De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Γνώσῃ δὲ καὶ τὴν δευτέραν αὐτοῦ πάλιν πρὸς ἡμᾶς ἔνδοξον καὶ θείαν

ἀληθῶς ἐπιφάνειαν, ὅτε οὐκ ἔτι μετὰ ταπεινότητος, ἀλλ’ ἐν τῇ ἰδίᾳ δόξῃ· ὅτε οὐκ ἔτι μετ’ εὐτελείας, ἀλλ’ ἐν τῇ ἰδίᾳ μεγαλειότητι· ὅτε οὐκ ἔτι παθεῖν, ἀλλὰ λοιπὸν τοῦ ἰδίου σταυροῦ τὸν καρπὸν ἀποδοῦναι πᾶσιν ἔρχεται· φημὶ δὴ τὴν ἀνάστασιν καὶ τὴν ἀφθαρσίαν· καὶ οὐκ ἔτι μὲν κρίνεται, κρινεῖ δὲ τοὺς πάντας, πρὸς ἃ ἕκαστος ἔπραξε διὰ τοῦ σώματος, εἴτε ἀγαθὰ, εἴτε φαῦλα· ἔνθα τοῖς μὲν ἀγαθοῖς ἀπόκειται βασιλεία οὐρανῶν, τοῖς δὲ τὰ φαῦλα πράξασι, πῦρ αἰώνιον καὶ σκότος ἐξώτερον.

Οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύριός φησι· λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν Υίὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ἐν τῇ δόξῃ τοῦ Πατρός.

Διὸ δὴ καὶ σωτήριός ἐστι λόγος εὐτρεπίζων ἡμᾶς εἰς ἐκείνην τὴν ἡμέραν καὶ λέγων· γίνεσθε ἕτοιμοι καὶ γρηγορεῖτε, ὅτι ᾗ ὥρᾳ οὐκ οἴδατε ἔρχεται. κατὰ γὰρ τὸν μακάριον Παῦλον, τοὺς πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος, πρὸς ἃ διὰ τοῦ σώματος ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε φαῦλον.