Commentarii In Evangelium Joannis
Origen
Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
διόπερ εἰ ἔστιν] τις πλείονα δυνάμενος, ὀλιγώτερα μὲν ὡς πρὸς τὴν ἐνυπάρχουσαν αὐτῷ δύναμιν ποιεῖ, πλείονα δὲ ὡς πρὸς ἑτέρων σύγκρισιν ἐλάττονα δυναμένων, * * καὶ ἀποδέχεται τοὺς τοὺς δυνάμει τὰ ἐλάττονα πεποιηκότας παρὰ τοὺς πλείονα συνεισενεγκόντας ἐκ δυνάμεως πολλαπλασίονα φέρειν δυναμένης, ὡς γέγραπται ἃ τοῦ τε Λουκᾶ καὶ τοῦ Μάρκου.
ἅμα δὲ διδάσκει τὰ ῥητὰ ταῦτα τὸν νοήσαντα ταῦτα πνευματικῶς μηδεπώποτε τοὺς νομιζομένους διαφέρειν δεῖν ἐπαίρεσθαι κατὰ τῶν ὡς πρὸς κρίσιν ὑποδεεστέρων· οὐ γὰρ πεπείσθω τις τῶν ὑπολαμβανομένων πλείονα καὶ κρείττονα ποιεῖν, συγκρίνων ἑαυτὸν τοῖς ὅσον ἐπὶ ἀνθρωπίνῃ κρίσει ἐλάχιστα πράττουσιν ὅτι πάντα ἃ δεδύνηται πεποίηκεν, ἢ ἐκεῖνος οὐ πάντα εἰ <εἰ ἃ> οἷός τε ἠν ἀπαιτεῖσθαι ἀπὸ τοῦ λόγου ἀποδέδωκεν.
ἀνεβλεψεν οὖν εἰς τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους ὁ Ἰησοῦς, καὶ ἰδὼν τὴν πενιχρὰν χ·ήραν λεπτὰ βάλλουσαν δύο τάχα τῷ γνωστικῷ τόπῳ ἢ τῷ πρακτικῷ ἁπλούστερον περὶ τῶν θείων φρονοῦσαν. καὶ ἀνάλογον τούτοις [*](1 Vgl. Ps. 47, 3. — 5 Preuschen, Antilegomena S. 44, SSfiF. Resch, Agrapha S. 110 ff. 233 ff. — 6 IThess. 5, 21 f. — 13 Vgl. Matth. 25, 15. — 16 Vgl. S. 306, 31 f. — 30 Vgl. Luk. 21, If. 3 μὲν + Pr | 5 γίνεσθαι, corr. V | 8 ἃ] ὃς, corr. Pr, ὃ Β | 11 πράττη; von dem Schreiber verbessert, aber unvollständige Correctur; vgl. Einl. | 13 Μ, πόντων Ausgg. | 18 εἰ] ἐπεὶ, corr. We | ἔστιν] str. Br | 19 ποιῶν, corr. Br | 20 ücke; erg. etwa > | 22 > + Pr; vor γέγραΠται wohl össere Lücke mit Citaten We | 25 δεῖν + We | 26 πέπεισται, corr. We | πιστῶν, corr. Br | 29 <εἰ ἃ> + We, ἃ + Br | 32 nach τάχα + ὁ | ἢ] καὶ, corr. Pr.)
καὶ τοῦτο εἶπεν καθορῶν τίνα τρόπον πολλαπλασίονα δυνάμενοι φέρειν εἰς τὸ κοινὸν οἱ ὅσον ἐπὶ τῇ δυνάμει πλούσιοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ θεοῦ ἐλάχιστον μόριον, ὠν οἶοί τε ἠσαν συνεισφέρειν.
κατανόει δὲ καὶ τὰ τῆς χήρας ὑστερήματα καὶ ὅτι βιασαμένη ἑαυτὴν πáντα ὂν εἶχεν βίον ἤνεγκεν εἰς τὸ ἐν τῷ ἱερῷ γαζοφυλάκιον, προσφέρουσα πτᾶσαν τὴν δύναμιν ἑαυτῆς τῷ θεῷ.
Ἀεὶ τοίνυν ὁ Ἰησοῦς κατὰ μὲν τὸν Λουκᾶν, ἀναβλέπων εἰς τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον πλουσίους τὰ δῶρα αὐτῶν, ὁρᾷ καὶ τὴν πενιχρὰν χήραν βάλλουσαν λεπτὰ δύο· κατὰ δὲ τὸν Μάρκον, ἑστὼς κατέναντι τοῦ γαζοφυλακίου θεωρεῖ τίνα τρόπον πᾶς ὁ λαὸς βάλλει κατὰ δύναμιν τὸν νοητὸν χαλκὸν εἰς τὸ γαζοφυλάκιον, καὶ ὡς μόνος δυνάμενος βλέπειν τοὺς πλουσίους εἶδεν εἴ ποτε πτωχὴ ψυχὴ καὶ ὑστερουμένη βάλλει ὅλῃ δυνάμει καὶ διὰ τοῦτο δικαιουμένη παρὰ τοὺς πολλοὺς πλουσίους.
