Contra Celsum

Origen

Origenes. Origenes Werke Vol 1-2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Μετὰ ταῦτα ὁ Ἰουδαῖος αὐτῷ λέγει. δηλονότι κατὰ τὸ Ἰουδαίοις ἀρέσκον, ὅτι ἐλπίζομεν δή που ἀναστήσεσθαι ἐν σώματι καὶ βιοτὴν ἕξειν αἰώνιον. καὶ τούτου παράδειγμα καὶ ἀρχηγέτην τὸν πεμπόμενον ἡμῖν ἔσεσθαι. δεικνύντα ὅτι οὐκ ἀδύνατόν τινα τῷ θεῷ σὺν τῷ σώματι ἀναστῆσαι. οὐκ οἴδαμεν οὖν εἰ τὸν προσδοκώμενον Χριστὸν ὁ Ἰουδαῖος ἐρεῖ παράδειγμα τῆς ἀναστάσεως ἐν ἑαυτῷ δεικνύναι· ἀλλ᾿ ἔστω, δεδόσθω τοῦτ᾿ αὐτὸν καὶ φρονεῖν καὶ λέγειν. καὶ ἀποκρινούμεθά γε πρὸς τὸν εἰπόντα ἐκ τῶν ἡμετέρων συγγραμμάτων ἡμῖν λελαληκέναι· ὅτι, ὦ οὗτος. ἆρ᾿ ἐκεῖνα μὲν ἀνέγνως. ἐν οἶς κατηγορεῖν ἡμῶν ὑπολαμβάνεις. τὴν δ᾿ ἀνάστασιν τοῦ Ἰησοῦ, καὶ ὅτι „πρωτότοκος ἐκ τῶν νεκρῶν“ ἐστιν. οὐ διεξελήλυθας; ἢ ἐπεὶ μὴ βούλει ταῦτα λελέχθαι, οὐδ᾿ εἴρηται; ἐπεὶ δ᾿ ὁ Ἰουδαῖος ἔτι λέγει καὶ προσίεται παρὰ τῷ Κέλσῳ τὴν ἀνάστασιν τῶν σωμάτων. οὐχ ἡγοῦμαι νῦν εὔκαιρον εἶναι περὶ τούτου διεξελθεῖν πρὸς τὸν καὶ πιστεύοντα καὶ λέγοντα ἀνάστασιν εἶναι σωμάτων, καὶ εἴτε διαρθροῦντα τὸ τοιοῦτον παρ᾿ ἑαυτῷ καὶ δυνάμενον πρεσβεῦσαι περὶ τοῦ λόγου καλῶς εἴτε μὴ, ἀλλὰ μυθικώτερον συγκατατιθέμενον τῷ λόγῳ.

ταῦτα μὲν οὖν οὕτως πρὸς τὸν Κέλσου Ἰουδαῖον λελέχθω. ἐπεὶ δὲ μετὰ ταῦτά φησι· ποῦ οὖν ἐστιν; ἵνα ἴδωμεν καὶ πιστεύσωμεν, ἐροῦμεν πρὸς αὐτόν· ποῦ οὖν ἐστι νῦν ὁ ἐν τοῖς προφήταις λέγων καὶ ὁ τεράστια πεποιηκώς: ἵνα ἴδωμεν καὶ πιστεύσωμεν

v.1.p.200
ὅτι μερίς ἐστι τοῦ θεοῦ. ἢ ὑμῖν μὲν ἔξεστιν ἀπολογεῖσθαι περὶ τοῦ μὴ ἀεὶ ἐπιφαίνεσθαι τῷ γένει τῶν Ἑβραίων τὸν θεὸν, ἡμῖν δὲ οὐ δίδοται ἡ αὐτὴ ἀπολογία περὶ τοῦ Ἰησοῦ, ἅπαξ καὶ ἀναστάντος καὶ πείσαντος περὶ τῆς ἑαυτοῦ ἀναστάσεως τοὺς μαθητὰς καὶ ἐπὶ τοσοῦτον πείσαντος, ὥστε δι᾿ ὧν πάσχουσι δεικνύναι πᾶσιν ὅτι βλέποντες τὴν αἰώνιον ζωὴν καὶ τὴν ὑποδεδειγμένην αὐτοῖς καὶ λόγῳ καὶ ἔργῳ ἀνάστασιν παίζουσι πάντα τὰ ἐν τῷ βίῳ ἐπίπονα;

Μετὰ ταῦτα λέγει ὁ Ἰουδαῖος· ἢ ἐπὶ τούτῳ κατῆλθεν,

446
ἵν᾿ ἀπιστήσωμεν; πρὸς ὃν λελέξεται· οὐκ ἐπὶ τούτῳ μὲν ἦλθεν, ἵν᾿ ἐργάσηται τὴν ἀπιστίαν Ἰουδαίοις, προγινώσκων δ᾿ αὐτὴν ἐσομένην προεῖπε καὶ συνεχρήσατο τῇ ἀπιστίᾳ τῶν Ἰουδαίων πρὸς τὴν κλῆσιν τῶν ἐθνῶν. τῷ γὰρ ἐκείνων „παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσι“ γεγένηται, περὶ ὧν ὁ ἐν τοῖς προφήταις Χριστός
59
φησι· „λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου,“ καὶ „εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι.“ καὶ σαφὲς ὅτι καὶ τὴν ἐν βίῳ κόλασιν Ἰουδαῖοι μετὰ τὸ διαθεῖναι τὸν Ἰησοῦν ἃ διέθηκαν ἐκολάσθησαν. λεγέτωσαν δ᾿ Ἰουδαῖοι, ἐὰν ἡμῖν ἐγκαλοῦντες φάσκωσιν· θαυμαστή γε ὑμῖν ἡ τοῦ θεοῦ πρόνοια καὶ φιλανθρωπία, κολαζομένοις καὶ στερηθεῖσι καὶ τῆς Ἱερουσαλὴμ καὶ τοῦ λεγομένου ἁγιάσματος καὶ τῆς σεμνοτάτης λατρείας· ὃ γὰρ ἐὰν εἴπωσιν ἀπολογούμενοι περὶ τῆς προνοίας τοῦ θεοῦ, ἡμεῖς μᾶλλον κατασκευάσομεν καὶ ἐπὶ τὸ βέλτιον λέγοντες θαυμαστὴν γεγονέναι πρόνοιαν τοῦ θεοῦ, συγχρησαμένην τῷ ἁμαρτήματι τοῦ λαοῦ ἐκείνου εἰς τὸ τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ Ἰησοῦ κληθῆναι, τοὺς ξένους „τῶν διαθηκῶν“ καὶ ἀλλοτρίους τῶν ἐπαγγελιῶν εἰς τὴν τοῦ θεοῦ βασιλείαν. καὶ ταῦτα δὲ προεῖπον οἱ προφῆται, ὡς ἄρα διὰ τὰ ἁμαρτήματα τοῦ τῶν Ἑβραίων λαοῦ ἐκλέξεται ὁ θεὸς οὐχὶ ἔθνος ἀλλὰ λογάδας πανταχόθεν, καὶ „τὰ μωρὰ τοῦ κόσμου“ ἐκλεξάμενος ποιήσει τὸ ἀσύνετον ἔθνος γενέσθαι ἐν τοῖς θείοις λόγοις, αἰρομένης μὲν ἀπ᾿ ἐκείνων τῆς τοῦ θεοῦ βασιλείας
v.1.p.201
τούτοις δὲ διδομένης. ἀρκεῖ δ᾿ ἀπὸ πλειόνων ἐπὶ τοῦ παρόντος παραθέσθαι τὴν ἀπὸ τῆς ᾠδῆς τοῦ Δευτερονομίου προφητείαν περὶ τῆς τῶν ἐθνῶν κλήσεως οὕτως ἔχουσαν. λεγομένην ἐκ προσώπου κυρίου· „αὐτοὶ γὰρ παρεζήλωσάν με ἐπ᾿ οὐ θεοῖς, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾿ οὐκ ἔθνει, ἐπ᾿ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.“

