De Incarnatione Verbi
Athanasius of Alexandria
Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.
Ὑπὲρ πάντας γὰρ ὢν ὁ Λόγος τοῦ Θεοῦ εἰκότως τὸν ἑαυτοῦ ναὸν καὶ τὸ σωματικὸν ὄργανον προσάγων ἀντίψυχον ὑπὲρ πάντων, ἐπλήρου τὸ ὀφειλόμενον ἐν τῷ θανάτῳ· καὶ 〈οὕτως συνὼν〉 διὰ τοῦ ὁμοίου τοῖς πᾶσιν ὁ ἄφθαρτος τοῦ Θεοῦ Υἱὸς, εἰκότως τοὺς πάντας ἐνέδυσεν ἀφθαρσίαν ἐν τῇ περὶ τῆς ἀναστάσεως ἐπαγγελίᾳ. καὶ αὐτὴ γὰρ ἡ ἐν τῷ θανάτῳ φθορὰ κατὰ τῶν ἀνθρώπων οὐκέτι χώραν ἔχει διὰ τὸν ἐνοικήσαντα Λόγον ἐν τούτοις διὰ τοῦ ἑνός σώματος.
Καὶ ὥσπερ μεγάλου βασιλέως εἰσελθόντος εἴς τινα πόλιν μεγάλην, καὶ οἰκήσαντος εἰς μίαν τῶν ἐν αὐτῇ οἰκιῶν, πάντως ἡ τοιαύτη πόλις τιμῆς πολλῆς καταξιοῦται, καὶ οὐκέτι τις ἐχθρὸς αὐτὴν οὔτε λῃστὴς ἐπιβαίνων καταστρέφει, πάσης δὲ μᾶλλον ἐπιμελείας ἀξιοῦται διὰ τὸν εἰς μίαν αὐτῆς οἰκίαν οἰκήσαντα βασιλέα· οὕτως καὶ ἐπὶ τοῦ πάντων Βασιλέως γέγονεν.
Ἐλθόντος γὰρ αὐτοῦ ἐπὶ τὴν ἡμετέραν χώραν, καὶ οἰκήσαντος εἰς ἕν τῶν ὁμοίων σῶμα, λοιπὸν πᾶσα ἡ
κατὰ τῶν ἀνθρώπων παρὰ τῶν ἐχθρῶν ἐπιβουλὴ πέπανται, καὶ ἡ τοῦ θανάτου ἠφάνισται φθορὰ ἡ πάλαι κατ’ αὐτῶν ἰσχύουσα. παραπωλώλει γὰρ ἄν τὸ τῶν ἀνθρώπων γένος, εἰ μὴ ὁ πάντων δεσπότης καὶ Σωτὴρ τοῦ Θεοῦ Υἱὸς παρεγεγόνει πρὸς τὸ τοῦ θανάτου τέλος.Πρέπον δὲ καὶ μάλιστα τῇ ἀγαθότητι τοῦ Θεοῦ ἀληθῶς τὸ μέγα τοῦτο ἔργον.
Εἰ γὰρ βασιλεὺς κατασκευάσας οἰκίαν ἢ πόλιν, καὶ ταύτην ἐξ ἀμελείας τῶν ἐνοικούντων πολεμουμένην ὑπὸ λῃστῶν τὸ σύνολον οὐ παρορᾷ, ἀλλ’ ὡς ἴδιον ἔργον ἐκδικεῖ καὶ περισώζει, οὐκ εἰς τὴν τῶν ἐνοικούντων ἀμέλειαν ἀφορῶν, ἀλλ’ εἰς τὸ ἑαυτοῦ πρέπον· πολλῷ πλέον ὁ τοῦ παναγάθου Θεὸς Λόγος Πατρός, εἰς φθορὰν κατερχόμενον τὸ δέ’ αὐτοῦ γενόμενον τῶν ἀνθρώπων γένος οὐ παρεῖδεν· ἀλλὰ τὸν μὲν συμβεβηκότα θάνα ἀπήλειψε διὰ τῆς προσφορᾶς τοῦ δίου σώματος, τὴν δὲ ἀμέλειαν αὐτῶν διωρθώσατο τῇ ἑαυτοῦ διδασκαλία, πάντα τὰ τῶν ἀνθρώπων διὰ τῆς ἑαυτοῦ δυνάμεως κατορθώσας.