Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

σεδημήκασιν. τὴν δὲ τούτων αἰτίαν κατὰ μεγάλας κρίσεις καὶ δυσδιηγήτους, διηγήτους, θεωρουμένας ὑπὸ τῶν εἰληφότων τὸν Χριστοῦ νοῦν, ἕνα ἴδωσιν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα αὐτοῖς, ὀλίγοις ἐστὶν δυνατὸν νατὸν καταλαβεῖν τοῖς ἐπιμελέστερον τὰ πρὸ γενέσεως καὶ τὰ ἐν γενέσει περὶ ἐκάστου διειληφόσιν· καὶ ἐπεὶ ταράξαι ἄν τινα τὰ τοιαῦτα. συνέντα μὲν ταυτα, μη ἀκριβουντα δέ, καινδυνῳ παραβαλοῦμεν ἐαυτοὺς τῷ περὶ τῶν τοιούτων, ἔνθα τὸ λέγειν καὶ ἀναπτύσσειν πτύσσειν τὰ τοιαῦτά ἐστιν ἐπισφαλές, κἂν ἀληθεύηται.

καὶ ἐπὶσφαλὲς σφαλὲς δὲ διὰ τὸ δεῖν τὸν οἰκονόμον τῶν τοῦ θεοῦ μυστηρίων τὸν καιρὸν ζητεῖν τῆς προσαγωγῆς τῶν τοιούτων δογμάτων, μὴ βλάπτοντα τὸν ἀκούοντα, καὶ τὸ μέτρον περιαθρεῖν τοῦ ἐλλείποντος ἢ πλεονάζοντος, κἄν ὁ καιρὸς τηρῆται, παρὰ τὸν ὀρθὸν λόγον γινομένου, καὶ ἐπιμελέστερον ἐξετάζειν πότερον σύνδουλοί εἰσιν οἶς παραδίδοται τὰ τοιαῦτα, ἢ δοῦλοι ἄλλου τινὸς παρὰ τὸν κύριον τῶν κυριευόντων.

ὅτι δὲ δεῖ πάντα ταῦτα ἐξετάζειν τὸν οἰκονόμον [*](7 Joh. 8, 37. — 18 Vgl. Weish. Sal. 17, 1. — 19 Vgl. I Kor. 2, 16. 12. — 26 Vgl. I Kor. 4, 1. — 30 Vgl. Luk. 12, 42. — 31 Vgl. I Tim. 6, 15. — 32 Vgl. I Kor. 4, 1. 5 ὑπέστη] η a. Ras. Ι 14 καὶ + Pr Ι 20 εἴδωσιν Μ vgl. S. 201, 13 Ι 22 ταρἀκαο] in Μ ohne Accente geschrieben, ἐπιταράξαι V | 23 συνθέντα] συν verblichen, corr. We; καὶ γὰρ παραθέντα, καὶ γὰρ a. Ras. V Ι 25 ἀληθεύεται, corr. Pr Ι 26 δὲ + V Ι 27 μὴ + Ferrarius Ι 28 βλαπτοντος, corr. Ferrarius Ι nach α scheint ρ ausrad.)

329
τῶν μυστηρίων τοῦ θεοῦ παρίστησιν ἡ φάσκουσα λέξις· Τίς ἄρα ἐστὶν ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὅν καταστήσει ὁ κύριος »ἐπὶ τῆς οἰκετίας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον τοῖς »συνδούλοις ἐαυτοῦ;« οὐ πάντες οὖν εἰσιν ἄνθρωποι σπέρμα τοῦ Ἀβραάμ· οὐδὲ γὰρ ῎εχουσιν τοὺς λόγους ἐγκατεσπαρμένους αὐτῶν ταῖς ψυκαῖς, δυναμένους, εἰ γεωργηθεῖεν, ποιῆσαι τέκνα τοῦ Ἀβραάμ.

Καὶ ζητήσαι τις ἄν πρὸς ταῦτα φάσκων ὅτι δύναται μὲν ψεκτὸς εἶναι ὁ γενόμενος σπέρμα τοῦ Ἀβραάμ, εἰ μὴ καὶ τέκνον αὐτοῦ γένοιτο· πῶς δ’ ἄν εὐλόγως μεφθείη μὴ ποιῶν τὰ ἔργα τοῦ Ἀβροαὰμ ὁ μηδὲ τὴν ἀρχὴν ἔχων τὸ ἐἶναι σπέρμα τοῦ Ἀβραάμ, ἀφ οὑ ἔρκεται τὸ γενέσθαι τέκνα τῷ Ἀβραάμ;