Εἶτ᾿ ἐπίλογος τοῦ Ἰουδαίου ἐπὶ τούτοις πᾶσί φησι περὶ τοῦ Ἰησοῦ· ἐκεῖνος μὲν οὖν ἄνθρωπος ἦν, καὶ τοιοῦτος. οἷον αὐτὸ τὸ ἀληθὲς ἐμφανίζει καὶ ὁ λόγος δείκνυσιν. οὐκ οἶδα δὲ εἰ ἄνθρωπος, τολμήσας ἐπισπεῖραι πάσῃ τῇ οἰκουμένῃ τὴν κατ᾿ αὐτὸν θεοσέβειαν καὶ διδασκαλίαν, δύναται ἀθεεὶ ποιῆσαι ὃ βούλεται καὶ κρείττων γενέσθαι πάντων τῶν ἀντιπραττόντων τῇ νομῇ τῆς διδασκαλίας αὐτοῦ, βασιλέων τε καὶ ἡγουμένων καὶ συγκλήτου βουλῆς Ῥωμαίων καὶ τῶν πανταχοῦ ἀρχόντων καὶ δήμου. πῶς δὲ καὶ ἀνθρώπου φύσις, μηδὲν ἔχουσα κρεῖττον ἐν ἑαυτῇ, δύναται τοσοῦτον ἐπιστρέψαι πλῆθος; καὶ οὐ θαυμαστὸν εἰ τῶν φρονίμων ἀλλὰ καὶ τῶν ἀλογωτάτων καὶ τοῖς

447
πάθεσιν ἐγκειμένων καὶ ὅσον ἐπὶ τῇ ἀλογίᾳ χαλεπώτερον μετατιθεμένων εἰς τὸ σωφρονέστερον. ἀλλ᾿ ἐπεὶ δύναμις τοῦ θεοῦ ὁ Χριστὸς ἦν καὶ σοφία τοῦ πατρὸς. διὰ τοῦτο ταῦτα πεποίηκε καὶ ἔτι ποιεῖ, κἂν μήτε Ἰουδαῖοι μήτε Ἕλληνες βούλωνται. οἱ ἀπιστοῦντες αὐτοῦ τῷ λόγῳ.

ἡμεῖς οὖν οὐ παυσόμεθα πιστεύοντες τῷ θεῷ κατὰ τὰς Ἰησοῦ Χριστοῦ ὑποθήκας καὶ τοὺς τυφλώττοντας περὶ θεοσέβειαν ἐθέλοντες ἐπιστρέφειν, κἂν οἱ ἀληθῶς τυφλώττοντες λοιδορῶνται ἡμῖν ὡς τυφλώττουσι καὶ οἱ βουκολοῦντες, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες. τοὺς συγκατατιθεμένους αὐτοῖς ἡμῖν ἐγκαλῶσιν ὡς βουκολοῦσι τοὺς

59
ἀνθρώπους· καλήν γε βουκόλησιν, ἵν᾿ ἀντὶ ἀκολάστων σώφρονες γένωνται ἢ προκόπτοντές γε ἐπὶ σωφροσύνην, καὶ ἀντὶ ἀδίκων δίκαιοι ἢ προκόπτοντες ἐπὶ δικαιοσύνην, καὶ ἀντὶ ἀφρόνων φρόνιμοι ἢ ὁδεύοντες ἐπὶ τὴν φρόνησιν, καὶ ἀντὶ δειλῶν καὶ ἀγεννῶν καὶ ἀνάνδρων ἀνδρεῖοι καὶ καρτερικοὶ, καὶ μάλιστα τοῦτο ἐπιδεικνύμενοι ἐν τοῖς ὑπὲρ εὐσεβείας τῆς εἰς τὸν κτίσαντα ὅλα θεὸν ἀγῶσιν. ἦλθεν οὖν οὐχ ὑπὸ ἑνὸς προφήτου ἀλλ᾿ ὑπὸ πάντων προκηρυχθεὶς Ἰησοῦς Χριστός. καὶ τοῦτο δὲ τῆς ἀμαθίας ἦν Κέλσου, περιθεῖναι
v.1.p.202
τῷ Ἰουδαϊκῷ προσώπῳ ἕνα προφήτην προειρηκέναι περὶ τοῦ Χριστοῦ.

καὶ ἐπεὶ ταῦτα ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος εἰσῆκται λέγων ὡς δῆθεν κατὰ τὸν ἑαυτοῦ νόμον καὶ αὐτοῦ που κατέπαυσε τὸν λόγον. καὶ ἄλλα εἰπὼν οὐ μνήμης ἄξια. καὶ αὐτὸς ἐνθάδε καταπαύσω τὸ δεύτερον τῶν πρὸς τὸ σύγγραμμα αὐτοῦ ὑπαγορευθέντων μοι. θεοῦ δὲ διδόντος καὶ τῆς Χριστοῦ δυνάμεως τῇ ψυχῇ ἡμῶν ἐπιδημούσης. πειρασόμεθα ἐν τῷ τρίτῳ πρὸς τὰ ἑξῆς τῷ Κέλσῳ γραφέντα πραγματεύσασθαι.

