De Incarnatione Verbi
Athanasius of Alexandria
Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.
Καὶ γὰρ καὶ ὁ θάνατος, ὡς προεῖπον, νόμῳ λοιπὸν ἴσχυε καθ’ ἡμῶν· καὶ οὐχ οἷόν τε ἦν τὸν νόμον ἐκφυγεῖν, διὰ τὸ ὑπὸ Θεοῦ τεθεῖσθαι τοῦτον τῆς παραβάσεως χάριν· καὶ ἦν ἄτοπον ὁμοῦ καὶ ἀπρεπὲς τὸ γινόμενον ἀληθῶς.
Ἄτοπον μὲν γὰρ ἦν εἰπόντα τὸν Θεὸν ψεύσασθαι, ὥστε νομοθετήσαντος αὐτοῦ θανάτῳ ἀποθνήσκειν τὸν ἄνθρωπον, εἰ παραβαίῃ τὴν ἐντολὴν, μετὰ τὴν παράβασιν μὴ ἀποθνήσκειν, ἀλλὰ λύεσθαι τὸν τούτου λόγον. οὐκ ἀληθὴς γὰρ ἦν ὁ Θεὸς, εἰ εἰπόντος αὐτοῦ ἀποθνήσκειν ἡμᾶς, μὴ ἀπέθνησκεν ὁ ἄνθρωπος.
Ἀπρεπὲς δὲ ἦν πάλιν τὰ ἅπαξ γενόμενα λογικὰ καὶ τοῦ Λόγου αὐτοῦ μετασχόντα παραπόλλυσθαι, καὶ πάλιν εἰς τὸ μὴ εἶναι διὰ τῆς φθορᾶς ἐπιστρέφειν.
Οὐκ ἄξιον γὰρ ἦν τῆς ἀγαθότητος τοῦ Θεοῦ τὰ ὑπ’ αὐτοῦ γενόμενα διαφθείρεσθαι, διὰ τὴν παρὰ τοῦ διαβόλου γενομένην τοῖς ἀνθρώποις ἀπάτην.
Ἄλλως τε καὶ τῶν ἀπρεπεστάτων ἦν τὴν τοῦ Θεοῦ τέχνην ἐν τοῖς ἀνθρώποις ἀφανίζεσθαι ἢ διὰ τὴν αὐτῶν ἀμέλειαν, ἢ διὰ τὴν τῶν δαιμόνων ἀπάτην.
Φθειρομένων τοίνυν τῶν λογικῶν καὶ παραπολλυμένων τῶν τοιούτων ἔργων, τί τὸν Θεὸν ἔδει ποιεῖν ἀγαθὸν ὄντα; ἀφεῖναι τὴν φθορὰν κατ’ αὐτῶν ἰσχεῖν, καὶ τὸν
θάνατον αὐτῶν κρατεῖν; καὶ τίς ἡ χρεῖα τοῦ καὶ ἐξ ἀρχῆς αὐτὰ γενέσθαι; ἔδει γὰρ μὴ γενέσθαι, ἢ γενόμενα παραμεληθῆναι καὶ ἀπολέσθαι.