Commentarii In Evangelium Joannis
Origen
Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Λεκτέον δὲ πρὸς ταῦτα ὅτι ὁ σωτὴρ ὁτὲ μὲν περὶ ἑαυτοῦ ὡς περὶ ἀνθρώπου διαλέγεται, ὁτὲ δὲ ὡς περὶ θειοτέρας φύσεως καὶ ἡνωμένης τῇ ἀγενήτῳ τοῦ πατρὸς φύσει. ἐπὰν μὲν γὰρ λέγῃ· »Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν »λελάληκα«, τοῦτό φησιν εἰδὼς τὸ ζητούμενον ἀναιρεθῆναι εἶναι οὐ θεὸν ἀλλὰ ἄνθρωπον· ἐὰν δὲ »᾿Εγὼ κοὶ ὁ πατὴρ ἕν ἐσμεν« καὶ »᾿Εγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή« καὶ »᾿Εγώ εἰμι ἡ ἀνάστασις« καὶ τὰ τούτοις ὅμοια, οὐ περὶ τοῦ ζητουμένου ἀναιρεθῆναι ἀνθρώπου διδάσκει.
οὕτως οὖν καὶ ἐπὶ τῶν κατὰ τὸ παρὸν ἡμῖν ζητουμένων ἐκ τῆς συμφράσεως κατανοητέον· τὸ μὲν Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί« περὶ τοῦ ἀνθρώπου ἑαυτοῦ διαλέγεται, τὸ δὲ »Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου« περὶ τῆς θεότητος· τοῦ μὲν γὰρ »Κἀμὲ οἴδατε καὶ »οἴδατε πόθεν εἰμί« ταῦτα προτέτακται· »Ἔλεγον οὐν τινες ἐκ τῶν »῾Ιεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; καὶ ἴδε »παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν. μήποτε ἀληθῶς ἔγνωσαν »οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χριστός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν »ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν«·
τοῦ δὲ »Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου« ταῦτα »Εἶπαν οὐν »αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ »ἔστιν ἀληθής. ἀπεκρίθη † ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· κἂν ἐγὼ [*](4 Ι Joh. 2, 22 f. — 6 Ι Joh. 2, 23. — 7 Joh. 8, 19. — 10 Ι Joh. 2, 23. — 12 Joh. 7, 28. — 17 Joh. 8, 40. — 19 Joh. 10, 30. — 20 Joh. 14, 6. — Joh. 11, 25. — 23 Joh. 7, 28. — 24 Joh. 8, 19. — 26 Joh. 7, —27. — 31 Joh. 8, 19. — Joh. 8, 1316. 16 λέγειν | 27 οὕτως | 30 χριστὸς] κύριος (κ#x772;ς#x772; statt χ#x772;ς#x772;, wie κ und χ worden sind; s. Einl.) | 31 τοῦ] τοὺς, corr. V | 33 Der Artikel vor Ἰησοῦς feblt in den Zeugen von T.)
* * * ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε »ἐγὼ οὐ κρίνω οὐδένα. καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀλη- »θινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με πατήρ«.
δῆλον οὐν ἐκ τούτων ὅτι ὑπὸ μὲν τῶν ῾Ιεροσολυμιτῶν ἐλέγετο· »Τοῦτον οἴδαμεν πόθεν ἐστίν‘, ἀναφερόντων ἐπὶ τὸ ἐν Βηθλεὲμ αὐτὸν γεγενῆσθαι, καὶ ἐπισταμένων ὅτι οὗτος ἦν οὗ ἡ μήτηρ ἐλέγετο Μαρία, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης καὶ Σίμων καὶ Ἰούδας. διόπερ καὶ μαρτυρεῖ τοῖς εἰρηκόσιν· »Οἴδαμεν πόθεν ἐστίν‘ διὰ τοῦ »Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί«. τοῖς δὲ Φαρισαίοις τὸ »Κἣν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, »ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω«· τῇ θειοτέρᾳ φύσει διαλεγόμενος ἔφασκεν ταῦτα καί, ὡς ἂν εἴποι τις, καθ᾿ ὃ πρωτότοκος πάσης κτίσεως ἠν.