v.1.p.203

60
Ἐν μὲν τῷ πρώτῳ τῶν πρὸς τὴν ἀλαζόνα ἐπιγραφὴν Κέλσου. ἐπιγράψαντος ἀληθῆ λόγον τὸ καθ᾿ ἡμῶν αὐτῷ συνταχθὲν βιβλίον. ὡς προσέταξας. κατὰ δύναμιν. πιστότατε Ἀμβρόσιε, διειλήφαμεν τὸ προοίμιον αὐτοῦ καὶ ἑξῆς ἕκαστον τῶν εἰρημένων βασανίζοντες. ἕως κατελήξαμεν εἰς τὴν παρ᾿ αὐτῷ δημηγορίαν τοῦ Ἰουδαίου. πεπλασμένην γεγονέναι πρὸς τὸν Ἰησοῦν. ἐν δὲ τῷ δευτέρῳ πρὸς ὅλα. ὡς οἷοί τ᾿ ἦμεν. ἀπαντήσαντες τὰ τῆς πρὸς ἡμᾶς. τοὺς διὰ Χριστοῦ πιστεύοντας τῷ θεῷ. δημηγορίας τοῦ παρ᾿ αὐτῷ Ἰουδαίου. τρίτον τοῦτον ἐνιστάμεθα λόγον, ἐν ᾧ πρόκειται ἀγωνίσασθαι πρὸς ἃ ἐκτίθεται
448
ὡς ἀπὸ ἰδίου προσώπου. φησὶ δὴ ὅτι εὐηθέστατα ἐρίζουσι πρὸς ἀλλήλους χριστιανοὶ καὶ Ἰουδαῖοι. καὶ λέγει μηδὲν διαφέρειν ἡμῶν τὸν πρὸς ἀλλήλους διάλογον περὶ Χριστοῦ τῆς κατὰ τὴν παροιμίαν καλουμένης ὄνου σκιᾶς μάχης· καὶ οἴεται μηδὲν σεμνὸν εἶναι ἐν τῇ Ἰουδαίων καὶ Χριστιανῶν πρὸς ἀλλήλους ζητήσει. πιστευόντων μὲν ἀμφοτέρων ὅτι ἀπὸ θείου πνεύματος ἐπροφητεύθη τις ἐπιδημήσων σωτὴρ τῷ γένει τῶν ἀνθρώπων οὐκέτι δ᾿ ὁμολογούντων περὶ τοῦ ἐληλυθέναι τὸν προφητευόμενον ἢ μή. Χριστιανοὶ μὲν γὰρ τῷ Ἰησοῦ ὡς κατὰ τὰ προφητευόμενα ἐληλυθότι πεπιστεύκαμεν· Ἰουδαίων δ᾿ οἱ πλεῖστοι τοσοῦτο δέουσι τοῦ
v.1.p.204
πιστεύειν εἰς αὐτὸν. ὡς καὶ τοὺς μὲν κατὰ τὸν καιρὸν ἐκεῖνον ἐπιβεβουλευκέναι τῷ Ἰησοῦ τοὺς δὲ νῦν εὐδοκοῦντας τοῖς ὑπὸ Ἰουδαίων κατ᾿ αὐτοῦ τετολμημένοις τότε κακηγορεῖν τὸν Ἰησοῦν. ὡς διά τινος γοητείας πλασάμενον ὅτι ἄρα εἴη ὁ ὑπὸ τῶν προφητῶν κηρυχθεὶς ἐπιδημήσειν. καλούμενος κατὰ τὰ Ἰουδαίων πάτρια Χριστός.

Λεγέτωσαν δὴ ἡμῖν ὁ Κέλσος καὶ οἱ ἀρεσκόμενοι τοῖς καθ᾿ ἡμῶν ὑπ᾿ αὐτοῦ λεγομένοις, εἰ ὄνου σκιᾷ ἔοικε τὸ προειρηκέναι τοὺς Ἰουδαίων προφήτας τόπον γενέσεως τοῦ ἡγησομένου τῶν καλῶς βεβιωκότων καὶ τῶν χρηματιζόντων μερίδος θεοῦ καὶ παρθένον συλληψομένην τὸν Ἐμμανουὴλ καὶ σημεῖα καὶ τεράστια ἐσόμενα ὑπὸ τοῦ προφητευομένου τοιάδε, καὶ ὅτι „ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ.“ ὡς „εἰς πᾶσαν τὴν γῆν“ ἐξελθεῖν τὸν φθόγγον αὐτοῦ τῶν ἀποστόλων, τίνα τε πείσεται ὑπὸ Ἰουδαίων καταδικαζόμενος καὶ πῶς ἀναστήσεται. ἆρα γὰρ ὡς ἔτυχε ταῦτ᾿ ἔλεγον οἱ προφῆται σὺν οὐδεμιᾷ πιθανότητι. τῇ κινούσῃ αὐτοὺς ἐπὶ τὸ μὴ μόνον εἰπεῖν ἀλλὰ καὶ ἀναγραφῆς ἀξιῶσαι τὰ λεγόμενα; ἆρα δὲ τὸ τοσοῦτο τῶν Ἰουδαίων ἔθνος, πάλαι χώραν ἰδίαν εἰληφὸς οἰκεῖν. σὺν οὐδεμιᾷ πιθανότητι τινὰς μὲν ὡς προφήτας ἀνηγόρευον ἑτέρους δὲ ὡς ψευδοπροφήτας ἀπεδοκίμαζον; καὶ οὐδὲν ἦν παρ᾿ αὐτοῖς τὸ προκαλούμενον συναριθμεῖν ταῖς ἱεραῖς εἶναι πεπιστευμέναις Μωϋσέως βίβλοις τοὺς λόγους τῶν ἑξῆς νενομισμένων εἶναι προφητῶν; καὶ δύνανται ἡμῖν παραστῆσαι οἱ εὐήθειαν ἐγκαλοῦντες Ἰουδαίοις καὶ Χριστιανοῖς ὅτι ἐδύνατο συνεστηκέναι τὸ Ἰουδαίων ἔθνος, μηδεμιᾶς ἐπαγγελίας προγνώσεων οὔσης παρ᾿ αὐτοῖς.

60
καὶ ὅτι τὰ μὲν περὶ αὐτοὺς ἔθνη [ᾗ] ἕκαστον κατὰ τὰ πάτρια ἐπίστευε χρησμοὺς λαμβάνειν καὶ μαντείας ἀπὸ τῶν παρ᾿ αὐτοῖς νομιζομένων θεῶν, οὗτοι δὲ μόνοι, οἱ διδαχθέντες πάντων τῶν παρὰ τοῖς ἔθνεσι νομιζομένων θεῶν καταφρονεῖν ὡς οὐ θεῶν ἀλλὰ δαιμονίων (ἐπεὶ ἔλεγον
449
αὐτῶν οἱ προφῆται τὸ „πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια“), οὐδένα τὸν ἐπαγγελλόμενον
v.1.p.205
εἶχον προφητεύειν καὶ δυνάμενον περισπᾶν τοὺς πόθῳ προγνώσεως τῶν μελλόντων αὐτομολεῖν (βουλομένους) πρὸς τοὺς παρὰ τοῖς ἄλλοις δαίμονας; ἐπίστησον οὖν εἰ μὴ ἀναγκαῖόν ἐστιν ὅλον ἔθνος διδασκόμενον καταφρονεῖν τῶν παρὰ τοῖς λοιποῖς θεῶν εὐπορηκέναι προφητῶν, τὸ μεῖζον αὐτόθεν ἐμφαινόντων καὶ τὸ ὑπερέχον τὰ πανταχοῦ χρηστήρια.