ἐροῦμεν δὲ πρὸς ταῦτα ὡσπερεὶ ἐπιβάθρᾳ χρησάμενοικ τῇ ἱστορίᾳ καὶ τὰ ἴχνη τῆς κατὰ τὸν τόπον ἀληθείας ζητοῦντες ἐν τοῖς γράμμασιν, ὄτι εἰ μὲν μὴ ὤν τις τέκνον τοῦ Ἀβραὰμ οὐδενὸς δικαίου σπέρμα ἦν, καὶ ἀνέγκλητος ἐτύγχανεν ἂν τῶν ἁμαρτωλῶν τις, μηδεμίαν ἔχων ἀπὸ σπερμάτων τοῦ καλοῦ· νυνὶ δὲ ὥσπερ ἐπὶ τῶν σωμάτων ὁ μέν τίς ἐστιν πλειόνων δικαίων σπέρμα, ἔτερος δὲ ὁλιγωτέρων, ὡς δῆλον ἔσται ἐκ τῆς παραθέσεως τῶν λεχθησομένων, οὕτως καὶ ἐπὶ τῶν τῆς ἀναγωνῆς τὸ ἀνάλογον ἔσται λέγειν.

Ἀβραὰμ εἰκοστὸς γεγέννηται ἀπὸ τοῦ πρωτοπλάστου· δέκα γὰρ γενεαὶ ἀπὸ Ἀδὰμ ἐπὶ Νῶε, καὶ δέκα ἀπὸ Νῶε ἐπὶ Ἀβραάμ· καὶ τοῦ Ἀβραὰμ γεγόμασιν ἀδελφοὶ ἀδελφοὶ καὶ Ἀρράμ· οἱ γὰρ τρεῖς ἡσαν υἱοὶ Θάρα. Ναχὼρ μὲν οὖν καὶ Ἀρρὰμ οὐκ ἠσαν σπέρμα τοῦ Ἀβραάμ· ἀλλ’ οὐδ’ αὐτὸς Ἀβραὰμ σπέρμα ἦν τοῦ Ἀβραάμ.

ἦσαν δὲ σπέρμα οἱ τρεῖς δικαίων μέν ἐς ὡς ζητουμένων ἔτι τῶν κατὰ τὸν Ἀδὰμ ἐν τίσιν τίσιν αὐτόν, τοῦ Σήθ, ὅν ἐξανέστησεν ὁ θεὸς ἀντὶ τοῦ Ἄβελ· καὶ τοῦ Ἐνώς, ὅς »ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ«· καὶ τοῦ Ἐνώχ, »ὅς εὐηρέστησεν τῷ θεῷ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθοιυσάλα, »ἔτη διακόσια«· καὶ τοῦ Νῶε, περὶ οὖ εἴρηται ὅτι »δίκαιος, τέλειος ἐν τῇ γενεᾷ Ι αὐτοῦ· τῷ θεῷ εὐηρέστησεν Νῶε«· καὶ τοῦ Ζήμ, οὑ »κύριος ὁ θεὸς« πρώτου φαίνεται ἐν τῇ Γενέσει κεχρηματικέναι θεός, ὄπερ σαφές ἐστιν ἐκ τοῦ »Εὐλογητὸς κύριος [*](1 Luk. 12, 42. — 5 Vgl. Matth. 13, 19. — 10 Vgl. Joh. 8, 39. — 20 Vgl. Gen. 5, lif. — 21 Vgl. Gen. 11, 10ff. — Vgl. Gen. 11, 26. — 25 Vgl. Gen. 4, 25. — 27 Gen. 4, 26. — 28 Gen. 5, 22. — 29 Gen. 6, 9. — 32 Gen. 9, 26. 1 Die Form d. Citates ist auffallend, stimmt aber mit andern Stellen bei Orig. überein (bom. in Jer. XI, 3 [81, 13 Kl, wo Ζ. 15 mit Hieron. συνδούλοις Ζ. 1. ist]). Vgl. Syr. Sin. Ι 5 συνκατεσπαρμένους, corr. V; vgl. S. 328, 17 Ι 6 nach ψυχαῖς + καὶ V Ι 11 τῷ] τοῦ, corr. V Ι 15 ἂν + We Ι 19 λέγειν unter d. Ζ. Ι γεγεὔηται Ι Ἀρρὰμ 1] ρ1 aus ν w. e. scb. Ι 28 ἡβηρέστησεν Μ, corr. V.)