διόπερ τοῖς πρὸς ταῦτα πυθομένοις αὐτοῦ καὶ εἰρηκόσιν· »Ποῦ ἔστιν ὁ πατήρ σου;« ἀποκρίνεται (ὡς ἂν εἴποι τις, ἕτερος ὢν τοῦ λέγοντος· »Καμὲ οἴδατε«) καί φησι· Καὶ οὔτε ἐμὲ οἴδατε »ουτε τὸν πατέρα μου( κατὰ δὲ τὸ ταπεινὸν τῶν Φαρισαίων ἠν ἤτοι μὴ νοεῖν ὅτι περὶ τοῦ θεοῦ τῶν ὅλων ἔλεγεν τὸ Μαρτυρεῖ »περὶ ἐμοῦ ὁ πέμψας με πατήρ«· ἢ εἰ ἐξεδέχοντο περὶ τοῦ θεοῦ ταῦτα λέγεσθαι, νομίζειν ὅτι ἐν τόπῳ ἐστὶν ὁ θεός, καὶ διὰ τοῦτο ἀποκρίνεσθαι· »Ποῦ ἔστιν ὁ πατήρ σου««;
Χρὴ μέντοι γε εἰδέναι, ὅτι οἱ ἐτερόδοξοι νομίζουσιν σαφῶς ἐντεῦθεν παρίστασθαι τὸ μὴ τὸν θεόν, ᾧ ἐλάτρευον Ἰουδαῖοι, πατέρα εἶναι τοῦ χριστοῦ· εἰ γὰρ τοῖς Φαρισαίοις λατρεύουσιν τῷ δημιουργῷ, φασίν, ἔλεγεν ὁ σωτήρ· »Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου«, σαφὲς ὅτι ἕτερον ὄντα τοῦ δημιουργοῦ τὸν πατέρα Ἰησοῦ Φαρισαῖοι οὐκ ᾔδεσαν, ἀλλ’ οὐδὲ ῾Ιεροσολυμῖται, οἷς προειρήκει· »᾿Αλλ' ἔστιν »ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε«. ταῦτα δὲ λέγουσιν ἅτε μὴ ἀνεγνωκότες τὰς θείας γραφάς, μηδὲ τὴν συνήθειαν τῆς ἐν αὐταῖς λέξεως τετηρηκότες.
κἂν γὰρ διεξοδεύειν τις δύνηται τὰ περὶ θεοῦ ἐκ πατέρων μεμαθηκὼς ὅτι τούτῳ λατρεύειν μόνῳ δεῖ, μὴ βιοῖ δὲ καλῶς, τοῦτόν φασιν οὐκ ἔχειν γνῶσιν θεοῦ. εἴ τις γοῦν [*](6 Joh. 7, 27. — Vgl. Matth. 2, 1. — 7 Vgl. Matth. 13, 55. — 9 Joh. 7, 27. — 10 Joh. 7, 28. — 11 Job. 8, 14. — 13 Vgl. Kol. 1, 15. — 15 Joh. 8, 19. — 18 Joh. 8, 18. — 25 Joh. 8, 19. — 27 Joh. 7, 28. 1 οἴδατέ | 2 nacb ὑπάγω sind die Worte: ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω durcb ein Scbreiberverseben ausgefallen | 3 ἀληθινὴ] u. S. 317, ἀληθής; wie bier lesen BℵDTLX 33, wie dort ςΔ 1. 69. rell. | 7 γεγεννῆσθαι | + ἦν | 8 Orig. schrieb wobl Μαριάμ, wie er nacb VI, 14 (S. 123, 4); in Mt. X, 17(111, 45, 7Lo)las | καὶ darf nicht fehlen. Zur Sache vgl. Zahn, VI, 334 ff. | 19 ἢ εἰ] ἐπεὶ, corr. V | 32 εἰ] εἰ ἢ, corr. V.)
πευσόμεθα γὰρ τῶν ἑτεροδόξων εἰ μὴ περὶ τοῦ δημιουργοῦ γέγραπται τὸ »Οὐκ ἔγνωσαν τὸν κύριον« καὶ ἀποκρινομένων ὅτι περὶ τοῦ δημιουργοῦ ἐστιν ταῦτα, ζητήσομεν διὰ τί εἴρηται περὶ τῶν υἱῶν ᾿Ηλεῖ· »Οὐκ ἔγνωσαν τὸν κύριον«· πότερον διὰ τοὺς περὶ θεοῦ τοῦ δημιουργοῦ λόγους, ἢ διὰ τὴν πονηρίαν αὐτῶν· σαφὲς δὲ ὅτι διὰ τὴν πονηρίαν λέγονται μὴ ἐγνωκέναι τὸν κύριον.
καὶ οὐ περὶ τῶν υἱῶν ᾿Ηλεῖ μόνων ἔστιν τοῦτο εὑρεῖν ἀλλὰ καὶ περὶ ἄλλων βασιλευσάντων ἐν Ἰσραὴλ καὶ ᾿Ιούδα ἁμαρτωλῶν. οὕτω τοίνυν καὶ οἱ Φαρισαῖοι τὸν πατέρα οὐκ ᾔδεσαν· οὐδὲ γὰρ ἐβίουν κατὰ τὸ τοῦ δημιουργοῦ βούλημα.