Εἶτα πανταχοῦ μὲν ἢ πολλαχοῦ δυνάμεις ἐγίνοντο, ὡς καὶ αὐτὸς ἐν τοῖς ἑξῆς παρατίθεται Ἀσκληπιὸν εὐεργετοῦντα καὶ τὰ μέλλοντα προλέγοντα ὅλαις πόλεσιν ἀνακειμέναις αὐτῷ, οἷον τῇ Τρίκκῃ καὶ τῇ Ἐπιδαύρῳ καὶ τῇ Κῷ καὶ τῇ Περγάμῳ. καὶ Ἀριστέαν τὸν Προκοννήσιον καὶ Κλαζομένιόν τινα καὶ Ἀστυπαλαιέα Κλεομήδην· παρὰ δὲ μόνοις Ἰουδαίοις. φάσκουσιν ἀνακεῖσθαι τῷ τῶν ὅλων θεῷ. οὐδὲν ἦν σημεῖον ἢ τεράστιον, τὸ συνεργοῦν καὶ βεβαιοῦν αὐτῶν τὴν εἰς τὸν κτίσαντα τὰ ὅλα πίστιν μετὰ καὶ ἐλπίδος τῆς περὶ ἄλλου ζῆν μείζονος; ἀλλὰ πῶς οἷόν τε τὸ τοιοῦτον; εὐθέως γὰρ ἂν μετέστησαν ἐπὶ τὸ σέβειν τοὺς μαντευομένους καὶ θεραπεύοντας δαίμονας, καταλιπόντες τὸν μέχρι λόγου πεπιστευμένον αὐτοῖς βοηθεῖν θεὸν οὐδαμῶς δὲ παριστάντα τὴν ἑαυτοῦ ἐπιφάνειαν. εἰ δὲ μὴ γέγονε τοῦτο ἀλλὰ καὶ μυρία ὅσα ὑπέμενον, ἵνα μὴ ἐξομόσωνται τὸν ἰουδαϊσμὸν καὶ τὸν κατ᾿ αὐτὸν νόμον, καὶ ὁτὲ μὲν πεπόνθασιν ἐν τῇ Ἀσσυρίᾳ ὁτὲ δὲ ἐν τῇ Περσίδι ὁτὲ δὲ ὑπὸ Ἀντιόχου, πῶς οὐχὶ ἐξ εἰκότων κατασκευάζεται τοῖς ἀπιστοῦσι ταῖς παραδόξοις ἱστορίαις καὶ προφητείαις ὅτι οὐ πλάσματα ἦν τὰ τοιαῦτα, ἀλλά τι θεῖον πνεῦμα ὡς ἐν καθαραῖς ψυχαῖς τυγχάνον ταῖς τῶν προφητῶν, πάντα πόνον ὑπὲρ ἀρετῆς ἀνειληφότων, ἐκίνει αὐτοὺς πρὸς τὸ προφητεύειν τινὰ μὲν τοῖς καθ᾿ ἑαυτοὺς ἄλλα δὲ τοῖς ὕστερον ἐξαιρέτως δὲ περί τινος ἐπιδημήσοντος σωτῆρος τῷ γένει τῶν ἀνθρώπων;

v.1.p.206

450
Εἰ δὲ ταῦθ᾿ οὕτως ἔχει, πῶς περὶ ὄνου σκιᾶς πρὸς ἀλλήλους ζητοῦσιν Ἰουδαῖοι καὶ Χριστιανοὶ, ἐξετάζοντες ἀπὸ τῶν προφητειῶν. αἷς κοινῇ πεπιστεύκασι, πότερον ὁ προφητευόμενος ἐλήλυθεν ἢ οὐδαμῶς μὲν ἐπιδεδήμηκεν ἔτι δὲ προσδοκᾶται; κἂν καθ᾿ ὑπόθεσιν δὲ τῷ Κέλσῳ δοθῇ δοθῇ μὴ τὸν Ἰησοῦν εἶναι, ὃν κατήγγειλαν οἱ προφῆται, καὶ οὕτως οὐδὲν ἧττον οὐ περὶ ὄνου σκιᾶς ἐστιν ἡ τοῦ νοῦ τῶν προφητικῶν γραφῶν ζήτησις· ἵν᾿ ἐναργῶς ἀποδειχθῇ ὁ προκηρυσσόμενος, ὁποῖός τε εἶναι ἐπροφητεύετο καὶ τί ποιήσων, εἰ δὲ οἷόν τε, καὶ πότε ἐπιδημήσων. ἐν δὲ τοῖς ἀνωτέρω προείπομεν ὀλίγας ἀπὸ πλειόνων παραθέμενοι προφητείας περὶ τοῦ τὸν
61
Ἰησοῦν εἶναι τὸν προφητευόμενον Χριστόν· οὐ σφάλλονται τοίνυν κατὰ τὸ προσίεσθαι θεόθεν τοὺς προφήτας λελαληκέναι οὔτε Ἰουδαῖοι οὔτε Χριστιανοὶ, ἀλλ᾿ οἱ σφαλλόμενοι περὶ τοῦ προφητευομένου προσδοκωμένου ψευδοδοξοῦσιν, ὅστις καὶ ποταπὸς κατὰ τὸν ἀληθῆ τῶν προφητῶν λόγον κεκήρυκται.

Ἑξῆς δὲ τούτοις ὁ Κέλσος οἰόμενος τοὺς Ἰουδαίους. Αἰγυπτίους τῷ γένει τυγχάνοντας, καταλελοιπέναι τὴν Αἴγυπτον, στασιάσαντας πρὸς τὸ κοινὸν τῶν Αἰγυπτίων καὶ τὸ ἐν Αἰγύπτῳ σύνηθες περὶ τὰς θρησκείας ὑπερφρονήσαντας, φησὶν αὐτοὺς ἅπερ ἐποίησαν Αἰγυπτίοις πεπονθέναι ὑπὸ τῶν προσθεμένων τῷ Ἰησοῦ καὶ πιστευσάντων αὐτῷ ὡς Χριστῷ, καὶ ἀμφοτέροις αἴτιον γεγονέναι τῆς καινοτομίας τὸ στασιάζειν πρὸς τὸ κοινόν. τί δὴ πεποίηκεν ἐν τῷ τόπῳ ὁ Κέλσος. κατανοητέον. πολλὰ διαθέντες οἱ πάλαι Αἰγύπτιοι τὸ Ἑβραίων γένος, διὰ λιμὸν τὴν Ἰουδαίαν καταλαβόντα ἐπιδημήσαντας τῇ Αἰγύπτῳ. πεπόνθασιν ὡς ξένους καὶ ἱκέτας ἀδικήσαντες ἅπερ ἐχρῆν ὅλον ἔθνος ὑπὸ τῆς θείας προνοίας παθεῖν, συμφρονῆσαν κατὰ ὅλου τοῦ τῶν ἐπιξενωθέντων αὐτοῖς γένους μηδὲν αὐτοὺς ἀδικήσαντος· καὶ θεοῦ μάστιξιν πληγέντες μόλις καὶ μετ᾿ οὐ πολὺ ἀπέλυσαν ὅποι ἐβούλοντο τοὺς

v.1.p.207
Οὐ δικαίως δουλαγωγουμένους. ἅτε οὖν φίλαυτοι καὶ τοὺς ὁποιωσδήποτε ὁμογενεῖς προτιμῶντες καὶ τῶν δικαιοτέρων ξένων, οὐχ ἔστιν ἥντινα κατηγορίαν καταλελοίπασιν, ἣν μὴ περὶ Μωϋσέως καὶ τῶν Ἑβραίων εἰρήκασι, τὰς μὲν διὰ Μωϋσέως τεραστίους δυνάμεις οὐ παντελῶς ἀρνούμενοι φάσκοντες δ᾿ αὐτὰς γοητείᾳ καὶ μὴ θείᾳ δύνάμει γεγονέναι. Μωϋσῆς δὲ [τὰ συμβεβηκότα] ὡς οὐ γόης ἀλλ᾿ εὐσεβὴς ἀνὴρ καὶ τῷ τῶν ὅλων ἀνακείμενος θεῷ καὶ μετέχων θειοτέρου πνεύματος καὶ νόμους ἔθετο τοῖς Ἑβραίοις. ὡς τὸ θεῖον αὐτῷ ὑπήχησε, καὶ τὰ συμβεβηκότα, ὡς ἀληθείας εἶχεν, ἀνέγραψεν.