ἅπερ οὐ τοῖς τυχοῦσιν λέγει ἀλλ’, ὥς φησιν ὁ Μάρκος, τοῖς μαθηταῖς αὐτοῦ· καὶ νῦν γὰρ προσκαλούμενος τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς διδάσκων βλέπειν οὐχ ὡς ὄψεται ἄνθρωπος ἀλλ’ ὡς ὄψεται ὁ θεός (»Ἄνθρωπος »ὄψεται εἰς πρόσωπον, ὁ δὲ θεὸς ὄψεται εἰς καρδίαν«) τὸ »᾿Αμὴν »λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν τῶν »βαλλόνων εἰς τὸ γοζοφυλάκιον« καὶ τὰ ἑξῆς.
τί δή μοι ταῦτα πάντα βούλεται προκειμένου διηγήσασθαι τὸ »Ταῦτα τὰ ῥήματα † ἂ »ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ«, ἢ παραστῆσαι, ὅτι πάντων συνεισφερόντων ἐν τῷ γαζοφυλακίῳ τοῦ ἱεροῦ τοῦ ὑπὲρ τοῦ κοινοῦ τὰ θρέψοντα τοὺς δεομένους, μᾶλλον πάντων ἐχρῆν τὸν ᾿Ιησοῦν φέρειν τὰ ὠφελήσοντα, ἅπερ ἦν ῥήματα ζωῆς αἰωνίου καὶ διδασκαλία ἡ περὶ θεοῦ καὶ >;
καὶ παντός γε νομίσματος τιμαλφέστερον ἠν τὸ »᾿Εγώ εἰμι τὸ φῶς τοῦ κόσμου« ἐν τῷ γαζοφυλακίῳ εἰρημένον, καὶ τὸ «Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε« καὶ ὅλα τὰ κατὰ τὸν τόπον.
καὶ ὁ πᾶς γε τῶν λοιπῶν εἰς τὸ γαζοφυλάκιον φερόντων ἂ εἶχον χρυσὸς ψάμμος ἦν ὀλίγη ὡς πρὸς τὰ Ἰησοῦ ῥήματα· σοφία γὰρ ἦν πᾶς ὁ λόγος αὐτοῦ· »Πᾶς δὲ χρυσὸς »ἐν ὄψει σοφίας ψάμμος ὀλίγη, καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος »ἐναντίον αὐτῆς«.
καὶ ταῦτά γε σαφῶς νοηθήσεται τοῖς κατακούειν [*](1 Luk. 21, 3. — 4 Vgl. Luk. 21, —9 Vgl. Luk. 21, 1f. — 12 Vgl. Mark. 12, 41 f. — 19 I Sarn. 16, 7. — 20 Mark. 12, 43. — 23 Joh. 8, 20. — 27 Vgl. Joh. 6, 68. — 29 Joh. 8, 12. — 30 Joh. 8, 19. — 33 AVeisli. Sal. 7, 9. 1 εἰπεῖν | πλείων | 2 εἰπὼν | 5 ἐλαχίστη | 7 προσφέρουσαν. | 15 > + V | 23 ἃ s. z. S. 306, 8 | 28 ἐαυ Μ.)
Τὰ δὲ ἀπὸ τῆς ἐπιγεγραμμένης Σοφίας ἄλλως παρεθέμεθα εἰς τὸ συνιδεῖν τὴν δύναμιν τοῦ »Ταῦτα τὰ ῥήματα † ἃ ἐλάλησεν ἐν »τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ«. τηρείσθω γὰρ ἡ περὶ τῶν πλουσίων καὶ τῆς πενιχρᾶς χήρας διήγησις ὡς ἀποδέδοται, καὶ εἴ τίς γε μιμητής έστιν Χριστοῦ, ἡκέτω ἐπὶ τὸ μὴ ἐν τόπῳ νοητὸν ἱερὸν τοῦ θεοῦ ὁδεύων τῷ νώ καὶ ἀκολουθῶν τῷ πνεύματι χειραγωγῆσαι αὐτὸν ἐπ᾿ αὐτὸ δυναμένῳ, καὶ φερέτω δόκιμα νομίσματα, ῥήματα ζωῆς αἰωνίου, ἐπὶ τὸ γαζοφυλάκιον, καὶ ἔργα ἀκόλουθα τοῖς τοιούτοις ῥήμασιν.
ἀλλ᾿ εἴθε μήτε πενιχρά τις ἡμῶν μήτε χήρα εἴη φέρειν μηδὲν πλεῖον δυναμένη δύο λεπτῶν, μήτε πλούσιος ἐκ μόνου τοῦ περισσεύματος φέρων, ἀλλὰ πάντα τὸν πλοῦτον ἀνατιθεὶς τῷ θεῷ.