330
»ὁ θεὸς τοῦ Σήμ«·

τῶν δὲ λοιπῶν <ἀδίκων> παρὰ τούτους οὗτοι ἦσαν τρεῖς τοῦ Θάρα σπέρα σπέρμα. ὅπερ οὖν εἴπομεν περὶ τοῦ σπέρματος τοῦ Ἀβραάμ, τοῦτο νοητέον περὶ τοῦ σπέρματος τοῦ Σὴμ καὶ Νῶε καὶ τῶν ἀνωτέρω δικαίων, ὧν τὰς ἰδιότητας σπερματικῶς δοκοῦσιν κοινῇ ἀνειληφέναι εἰς γένεσιν ἐρχόμενοι Ἀβραὰμ καὶ Ναχῶρ καὶ Ἀρράμ· ἀλλ’ ὁ μὲν Ἀβραὰμ γεγεωργηκέναι οὕς εἶχεν ἐν ἑαυτῷ σπερματικοῶς λόγους πάντων τῶν πρὸ αὐτοῦ δικαίων, καὶ τούτοις προστεθεικέναι ἁγίαν ἰδίαν ποιότητα, τὴν κατὰ τὸ ἴδιον αὐτοῦ σπέρμα, οὑ ἐδύναντο μετέχειν οἱ μετ’ αὐτὸν καλούμενοι »σπέρμα Ἀβραάμ«· ὁ δὲ Ἀρρὰμ ἐλάχιστον ἑαυτοῦ ἐπιμέλειαν ἐπιμέλειαν πεποιῆσθαι καὶ τῶν πατρικῶν ἐν ἐαυτῷ σπερμάτων , ὅθεν δεδύνηται προβαλεῖν πνέοντα κἂν κἄν ποσὸν τῆς σωτηρίας τὸν Λώτ· ὁ δὲ Ναχὼρ ἀμφοτέρων τῶν ἀδελφῶν ἐλάττων γεγονέναι.

Ἔξεστιν τοίνυν μὴ ὄντα σπέρμα τοῦ Ἀβραάμ, τῷ πάντως διὰ τὴν κατὰ τὸν κατακλυσμὸν ἱστοριαν ἀπὸ Νῶε τοὺς ἐξῆς γεγονέναι, εἶναι σπέρμα Νῶε· εἰ δὲ τοῦτο, καὶ σπέρμα Ἐνώχ, πάντως δὲ καὶ σπέρμα Ἐνὼς καὶ Σήθ· ἄδηλον δ’ ἡμῖν ἐπὶ τῶν πολλῶν κατωτέρω τοῦ Νῶε, τίς σπέρμα τοῦ Σὴμ καὶ τίς τοῦ Χὰμ καὶ τίς τοῦ Ἰάμεθ καὶ τῶν κατωτέρω· κατωτέρω· πλὴν οὐκ ἔστιν τις μηδαμῶς μετέχων σπέρματος δικαίων.

ἐφίστημι δὲ μήποτε δυνατὸν δυατὸν τὰς ἀφορμὰς ἃς εἶχεν ὁ Ἀβραὰμ ἐκ τῶν προτέρων σπερμάτων γενέσθαι τὸν μὴ ὄντα σπέρμα τοῦ Ἀβραὰμ τοιοῦτον, ὥστε αὐτὸν οὐκ ὄντα ἀπὸ τοῦ Ἀβραὰμ ἐξομοιωθήναι τῷ Ἀβραάμ.

ὡς γὰρ Ἀβραάμ, οὐκ ἐκ σπέρματος Ἀβραὰμ τυγχάνων ἀλλὰ τῶν προειρημένων, γέγονεν Ἀβραάμ, οὕτω δυνατόν τινα τὰ κρείττονα τῶν ἐν αὐτῷ ἐγκατασπαρέντων γεωργήσαντα γενέσθαι ἄλλον Ἀβραάμ, οὐ πάντως ἐκ σπέρματος Ἀβραὰμ ἀλλὰ κοὶ αὐτὸν ἱκανὸν σπείρειν ὡς Ἀβραάμ.

Ὅλων δὲ τούτων ἀκούωεν ἀναφέροντες τὰ λεγόμενα οὐκ ἐπὶ σώματα καὶ ἀνθρώπους, ἀλλ’ ἐπί τινα νοητὰ καὶ λόγους πλείονας ἢ ἐλάττονας, ὧν μετέχουσι διαφόρως οἱ κατιόντες εἰς γένεσιν ἢ εἰσιόντες, καὶ τάχα δέ πως καὶ ἀνιόντες.