451
Ὁ τοίνυν Κέλσος, οὐ γενόμενος δίκαιος ἐξεταστὴς τῶν λεγομένων παρ᾿ Αἰγυπτίοις ἑτέρως καὶ παρ᾿ Ἑβραίοις ἄλλως, ἀλλὰ προκαταληφθεὶς ὡς ὑπὸ φιλτέρων τῶν Αἰγυπτίων, τοῖς μὲν ἀδικήσασι τοὺς ξένους συγκατέθετο ὡς ἀληθέσι τοὺς δ᾿ ἀδικηθέντας Ἑβραίους στασιάζοντας εἶπε τὴν Αἴγυπτον καταλελοιπέναι, οὐχ ὁρῶν τίνα τρόπον οὐ δύναται τηλικοῦτο στασιῶδες πλῆθος Αἰγυπτίων. ἀρχὴν ἔχον τὴν στάσιν, γενέσθαι ἔθνος ἅμα τῷ στασιάζειν καὶ τὴν διάλεκτον ἀμεῖβον, ἵν᾿ οἱ τέως τῇ Αἰγυπτίων φωνῇ χρώμενοι αἰφνίδιον τὴν Ἑβραίων διάλεκτον συμπληρῶσιν. Ἔστω δὲ καθ᾿ ὑπόθεσιν καταλιπόντας αὐτοὺς τὴν Αἴγυπτον μεμισηκέναι καὶ τὴν σύντροφον φωνήν· πῶς οὖν τὸ μετὰ τοῦτο οὐχὶ μᾶλλον τῇ Σύρων ἐχρῶντο διαλέκτῳ ἢ τῇ Φοινίκων, ἀλλὰ τὴν Ἑβραΐδα ἑτέραν παρ᾿ ἀμφοτέρας συνεστήσαντο; τοῦτο δέ μοι βούλεται ὁ λόγος συνάγειν ὅτι ψεῦδος τὸ Αἰγυπτίους τὸ γένος ὄντας τινὰς ἐστασιακέναι
61
πρὸς Αἰγυπτίους καὶ τὴν Αἴγυπτον καταλελοιπέναι καὶ ἐπὶ τὴν Παλαιστίνην ἐληλυθέναι τήν τε νῦν καλουμένην Ἰουδαίαν ᾠκηκέναι. Ἑβραίων γὰρ καὶ διάλεκτος πάτριος πρὸ τῆς εἰς Αἴγυπτον αὐτῶν καθόδου ἦν, καὶ Ἑβραϊκὰ γράμματα ἕτερα παρὰ τὰ Αἰγυπτίων ἦν, οἷς Μωϋσῆς χρησάμενος ἔγραψε τὰς παρὰ Ἰουδαίοις πεπιστευμένας εἶναι ἱερὰς πέντε βίβλους.

Ὁμοίως δὲ ψεῦδος τὸ Αἰγυπτίους ὄντας ἀπὸ στάσεως τὴν ἀρχὴν εἰληφέναι τοὺς Ἑβραίους, καὶ τὸ Ἰουδαίους ὄντας

v.1.p.208
ἄλλους κατὰ τοὺς Ἰησοῦ χρόνους ἐστασιακέναι πρὸς τὸ κοινὸν τῶν Ἰουδαίων καὶ τῷ Ἰησοῦ κατηκολουθηκέναι. οὐδὲν γὰρ στάσεως ἔργον ἐπιδεῖξαι Χριστιανῶν ὁ Κέλσος ἢ οἱ ὁμονοοῦντες αὐτῷ δυνήσονται. καίτοι γε εἰ στάσις ἦν τῆς συστάσεως Χριστιανοῖς ἡ αἰτία, τὴν ἀρχὴν ἀπὸ Ἰουδαίων εἰληφόσιν, οἷς ἐξῆν καὶ ὅπλα ὑπὲρ τῶν οἰκείων ἀναλαβεῖν καὶ πολεμίους ἀναιρεῖν, οὔτ᾿ ἂν ὁ νομοθέτης Χριστιανῶν πάντῃ ἀναίρεσιν ἀνθρώπου ἀπηγόρευε, μή ποτε δίκαιον εἶναι διδάσκων τὸ κατ᾿ ἀνθρώπου τόλμημα τῶν ἑαυτοῦ μαθητῶν, κἂν ἀδικώτατος ἐκεῖνος ᾖ (οὐ γὰρ πρέπειν ἡγεῖτο τῇ ἐνθέῳ ἑαυτοῦ νομοθεσίᾳ τὸ συγχωρεῖν ὁποιανδήποτε ἀνθρώπου ἀναίρεσιν)· οὔτ᾿ ἂν Χριστιανοὶ οἱ ἀπὸ στάσεως ἀρξάμενοι τοὺς ἐπὶ τοσοῦτον ἡμέρους προσήκαντο νόμους, δι᾿ ὧν „ὡς πρόβατα“ μὲν ἀναιρεῖσθαι
452
αὐτοῖς ἐγίνετο μηδέ ποτε δὲ ἀμύνασθαι οἷοί τ᾿ ἦσαν τοὺς διώκοντας. καίτοι γε βαθύτερον ἐξετάζοντα τὰ πράγματα ἔστιν εἰπεῖν περὶ μὲν τῶν ἐξεληλυθότων ἐκ γῆς Αἰγύπτου ὅτι παραδόξως ὁ πᾶς λεὼς οἱονεὶ θεοδώρητον διάλεκτον ἀθρόως ἀνείληφε τὴν καλουμένην Ἑβραίαν· ὡς καὶ τῶν παρ᾿ αὐτοῖς τις εἶπε προφητῶν ὅτι „ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν.“

Καὶ οὕτω δὲ κατασκευαστέον ὅτι οὐκ Αἰγύπτιοι ἦσαν οἱ ἐξεληλυθότες μετὰ Μω(??)σέως τὴν Αἴγυπτον· εἰ μὲν Αἰγύπτιοι ἦσαν, ἐχρῆν αὐτῶν τὰ ὀνόματα εἶναι Αἰγύπτια, ὡς ἑκάστῃ διαλέκτῳ συγγενεῖς εἰσιν αἱ προσηγορίαι· εἰ δ᾿ ἐκ τῶν ὀνομάτων Ἑβραϊκῶν ὄντων σαφὲς ὅτι οὐκ Αἰγύπτιοι ἦσαν (πλήρης γὰρ ἡ γραφὴ τῶν Ἑβραϊκῶν ὀνομάτων καὶ τῶν ἐν Αἰγύπτῳ τοιαῦτα θεμένων τοῖς υἱοῖς), δῆλον ὅτι ψεῦδος τὸ λεγόμενον ὑπὸ τῶν Αἰγυπτίων. ὅτι Αἰγύπτιοι ὄντες ἀπηλάθησαν μετὰ Μωϋσέως ἀπὸ τῆς Αἰγύπτου· καὶ

