De Incarnatione Verbi
Athanasius of Alexandria
Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.
Ὡς γὰρ ἡλίου παρόντος οὐκ ἔτι τὸ σκότος ἰσχύει, ἀλλὰ καὶ εἴ πού ἐστι περιλειπόμενον ἀπελαύνεται· οὕτως ἐλθούσης τῆς θείας ἐπιφανείας τοῦ Θεοῦ Λόγου, οὐκ ἔτι μὲν ἰσχύει τὸ τῶν εἰδώλων σκότος, πάντα δὲ τὰ πανταχοῦ τῆς οἰκουμένης μέρη τῇ τούτου διδασκαλίᾳ καταλάμπεται.
Καὶ ὥσπερ βασιλεύοντός τινος καὶ μὴ φαινομένου ἔν τινι χώρᾳ, ἀλλ’ ἔνδον ὄντος ἐν τῷ ἑαυτοῦ οἴκῳ, πολλάκις τινὲς ἄτακτοι καταχρώμενοι τῇ τούτου ἀναχωρήσει ἑαυτοὺς ἀναγορεύουσι, καὶ ἕκαστος κατασχηματισάμενος τοὺς ἀκεραίους φαντασιοκοπεῖ ὡς βασιλεύς, καὶ οὕτως πλανῶνται οἱ ἄνθρωποι τῷ ὀνόματι, ἀκούοντες μὲν εἶναι βασιλέα, οὐχ ὁρῶντες δὲ αὐτόν, διὰ τὸ μάλιστα μηδὲ δύνασθαι αὐτοὺς ἔσω τοῦ οἴκου χωρῆσαι· ἐπειδὰν δὲ ὁ ἀληθῶς βασιλεὺς προέλθῃ καὶ φανῇ, τότε οἱ μὲν ἀπατῶντες
ἄτακτοι ἐλέγχονται τῇ τούτου παρουσία, οἱ δὲ ἄνθρωποι ὁρῶντες τὸν ἀληθῶς βασιλέα, καταλιμπάνουσι τοὺς πάλαι πλανῶντας αὐτούς·οὕτως καὶ πάλαι μὲν ἠπάτων οἱ δαίμονές τε καὶ ἄνθρωποι, Θεοῦ τιμὴν ἑαυτοῖς περιτιθέντες· ὅτε δὲ ἐπεφάνη ὁ τοῦ Θεοῦ Λόγος ἐν σώματι, καὶ ἐγνώρισεν ἡμῖν τὸν ἑαυτοῦ Πατέρα, τότε δὴ ἡ μὲν τῶν δαιμόνων ἀπάτη ἀφανίζεται καὶ παύεται· οἱ δὲ ἄνθρωποι ἀφορῶντες εἰς τὸν ἀληθινὸν τοῦ Πατρὸς θεὸν Λόγον καταλιμπάνουσι τὰ εἴδωλα, καὶ λοιπὸν ἐπιγινώσκουσι τὸν ἀληθινὸν Θεόν.