Ἰησοῦς δὲ οὐ πάντα ἃ εἶχεν ῥήματα ἐλάλησεν ἐν τώ γαζοφυλακίῳ διδάσκων, ἀλλὰ τοσαῦτα ὅσα ἐχώρει τὸ γαζοφυλάκιον· οὐδὲ γὰρ αὐτόν γε οἶμαι χωρεῖν τὸν κόσμον τὸν ὅλον τοῦ θεοῦ λόγον.
ὅμως δὲ τοσαῦτα ῥήματα ἐν τῷ γαζοφυλακίῳ λαλῶν καὶ διδάσκων ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ὐπ᾿ οὐδενὸς ἐκρατεῖτό πω· καὶ αὐτοῦ γὰρ οἱ λόγοι ἰσχυρότεροι ἐτύγχανον τῶν πιάσαι αὐτὸν θελόντων. καὶ ὅσον γε λέγει, οὐδεὶς αὐτὸν πιάσει τῶν ἐπιβουλευόντων αὐτῶ· ἀλλ᾿ ἐὰν σιωπήσῃ, τότε κρατεῖται.
ὅθεν ἐπεὶ ἐβούλετο ὑπὲρ τοῦ κόσμου παθεῖν, ἐξεταζόμενος ὑπὸ τοῦ Πιλάτου καὶ μαστιγούμενος σιωπᾷ· εἰ γὰρ λελαλήκει, οὐκέτι ἐγίνετ’ <ἃν> αὐτῷ τὸ ἐσταυρῶσθαι [*](1 Vgl. Ι Kor. 2, 6 f. — 7 Vgl. Weish. Sal. 7, 9. — 8 Vgl. Prov. 8, 22. — 9 Vgl. Weish. Sal. 7, 9. — 10 Vgl. Ps. 11, 7. — 12 Vgl. Joh. 1,1. — 14 Vgl. Joh. 8, 20. — 16 Vgl. Luk. 21, 1 ff. — Vgl. c. 9. — 20 Vgl. Joh. 6, 68. — 21 Vgl. Luk. 21, 2. Mark. 12, 42. — 26 Joh. 21, 25. — 27 Vgl. Joh. 8, 20. — 32 Vgl. Joh. 19, 1. 9. 1 vielleicht τοῖς τε τελείοις. wegen καὶ Ζ. 3 | 6 προισταμένων, corr. We 10 ἐναντίον + We | 12 προσεληλυθότων, corr. We | 16 καὶ εἴ] ἐπεὶ, corr. V 19 δυναμένων | 80 πιάσαι, corr. Br | .33 ἐγίνετ᾿ ἂν] ἐγίνετο, corr. We.)
ὄντι δὲ αὐτῶ ἐν τῷ γοζοφυλακίῳ οὐδέπω ἡ ὥρα ἐνειστήκει τοῦ πιασθῆναι αὐτόν, ἀλλ᾿ οὐδὲ ὄντι ἐν τῷ ἱερῷ· χειμάρρουν δέ τινα ἐχρῆν εἶναι τὸν τόπον ἔνθα ἐβούλετο πιασθῆναι ὁ Ἰησοῦς καὶ ἐδύνατο.
ἀλλὰ καὶ καιρὸν τοῦ κρατεῖσθαι αὐτὸν οὐκ ἔδει εἶναι ἡμερινόν· »῾Ο γὰρ »᾿Ιούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων »ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὃπλων«. περὶ δὲ τοῦ »Οὔπω ἐλήλυθεν ἡ ὥρα αὐτοῦ« ἐν τοῖς ἀνωτέρω διὰ πλειόνων διειλήφαμεν, οἷς χρήσει καὶ εἰς τὰ παρόντα.
VIII, 21. Εἶπεν οὖν Πάλιν αὐτοῖς· ᾿Εγὼ ὑΠάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἀμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅΠου ἐγὼ ὑΠάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
Καὶ ταῦτα ἐν τῷ γαζοφυλακίῳ ἐν τῷ ἱερῷ, προστιθεὶς τοῖς προτέροις οὐ μόνον ταῦτα ἀλλὰ πλείονα ἕως τοῦ »᾿Αμὴν λέγω »ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί«. μετὰ δὲ τοῦτον τὸν λόγον ἀράντων λίθους, ἴνα λιθάσωσιν αὐτόν, Ἰησοῦς ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, ὅτε παράγων εἶδεν τὸν ἀπὸ γενετῆς τυφλόν, περὶ οὗ εἰσόμεθα, θεοῦ διδόντος, γενόμενοι κατὰ τὸν τόπον.
λέγει δὲ ταῦτα ἴνα τὸ ἐπιφερόμενον γένηται· »Ταῦτα γὰρ αὐτοῦ λαλοῦντος ἐπίστευσαν «εἰς αὐτόν«, οἱονεὶ πένητες ἐρχόμενοι ἐπὶ γαζοφυλάκιον, ἵν᾿ ἐκεῖθεν λάβωσιν ἃ ἐὰν δύνωνται καὶ ἃ ἐὰν μερισθῇ αὐτοῖς.