v.1.p.209
σαφῶς ἐναργές ἐστιν ὅτι ἐκ προγόνων Ἑβραίων κατὰ τὴν παρὰ Μωϋσεῖ ἀναγραφεῖσαν ἱστορίαν τὸ γένος ἔχοντες (ἰδίᾳ) διαλέκτῳ ἐχρῶντο, ἀφ᾿ ἧς καὶ τὰ ὀνόματα τοῖς υἱοῖς ἐτίθεντο. περὶ δὲ Χριστιανῶν, ἐπεὶ διδαχθέντες μὴ ἀμύνασθαι τοὺς πολεμίους ἐτήρησαν τὴν ἥμερον καὶ φιλάνθρωπον νομοθεσίαν, διὰ τοῦθ᾿ ὅπερ οὐκ ἂν ἐξουσίαν λαβόντες τοῦ πολεμεῖν, εἰ καὶ πάνυ ἦσαν δυνατοὶ, ἤνυσαν· τοῦτ᾿ ἀπὸ θεοῦ εἰλήφασι, τοῦ ὑπὲρ αὐτῶν πολεμήσαντος ἀεὶ καὶ κατὰ καιροὺς παύσαντος τοὺς κατὰ Χριστιανῶν ἱσταμένους καὶ ἀναιρεῖν αὐτοὺς θέλοντας. ὑπομνήσεως μὲν γὰρ χάριν, ἵνα ἐνορῶντες ὀλίγοις ἀγωνιζομένοις
62
ὑπὲρ εὐσεβείας δοκιμώτεροι γίνωνται καὶ θανάτου καταφρονῶσιν, ὀλίγοι κατὰ καιροὺς καὶ σφόδρα εὐαρίθμητοι ὑπὲρ τῆς Χριστιανῶν θεοσεβείας τεθνήκασι, κωλύοντος θεοῦ τὸ πᾶν ἐκπολεμηθῆναι αὐτῶν ἔθνος· συστῆναι γὰρ αὐτὸ ἐβούλετο καὶ πληρωθῆναι πᾶσαν τὴν γῆν τῆς σωτηρίου ταύτης καὶ εὐσεβεστάτης διδασκαλίας· πάλιν τε αὖ ἵν᾿ οἱ ἀσθενέστεροι ἀναπνέωσιν ἀπὸ τῆς περὶ τοῦ θανάτου φροντίδος, ὁ θεὸς προὐνοεῖτο τῶν πιστευόντων, μόνῳ τῷ βουλήματι διασκεδαννὺς πᾶσαν τὴν κατ᾿ αὐτῶν ἐπιβουλὴν, ἵνα μήτε βασιλεῖς μήτε οἱ κατὰ τόπους ἡγούμενοι μήτε οἱ δῆμοι ἐξαφθῆναι κατ᾿ αὐτῶν ἐπὶ πλεῖον δυνηθῶσι, ταῦτα μὲν πρὸς τὰ ὑπὸ Κέλσου εἰρημένα περὶ τοῦ στάσιν γεγονέναι τὴν ἀρχὴν πάλαι μὲν τοῦ συστῆναι Ἰουδαίους ὕστερον δὲ τοῦ τοὺς Χριστιανοὺς γενέσθαι.

Ἐπεὶ δ᾿ ἐν τοῖς ἑξῆς προφανῶς ψεύδεται, φέρε καὶ τὴν λέξιν αὐτοῦ ἐκθώμεθα λέγοντος· εἰ ἐθελήσουσι πάντες ἄνθρωποι εἶναι Χριστιανοὶ, οὐκ ἂν ἔτι οἵδε ἐθέλοιεν, ὅτι δὲ ψεῦδος τὸ τοιόνδε, δῆλον ἐκ τοῦ

453
τὸ ὅσον ἐφ᾿ ἑαυτοῖς Χριστιανοὺς μὴ ἀμελεῖν τοῦ πανταχοῦ τῆς οἰκουμένης ἐπισπείρειν τὸν λόγον, τινὲς γοῦν ἔργον πεποίηνται ἐκπεριέρχεσθαι οὐ μόνον πόλεις ἀλλὰ καὶ κώμας καὶ ἐπαύλεις, ἵνα καὶ ἄλλους εὐσεβεῖς τῷ θεῷ κατασκευάσωσι.
v.1.p.210
καὶ οὐκ ἂν πλούτου τις ἕνεκα φήσαι αὐτοὺς τοῦτο πράττειν, ἔσθ᾿ οτε μὲν οὐδὲ τὰ πρὸς τροφὴν λαμβάνοντας, εἴ ποτε δὲ ἀναγκάζοιντο ὑπὸ τῆς ἀπορίας ταύτης, τῇ χρείᾳ μόνῃ ἀρκουμένους, κἂν πλείους αὐτοῖς κοινωνεῖν ἐθέλωσι καὶ μεταδιδόναι τὰ ὑπὲρ τὰς χρείας. νῦν μὲν οὖν τάχα, ὅτε διὰ τὸ πλῆθος τῶν προσερχομένων τῷ λόγῳ καὶ πλούσιοι καί τινες τῶν ἐν ἀξιώμασι καὶ γύναια τὰ ἁβρὰ καὶ εὐγενῆ ἀποδέχονται τοὺς ἀπὸ τοῦ λόγου, τολμήσει τις λέγειν διὰ τὸ δοξάριον προΐστασθαί τινας τῆς κατὰ Χριστιανοὺς διδασκαλίας· οὐ μὴν κατὰ τὴν ἀρχὴν, ὅτε πολὺς ὁ κίνδυνος μάλιστα τοῖς διδάσκουσιν ἦν, οἷόν τε τὸ τοιοῦτον εὐλόγως ὑπονοεῖν. καὶ νῦν δὲ πλείων ἐστὶν ἡ παρὰ τοῖς λοιποῖς ἀδοξία τῆς παρὰ τοῖς ὁμοδόξοις νομιζομένης δόξης, καὶ ταύτης οὐ πᾶσι. ψεῦδος οὖν αὐτόθεν ὅτι, εἰ ἐθελήσουσι πάντες ἄνθρωποι εἶναι Χριστιανοὶ, οὐκ ἂν ἔτι οἵδε ἐθέλοιεν.

Ὅρα δὲ καὶ τί φησιν εἶναι τούτου τεκμήριον· ὅτι ἀρχόμενοι μὲν, φησὶν, ὀλίγοι τε ἦσαν καὶ ἓν ἐφρόνουν· εἰς πλῆθος δὲ σπαρέντες αὖθις αὖ τέμνονται καὶ σχίζονται καὶ στάσεις ἰδίας ἔχειν ἕκαστοι θέλουσι· τούτου γὰρ ἀρχῆθεν ἔχρῃζον. ὅτι μὲν οὖν συγκρίσει τοῦ ἑξῆς πλήθους ὀλίγοι ησαν ἀρχόμενοι Χριστιανοὶ δῆλον, καίτοι οὐ πάντῃ ἦσαν ὀλίγοι, τὸ γὰρ κινῆσαν φθόνον τῷ Ἰησοῦ καὶ διερεθίσαν Ἰουδαίους πρὸς τὴν κατὰ τούτου ἐπιβουλὴν τὸ πλῆθος τῶν ἑπομένων αὐτῷ εἰς τὰς ἐρήμους ην, πεντακισχιλίων καὶ τετρακισχιλίων ἀνδρῶν αὐτῷ ἀκολουθούντων χωρὶς τοῦ τῶν γυναικῶν καὶ τῶν παιδίων ἀριθμοῦ, τοσαύτη γάρ τις ἴϋγξ ἦν ἐν τοῖς Ἰησοῦ λόγοις, ὡς οὐ μόνον ἄνδρας ἕπεσθαι θέλειν αὐτῷ εἰς τὰς ἐρημίας ἀλλὰ καὶ γυναῖκας, οὐχ ὑποτεμνομένας τὴν γυναικείαν ἀσθένειαν καὶ τὸ δοκοῦν ἐν τῷ ἀκολουθεῖν εἰς τὰς