Ἔστιν δὲ καὶ ἄλλο σημαινόμενον τοῦ γινώσκειν τὸν θεόν, ἑτέρου ὄντος τοῦ γινώσκειν τὸν θεὸν παρὰ τὸ πιστεύειν ψιλῶς εἰς τὸν θεόν, † ὡς δῆλον ἐκ τοῦ· »Ὅσα ὁ νόμος λαλεῖ, τοῖς ἐν τῷ νόμῳ »λαλεῖ« αὐτὸ ᾗ δῆλον ὅτι καὶ τοὺς προφήτας, ὧν τὰ ῥήματα, ὡς ἐν ἄλλοις ἀπεδείξαμεν, νόμος λέγεται. εἴρηται τοίνυν έν ψαλμοῖς· »Σχο- »λάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός«·
τίς δ’ οὐκ ἂν ὁμολογήσαι [πιστεῦσαι] γεγράφθαι ταῦτα λαῷ πιστεύοντι εἰς τὸν δημιουργόν; ὅντινα γνῶναι οὐκ ἔστιν μὴ σχολάσαντα καὶ ἐκκαθάραντα τὸν νοῦν. τῶν νοούντων καὶ θειοτέροις ὀφθαλμοῖς βλεπόντων τὸν θεὸν διὰ τὸ καθαρὰν τὴν καρδίαν πεποιηκέναι τῆς χάριτος ταύτης ἀξιουμένων, ὡς ὁ σωτὴρ μαρτυρεῖ λέγων· »Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι »αὐτοὶ τὸν θεὸν ὄψονται«. ἅμα δὲ καὶ πρὸς τὸ »Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ μἱός« φήσομεν ὅτι οὐ ταὐτόν ἐστιν τὸ γινώσκειν τὸν πατέρα καὶ πιστεύειν αὐτῷ.
οὐ μάχεται οὖν τὸ »Οὐδεὶς ἔγνω »τὸν πατέρα εἰ μὴ ὁ μἱός« τῷ »᾿Επίστευσεν δὲ Ἀβραὰμ τῷ θεῶ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην«. εἰ δέ τις οἴεται ἡμᾶς βιάζεσθαι λέγοντας μὴ ταὐτὸν εἶναι τὸ πιστεύειν τῷ γινώσκειν, καὶ ἐνδέχεσθαι πιστεύειν μὲν οὐκ ἔχειν δὲ γνῶσιν τοῦ πιστευομένου ὑπ᾿ αὐτοῦ, τοῦ Ιησοῦ ἀκουσάτω λέγοντος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· [*](4 Ι Sam. 2, 12. — 17 Rom. 3, 19. — 19 Vgl. Frg. Comm. in ep. ad Rom. IX. Philoc. p. 55, 19 ff. — Ps. 45, 11. — 23 Vgl. Matth. 5, 8. — 25 Matth. 5 8. — 26 Matth. 11, 27. — 39 Gen. 15, 6; vgl. Röm. 4, 3. 17 ὡς δῆλον — 19 λέγεται] Hier ist etwas nicht in Ordnung. Denn die Worte haben mit dem Vorhergehenden keinen Zusammenhang | 18 nach προφήτας + συμπεριλαμβάνει Br, damit allein ist aber nicht geholfen; viell. statt αὐτὸ ᾐ δῆλον ὅτι z. l. αὐτοῦ δηλοῦντος? | 19 ἐπεδείξαμεν σχολάσετε | 21 πιστεῦσαι str. We.)
παρατήρει γὰρ ὅτι πρὸ τοῦ »᾿Εὰν »μείνητε έν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν« γέγαπται· »Ἔλεγεν οὐν ὁ Ἰησοῦς πρὸς τοὺς † πιστεύοντας αὐτῷ ᾿Ιουδαίους«, καὶ ἃ ἔλεγεν ἠν· »Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν »ἀλήθειαν«.
πολὺ δὲ διαφέρει τὸ πρὸς τῷ πιστεύειν ἐγνωκέναι τοῦ πιστεύειν μόνον· »᾿Ωι μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος »σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις »ἐν τῷ αὐτῷ πνεύματι«.
Καὶ ταῦτα μὲν ὑπὲρ τοῦ παραστῆσαι ἔτερον εἶναι τὸ γινώσκεσθαι τὸν θεὸν τοῦ πιστεύεσθαι· ὡς δὲ πρὸς τὸ ἀΚριβὲς καὶ τοῦτο τοῖς εἰρημένοις προσαποδώσομεν, ὅτι πρὸς οὕς φησιν· »Οὔτε »ἐμὲ οἴδατε, οὔτε τὸν πατέρα μου« Φαρισαίους, εὐλόγως ἂν εἶπέν τις· ἀλλ᾿ οὐδὲ πιστεύετε εἰς τὸν πατέρα μου· τῷ γὰρ ἀποσταλέντι ἀπὸ τοῦ πατρὸς οὐκ ἐπίστευσαν, ὁ δὲ ἀρνούμενος τὸν υἱὸν οὐδαμῶς τὸν πατέρα ἔχει· καὶ οὐδαμῶς φημί, ὅτι οὔτε κατὰ πίστιν οὔτε κατὰ γνῶσιν.
