐν τῇ καρδίᾳ τῶν ἁγίων τοῦ πνεύματος, ἀνεγράφησαν, πεπληρωμέναι ἀποῤῥήτων καὶ θαυμασίων δογμάτων· ἐν μὲν γὰρ τῇ πρώτῃ τῶν Βασιλειῶν ἐκ μέρους ἡ τῆς Ἄννης (ὅλη γὰρ. „ὅτε ἐπλήθυνε προσευχομένη ἐνώπιον κυρίου,“ λαλοῦσα „ἐν τῇ καρδίᾳ αὐτῆς,“ οὐκ † ἐχάρη γραφῇ), ἐν δὲ ψαλμοῖς ὁ ἑκκαιδέκατος ψαλμὸς „προσευχὴ τοῦ Δαυΐδ“ ἐπιγέγραπται, καὶ ὁ ἔνατος καὶ ὀγδοηκοστὸς „προσευχὴ τῷ Μωϋσεῖ, ἀνθρώπῳ τοῦ θεοῦ,“ καὶ ὁ πρῶτος καὶ ἑκατοστὸς „προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ“· αἵτινες προσευχαὶ, ἐπεὶ ἀληθῶς ἦσαν προσευχαὶ γινόμεναι πνεύματι λεγόμεναί τε, καὶ τῶν δογμάτων τῆς τοῦ θεοῦ σοφίας πεπλήρωνται, ὥστε εἰπεῖν ἄν τινα περὶ τῶν ἐν αὐταῖς ἐπαγγελλομένων· „τίς σοφὸς, καὶ συνήσει ταύτας; καὶ συνετὸς, καὶ ἐπιγνώσεται αὐτάς;“
ἐπεὶ τοίνυν τηλικοῦτόν ἐστι τὸ περὶ τῆς εὐχῆς διαλαβεῖν, ὡς δεῖσθαι τοῦ καὶ εἰς τοῦτο φωτίζοντος πατρὸς καὶ αὐτοῦ τοῦ πρωτοτόκου λόγου διδάσκοντος τοῦ τε πνεύματος ἐνεργοῦντος εἰς τὸ νοεῖν καὶ λέγειν ἀξίως τοῦ τηλικούτου προβλήματος, εὐξάμενος ὡς ἄνθρωπος (οὐ γάρ που ἐμαυτῷ δίδωμι χωρεῖν τὴν προσευχὴν) τοῦ πνεύματος πρὸ τοῦ λόγου τυχεῖν τῆς εὐχῆς ἀξιῶ, ἵνα λόγος πληρέστατος καὶ πνευματικὸς ἡμῖν δωρηθῇ, καὶ αἱ ἐν τοῖς εὐαγγελίοις