62
ἐρημίας τῷ διδασκάλῳ· ἀπαθέστατα δὲ παιδία, ἤτοι τοῖς γεννήσασιν ἑπόμενα ἢ τάχα καὶ ὑπὸ τῆς θειότητος αὐτοῦ ἀγόμενα, ἵνα αὐτοῖς ἐνσπαρῇ θειότης, ἠκολούθει μετὰ τῶν γεγεννηκότων, ἀλλ᾿ ἔστω ὀλίγους γεγονέναι κατὰ τὴν ἀρχήν· τί τοῦτο συμβάλλεται πρὸς τὸ μὴ ἂν ἐθελῆσαι Χριστιανοὺς ἐμποιῆσαι πᾶσιν ἀνθρώποις περὶ τοῦ λόγου πειθώ;

v.1.p.211

Φησὶ δὲ καὶ ὅτι ἓν ἐφρόνουν πάντες, οὐδ᾿ ἐν τούτῳ ὁρῶν ὅτι ἀρχῆθεν περὶ τὴν ἐν τοῖς πεπιστευμένοις θείοις εἶναι βιβλίοις ἐκδοχὴν γεγόνασι διαφωνίαι τῶν πιστευόντων, ἔτι γοῦν τῶν ἀποστόλων κηρυσσόντων καὶ τῶν αὐτοπτῶν τοῦ Ἰησοῦ διδασκόντων τὰ ἐκείνου μαθήματα, ζήτησις οὐκ ὀλίγη πρὸς ἀλλήλους γεγένηται παρὰ

454
τοῖς ἀπὸ Ἰουδαίων πιστεύουσι περὶ τῶν ἐξ ἐθνῶν ἐπερχομένων τῷ λόγῳ, πότερον δεῖ τὰ Ἰουδαϊκὰ αὐτοὺς τηρεῖν ἔθη ἢ τὸ περὶ καθαρῶν καὶ ἀκαθάρτων βρωμάτων „βάρος“ ἀφαιρεῖν ὡς οὐκ ἐπεῖγον ἀπὸ τῶν τὰ πάτρια καταλιπόντων ἐν τοῖς ἔθνεσι καὶ πιστευόντων τῷ Ἰησοῦ, ἀλλὰ καὶ ἐν ταῖς Παύλου ἐπιστολαῖς, γενομένου ἐν τῷ χρόνῳ τῶν Ἰησοῦν ἑωρακότων, εὑρίσκεται λεγόμενά τινα ὡς ζητηθέντων τινῶν περὶ ἀναστάσεως καὶ περὶ τοῦ „ἤδη“ αὐτὴν „γεγονέναι“ καὶ περὶ ἡμέρας κυρίου, πότερον „ἐνέστηκεν“ ἢ μή, ἀλλὰ καὶ τὸ „ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, ἥν τινες ἐπαγγελλόμενοι“ „περὶ τὴν πίστιν ἐναυάγησαν,“ δηλωτικόν ἐστιν ὅτι ἀπ᾿ ἀρχῆς γεγόνασί τινες παρεκδοχαὶ, οὐδέπω, ὡς οἴεται Κέλσος, πολλῶν τῶν πιστευόντων γεγενημένων.

Εἶτ᾿ ἐπεὶ ὡς κατηγορῶν τοῦ λόγου τὰ περὶ τῶν ἐν χριστιανισμῷ αἱρέσεων ὀνειδίζει ἡμῖν λέγων· εἰς πλῆθος δὲ σπαρέντες αὖθις αὖ σχίζονται καὶ τέμνονται καὶ στάσεις ἰδίας ἔχειν ἕκαστοι θέλουσι· φησὶ δ᾿ ὅτι καὶ ὑπὸ πλήθους πάλιν διϊστάμενοι σφᾶς αὐτοὺς ἐλέγχουσιν· ἑνὸς ὡς εἰπεῖν ἔτι κοινωνοῦντες, εἴ γε κοινωνοῦσι, τοῦ ὀνόματος, καὶ τοῦτο μόνον ἐγκαταλιπεῖν ὅμως αἰσχύνονται· τὰ λοιπὰ δ᾿ ἄλλοι ἀλλαχῇ τετάχαται· καὶ πρὸς τοῦτο φήσομεν ὅτι οὐδενὸς πράγματος, οὗ μὴ σπουδαία ἐστὶν ἡ ἀρχὴ καὶ τῷ βίῳ χρήσιμος, γεγόνασιν αἱρέσεις διάφοροι, ἐπεὶ γὰρ ἰατρικὴ χρήσιμος καὶ ἀναγκαία τῷ γένει τῶν ἀνθρώπων, πολλά τε τὰ ἐν αὐτῇ ζητούμενα περὶ τοῦ τρόπου τῆς τῶν σωμάτων θεραπείας, διὰ τοῦτο αἱρέσεις ἐν ἰατρικῇ παρὰ μὲν Ἕλλησιν εὑρίσκονται ὁμολογουμένως πλείονες, ἐγὼ δ᾿ οἶμαι ὅτι καὶ

v.1.p.212
παρὰ βαρβάροις, ὅσοι (γε) ἐπαγγέλλονται χρῆσθαι ἰατρικῇ, πάλιν τε αὖ ἐπεὶ φιλοσοφία ἀλήθειαν ἐπαγγελλομένη καὶ γνῶσιν τῶν ὄντων πῶς δεῖ βιοῦν ὑποτίθεται καὶ πειρᾶται διδάσκειν τὰ ὠφέλιμα ἡμῶν τῷ γένει, πολλὴν δ᾿ ἔχει τὰ ζητούμενα πράγματα διολκὴν, διὰ τοῦτο αἱρέσεις ἐν φιλοσοφίᾳ συνέστησαν πλεῖσται ὅσαι, ὧν αἱ μέν εἰσι διασημότεραι αἱ δὲ οὐ τοιαῦται, ἀλλὰ καὶ ἰουδαϊσμὸς πρόφασιν ἔσχε γενέσεως αἱρέσεων τὴν διάφορον ἐκδοχὴν τῶν Μω(??)σέως γραμμάτων καὶ τῶν προφητικῶν λόγων.
63
οὕτω τοίνυν, ἐπεὶ σεμνόν τι ἐφάνη τοῖς ἀνθρώποις χριστιανισμὸς, οὐ μόνοις, ὡς ὁ Κέλσος οἴεται, τοῖς ἀνδραποδωδεστέροις ἀλλὰ καὶ πολλοῖς τῶν παρ᾿ Ἕλλησι φιλολόγων, ἀναγκαίως ὑπέστησαν οὐ πάντως διὰ (τὰς) στάσεις καὶ τὸ φιλόνεικον αἱρέσεις ἀλλὰ διὰ τὸ σπουδάζειν συνιέναι
455
τὰ χριστιανισμοῦ καὶ τῶν φιλολόγων πλείονας, τούτῳ δ᾿ ἠκολούθησε, διαφόρως ἐκδεξαμένων τοὺς ἅμα πᾶσι πιστευθέντας εἶναι θείους λόγους, τὸ γενέσθαι αἱρέσεις ἐπωνύμους τῶν θαυμασάντων μὲν τὴν τοῦ λόγου ἀρχὴν κινηθέντων δ᾿ ὅπως ποτ᾿ οὖν ὑπό τινων πιθανοτήτων πρὸς τὰς εἰς ἀλλήλους διαφωνίας. ἀλλ᾿ οὔτ᾿ ἰατρικὴν εὐλόγως ἄν τις φεύγοι διὰ τὰς ἐν αὐτῇ αἱρέσεις, οὔτε φιλοσοφίαν τοῦ πρέποντος στοχαζόμενός τις ἂν μισοῖ, πρόφασιν τοῦ μισεῖν αὐτὴν ποριζόμενος τὰς πολλὰς αἱρέσεις. οὕτως οὐδὲ διὰ τὰς ἐν Ἰουδαίοις αἱρέσεις καταγνωστέον τῶν Μωϋσέως καὶ τῶν προφητῶν ἱερῶν βιβλίων.