ὅρα δὲ εἰ μὴ καὶ ἄλλως ἡ γραφὴ τοὺς ἀνακεκραμένους τινὶ καὶ ἑνωθέντας γινώσκειν ἐκεῖνό φησιν, ᾧ ἀνεκράθησαν καὶ κεκοινωνήκασιν· πρὸ δὲ τῆς τοιαύτης ἑνώσεως καὶ κοινωνίας κἂν τοὺς λόγους καταλαμβάνωσιν περί τινος, οὐ γινώσκουσιν ἐκεῖνο.
ὁ γοῦν Ἀδὰμ περὶ τῆς Εὔας λέγων· »Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς »σαρκός μου« οὐκ ᾔδει τὴν γυναῖκα· ὅτε γὰρ αὐτῇ ἐκολλήθη, τότε εἴρηταί· »Ἔγνω δὲ Ἀδὰμ· Εὔαν τὴν γυναῖκα αὐτοῦ« καὶ εἴ τίς γε προσκόπτοι διὰ τὸ παρειληφέναι ἡμᾶς εἰς τὴν περὶ θεοῦ γνῶσιν παράδειγμα τὸ »Ἔγνω δὲ ᾿Αδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ«· πρῶτον μὲν τῷ »Τὸ μυστήριον τοῦτο μέγα ἐστίν« ἐπιστησάτω· δεύτερον δὲ ἀντιπαραθέτω τὸ περὶ ἄρρενος καὶ θηλείας λεγόμενον παρὰ τῷ ἀποστόλῳ· τῇ αὐτῇ λέξει χρῆται περὶ ἀνθρώπου καὶ κυρίου· »Ὁ κολλώμενος «τῇ πόρνῃ ὲν σῶμά ἐστιν καὶ ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά »ἐστιν«.
ἐγνωκέτω μὲν οὐν ὁ κολλώμενος τῇ πόρνῃ τὴν πόρνην, καὶ ὁ κολλώμενος τῇ γυναικὶ τὴν γυναῖκα, μᾶλλον δὲ τούτου καὶ ἁγίως ἐγνωκέτω ὁ κολλώμενος τῷ κυρίῳ τὸν κύριον. εἰ δὲ τοῦθ’ οὕτως ἔχει, Φαρισαῖοι τὸν πατέρα οὐκ ᾔδεσαν οὐδὲ τὸν τὸν καὶ ἀληθὴς [*](1 Joh. 8, 31 f. — 4 Joh. 8, 31. — 7 Ι Kor. 12, 8 f. — 12 Joh. 8, 19. — 14 Vgl. Joh. 5, 38. — 15 Vgl. I Joh. 2, 23. — 21 Gen. 2, 23. — 23. 25 Gen. 4, 1. — 26 Eph. 5, 32. — 28 I Kor. 6, 16 f. 4 πιστεύοντας wohl nur durch Versehen; nach XX, 30 (vgl. u. c. 11 [S. 310, 22]) las auch Orig. πεπιστευκότων an der Stelle | 7 μόνος | 18 φασὶν, corr. Lommatzsch | 20 τινες | 23 ἔγνω δὲ ᾿Αδὰμ ist ohne Zeugen in Τ | 29 καὶ ὁ] ὁ δὲ Τ; Orig. hat sich das Citat etwas zurechtgemacht.)
κατὰ γὰρ ἡμᾶς ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ ἀνακραθεὶς αὐτοῖς καὶ μεταδεδωκὼς αὐτοῖς τῆς ἑαυτοῦ θειότητος καὶ ἀνειληφὼς αὐτούς, ὡς ἡ τοῦ εὐαγγελίου λέξις φησίν, εἰς τὴν ἑαυτοῦ χεῖρα, ἐν τῇ χειρὶ τοῦ πατρὸς ὄντων τῶν εἰς τὸν σωτῆρα πεπιστευκότων· διὸ καὶ εἰ μὴ πέσοιεν ἀπ᾿ αὐτῆς ἑαυτοὺς μακρύνοντες ἀπὸ τῆς χειρὸς τοῦ θεοῦ, οὐχ ἁρπαγήσονται· οὐδεὶς γὰρ ἀρπάζει ἐκ τῆς χειρος του πατρος.