ἐπιστήσεις δὲ εἰ δύναται ἐπὶ τὰ τοιαῦτα σπέρματα, ἤδη καὶ τῶν εἰς ἐαυτοὺς λαμβανόντων αὐτὰ ἴσια ὀνομαξόμενα, ἀναφέρεσθαι τὸ »Πορευόμενοι ἐπορεύοντο »καὶ ἔκλαιον, αἴροντες τὰ σπέρματα αὐτῶν«· εἴ τις γὰρ δύνται, μετὰ κλαυθμοῦ πορείαν τινῶν ψυχῶν εἰς γένεσιν ἐρχομένων κατανοησάτω, φερουσῶν τὰ σπέρματα ἤτοι πλειόνων δικαίων ἤ ὀλιγω- [*](33 Ps. 125, n="/> <ἀδίκων> + We Ι 7 προστέθεικεν, corr. Pr Ι 12 λώθ, corr. V; vgl. S. 338, 19f. Ι 15 τοὺς] τοῦ, corr. Pr Ι 19 ἐπὶ, corr. V Ι 23 ἐξομοιωθῆναι, beide ο a. Ras. Μ Ι 25 συνκατασπαρέντων (σοα a. Ras.) Μ, corr. Pr Ι 28 ἀναφέροντες] verblichen Ι 30 εἰσόντες, corr. Hu; ἐλθόντες V.)

331
τέρων Ι καὶ ἀδίκων ὁμοίως.

καὶ ἐννοείτω θεωρῶν ὡσπερεὶ ηεωργοὺς ἀγωνιῶταςε περὶ ὡν ἔχουσιν σπερμάτων, πῶς τάδε μὲν γεωργήσωσιν (λέγω δὲ τὰ διφέροντα), τάδε δὲ μὴ σπέιρωσιν, ερκονται ἔρχονται μετὰ χειρόνων σπερμάτων.

ποῖον γὰρ εἰκὸς κλαυθμὸν κλαίειν τούτους περὶ ὧν φησιν ὁ λόγος· »Πορευόμενοι ἐπορεύοντο καὶ »αἴροντες τὰ σπέρματα αὐτῶν«;

καὶ ἐλπίς γε ἀγαθή ἐστιν ἐν τοῖς πορευομένοις καὶ κλαίουσιν, κλαίουσιν, τὰ σπέρματα σπέρματα οὑτοι γὰρ ὡς ἐπίπαν »ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα »αὐτῶν«.

τάχα δὲ ἔτεροι ἦλθον, περὶ ὧν ὡν ἄν· >Πορευόμενοι ἐπορεύοντο καὶ αἴροντες αἴροντες τὰ σπέρματα x003C; οἶς ἀκολουθήσει τὸ >Ἑρχόμενοι δὲ ἥξουσιν ἐν κλαυθμῷ, αἴροντες τὰ ἑαυτῶν »ὅς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· οὖ οὐκ ἐπλήρωσεν τὴν χεῖρα »αὐτοῦ ὁ θερίξων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων.

»καὶ οὐκ εἶπαν οἱ παράγοντες· Εὐλογία κυρίου ἐφ’ ὑμᾶς‘. καὶ ὅρα εἰ δύναται κατὰ τοῦτο τοῦτο καὶ μυστικώτερον λέγεσθαι ὑπὸ τοῦ σωτῆρος ἡμῶν τὸ »Μαζάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται«·

καὶ τὸ »Οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ καλαύσετε«. ὅσῳ μέντοι γε μεταγενεστέρων τίς ἐστιν δικαίων σπέρμα, τοσούτῳ πλείονας φέρει δικαιοσύνης λόγους, ὡς διὰ τοῦτο μὲν γεγράφθαι τὸ »Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ«, διὰ τοῦτο δέ πως εἶναι καὶ τὸ περὶ τοῦ Ἰωάννου εἰρημένον· »Μείζων »ἐν γεννητοῖς γυναικῶν Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν«.

Ἐν τούτοις δὲ γενόμενος τοῖς τόποις πρόσχες εἰ μὴ λόγον ἔκει τὸ ἀφανίξεσθαί τινα τῶν σπερμάτων ὑπὸ θεοῦ, ἴνα μὴ πλείονα τὰ κακὰ ᾖ ἐπὶ τῆς γῆς, σπειρομένων τῶν μὴ ἐχόντων ἀφορμὰς ἀπὸ κρειττόνων πρὸς τὸ γεωργῆσαι τὰ ἀπὸ διαφερόντων σπερμάτων· διὰ τοῦτο γὰρ κατακλυσμὸς γίνεται, ἵνα ἐξαφανιισθῇ τὸ τοῦ Κάϊν σπέρμα, οὐκ ἂν δυνηθέντων τῶν ἀπ’ αὐτοῦ γενομένων ἔχειν τί γεωργήσωσιν, εἰ μὴ τὰ ἀπὸ τοῦ Ἀδὰμ μόνα.