Εἰ δὲ ταῦτ᾿ ἔχει ἀκολουθίαν, πῶς οὐχὶ ὁμοίως ἀπολογησόμεθα καὶ περὶ τῶν ἐν Χριστιανοῖς αἱρέσεων; περὶ ὧν πάνυ θαυμασίως ὁ Παῦλος εἰρηκέναι μοι δοκεῖ τό· „δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται (ἐν ὑμῖν).“ ὡς γὰρ δόκιμος ἐν ἰατρικῇ ὁ διὰ τὸ γυμνάσασθαι ἐν ποικίλαις αἱρέσεσι καὶ εὐγνωμόνως ἐξητακέναι τὰς πλείονας ἑλόμενος τὴν διαφέρουσαν, καὶ ὡς ὁ πάνυ προκόπτων ἐν φιλοσοφίᾳ ἀπὸ τοῦ πλείονα ἐγνωκέναι ἐγγυμνασάμενος αὐτοῖς καὶ τῷ κρατήσαντι προσθέμενος λόγῳ· οὕτως

v.1.p.213
εἴποιμ᾿ ἂν καὶ τὸν ἐπιμελῶς ἐνιδόντα ταῖς ἰουδαϊσμοῦ καὶ χριστιανισμοῦ αἱρέσεσι σοφώτατον Χριστιανὸν γενέσθαι. ὁ δ᾿ ἐγκαλῶν τῷ λόγῳ διὰ τὰς αἱρέσεις ἐγκαλέσαι ἂν καὶ τῇ Σωκράτους διδασκαλίᾳ, ἀφ᾿ οὗ τῆς διατριβῆς πολλαὶ γεγόνασιν οὐ τὰ αὐτὰ φρονούντων σχολαί· ἀλλὰ καὶ Πλάτωνος ἐγκαλέσαι ἄν τις τοῖς δόγμασι δι᾿ Ἀριστοτέλην, ἀποφοιτήσαντα τῆς διατριβῆς αὐτοῦ ἐν καινοτομίαις· περὶ οὗ καὶ ἐν τοῖς ἀνωτέρω εἰρήκαμεν. δοκεῖ δέ μοι ὁ Κέλσος ἐγνωκέναι τινὰς αἱρέσεις μηδὲ τοῦ ὀνόματος τοῦ Ἰησοῦ κοινωνούσας ἡμῖν. τάχα γὰρ περιήχητο περὶ τῶν καλουμένων Ὀφιανῶν καὶ τῶν Καϊανῶν, καὶ εἴ τις ἄλλη τοιαύτη ἐξ ὅλων ἀποφοιτήσασα τοῦ Ἰησοῦ συνέστη γνώμη· πλὴν οὐδὲν τοῦτο πρὸς τὸ ἐγκλητέον εἶναι τὸν Χριστιανῶν λόγον.

Μετὰ ταῦτά φησι· θαυμασιώτερον μὴν τὸ σύνθημα αὐτῶν τοσῷδε. ὅσῳ γε μᾶλλον ἐξ οὐδεμιᾶς ὑποθέσεως ἀξιόχρεω συνεστὸς ἐλέγχοιτο. ἀλλ᾿ ἔστιν ἀξιόχρεως ὑπόθεσις ἡ στάσις καὶ ἡ δι᾿ αὐτὴν ὠφέλεια καὶ τὸ τῶν ἔξωθεν δέος· ταῦτα βεβαιοῖ τὴν πίστιν αὐτοῖς. καὶ πρὸς τοῦτο δὲ φήσομεν ὅτι οὕτως ἐξ ὑποθέσεως, μᾶλλον δὲ οὐδ᾿ ὑποθέσεως ἀλλὰ θείας

456
ἐνεργείας τὸ σύνθημα ἡμῶν ἐστιν, ὥστε τὴν ἀρχὴν αὐτοῦ εἶναι θεὸν. ἐν προφήταις διδάσκοντα τοὺς ἀνθρώπους ἐλπίσαι ἐπιδημίαν Χριστοῦ, σώσοντος τοὺς ἀνθρώπους. ὅσον γὰρ τοῦτο οὐκ ἀληθῶς ἐλέγχεται, κἂν δοκῇ ὑπὸ τῶν ἀπίστων ἐλέγχεσθαι. ἐπὶ τοσοῦτον ὁ λόγος ὡς θεοῦ λόγος συνίσταται, καὶ ὁ Ἰησοῦς υἱὸς ὢν θεοῦ
63
καὶ πρὶν ἐνανθρωπῆσαι καὶ ἐνανθρωπήσας ἀποδείκνυται. ἐγὼ δέ φημι ὅτι καὶ μετὰ τὴν ἐνανθρώπησιν ἀεὶ εὑρίσκεται τοῖς ἔχουσιν ὀφθαλμοὺς ψυχῆς ὀξυδερκεστάτους θεοπρεπέστατος καὶ ἀληθῶς θεόθεν πρὸς ἡμᾶς κατελθὼν, καὶ οὐκ ἀπὸ συνέσεως ἀνθρωπίνης τὴν ἀρχὴν ἢ τὰ ἑξῆς τῇ ἀρχῇ ἔχων ἀλλ᾿ ἀπὸ τῆς τοῦ θεοῦ ἐπιφανείας, ποικίλῃ σοφίᾳ καὶ ποικίλαις δυνάμεσι συστήσαντος πρότερον μὲν τὸν ἰουδαϊσμὸν μετὰ δ᾿ αὐτὸν τὸν χριστιανισμόν· ἠλέγχθη δὲ καὶ τὸ στάσιν
v.1.p.214
νομίζεσθαι καὶ τὴν διὰ τὴν στάσιν ὠφέλειαν ἀρχὴν εἶναι τῷ τοσούτους ἐπιστρέψαντι καὶ βελτιώσαντι λόγῳ.