De Incarnatione Verbi
Athanasius of Alexandria
Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.
Καὶ πάλαι μὲν τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς Δία καὶ Κρόνον καὶ Ἀπόλλωνα καὶ ἥρωας ἐνόμιζον οἱ ἄνθρωποι θεούς, καὶ τούτους ἐπλανῶντο σέβοντες. ἄρτι δὲ τοῦ Σωτῆρος ἐν ἀνθρώποις φανέντος, ἐκεῖνοι μὲν ἐγυμνώθησαν ὄντες ἄνθρωποι θνητοί, μόνος δὲ ὁ Χριστὸς ἐν ἀνθρώποις ἐγνωρίσθη Θεὸς ἀληθινὸς Θεοῦ Θεὸς Λόγος.
Τί δὲ περὶ τῆς θαυμαζομένης παρ’ αὐτοῖς μαγείας ἄν τις εἴποι; ὅτι πρὶν μὲν ἐπιδημῆσαι τὸν Λόγον, ἴσχυε καὶ ἐνήργει παρ’ Αἰγυπτίοις καὶ Χαλδαίοις καὶ Ἰνδοῖς αὕτη καὶ ἐξέπληττε τοὺς ὁρῶντας· τῇ δὲ παρουσία τῆς ἀληθείας, καὶ τῇ ἐπιφανεία τοῦ Λόγου διηλέγχθη καὶ αὕτη, καὶ κατηργήθη παντελῶς.
Περὶ δὲ τῆς Ἑλληνικῆς σοφίας καὶ τῆς τῶν Φιλοσόφων μεγαλοφωνίας, νομίζω μηδένα τοῦ παρ’ ἡμῶν δεῖσθαι λόγου, ἐπ’ ὄλψει πάντων ὄντος τοῦ θαύματος, ὅτι τοσαῦτα γραψάντων τῶν παρ’ Ἕλλησι σοφῶν καὶ μὴ δυνηθέντων πεῖσαι κἄν ὀλίγους ἐκ τῶν πλησίον τόπων περὶ ἀθανασίας καὶ τοῦ κατ’ ἀρετὴν βίου, μόνος ὁ Χριστὸς δι’ εὐτελῶν
ῥημάτων, καὶ δ’ ἀνθρώπων οὐ κατὰ τὴν γλῶτταν σοφῶν, κατὰ πᾶσαν τὴν οἰκουμένην παμπληθεῖς ἐκκλησίας ἔπεισεν ἀνθρώπων καταφρονεῖν μὲν θανάτου, φρονεῖν δὲ ἀθάνατα, καὶ τὰ μὲν πρόσκαιρα παρορᾶν, εἰς δὲ τὰ αἰώνια ἀποβλέπειν, καὶ μηδὲν ἡγεῖσθαι τὴν ἐπὶ γῆς δόξαν, μόνης δὲ τῆς ἀθανασίας ἀντιποιεῖσθαι.Ταῦτα δὲ τὰ λεγόμενα παρ’ ἡμῶν οὐκ ἄχρι λόγων ἐστίν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πείρας ἔχει τὴν τῆς ἀληθείας μαρτυρίαν.
Παρίτω γὰρ ὁ βουλόμενος καὶ θεωρείτω τῆς μὲν ἀρετῆς τὸ γνώρισμα ἐν ταῖς Χριστοῦ παρθένοις καὶ ἐν τοῖς σωφροσύνην ἁγνεύουσι νεωτέροις, τῆς δὲ ἀθανασίας τὴν πίστιν ἐν τῷ τοσούτῳ τῶν μαρτύρων χορῷ.
Ἡκέτω δὲ ὁ πεῖραν τῶν προλεχθέντων βουλόμενος λαβεῖν, καὶ ἐπ’ αὐτῆς τῆς φαντασίας τῶν δαιμόνων, καὶ τῆς τῶν μαντειῶν ἀπάτης, καὶ τῶν τῆς μαγείας θαυμάτων, χρησάσθω τῷ σημείῳ τοῦ γελωμένου παρ’ αὐτοῖς σταυροῦ, τὸν Χριστὸν ὀνομάσας μόνον, καὶ ὄψεται πῶς δι' αὐτοῦ δαίμονες μὲν φεύγουσι, μαντεῖα δὲ παύεται, μαγεία δὲ πᾶσα καὶ φαρμακεία κατήργηται.