De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Ἀλλ’ ἴσως συγκαταθήσονται μὲν τούτοις αἰσχυνόμενοι, θελήσουσι δὲ λέγειν, ὅτι ἔδει τὸν Θεόν, παιδεῦσαι καὶ σῶσαι θέλοντα τοὺς ἀνθρώπους, νεύματι μόνον ποιῆσαι, καὶ μὴ σώματος ἅψασθαι τὸν τούτου Λόγον, ὥσπερ οὖν καὶ πάλαι πεποίηκεν, ὅτε ἐκ τοῦ μὴ ὄντος αὐτὰ συνίστη.

Πρὸς δὲ ταύτην αὐτῶν τὴν ἀντίθεσιν εἰκότως ἂν λεχθείη ταῦτα, ὅτι πάλαι μὲν οὐδενὸς οὐδαμοῦ ὑπάρχοντος, νεύματος γέγονε χρεία καὶ βουλήσεως μόνης εἰς τὴν τοῦ παντὸς δημιουργίαν. ὅτε δὲ γέγονεν ὁ ἄνθρωπος, καὶ χρεία ἀπῄτησεν οὐ τὰ μὴ ὄντα ἀλλὰ τὰ γενόμενα θεραπεῦσαι, ἀκόλουθον ἦν ἐν τοῖς ἤδη γενομένοις τὸν ἰατρὸν καὶ Σωτῆρα παραγενέσθαι, ἵνα καὶ τὰ ὄντα θεραπεύσῃ. γέγονε δὲ ἄνθρωπος διὰ τοῦτο, καὶ ἀνθρωπείῳ ὀργάνῳ κέχρηται τῷ σώματι.

Ἐπεὶ εἰ μὴ τοῦτον γενέσθαι ἔδει τὸν τρόπον, πῶς ἔδει τὸν Λόγον, ὀργάνῳ θέλοντα χρήσασθαι, παραγενέσθαι: ἢ πόθεν ἔδει τοῦτο λαβεῖν αὐτόν, εἰ μὴ ἐκ τῶν ἤδη γενομένων καὶ χρῃζόντων τῆς αὐτοῦ θειότητος διὰ τοῦ ὁμοίου; οὐδὲ γὰρ τὰ οὐκ ὄντα ἔχρῃζε σωτηρίας, ἵνα καὶ προστάξει μόνον ἀρκεσθῇ, ἀλλ’ ὁ ἤδη γενόμενος ἄνθρωπος ἐφθείρετο καὶ παραπώλλυτο. ὅθεν εἰκότως ἀνθρωπίνῳ κέχρηται καλῶς ὀργάνῳ, καὶ εἰς πάντα ἑαυτὸν ἥπλωσεν ὁ Λόγος.

Ἔπειτα καὶ τοῦτο ἰστέον, ὅτι ἡ γενομένη φθορὰ οὐκ ἔξωθεν ἦν τοῦ σώματος, ἀλλ’ αὐτῷ προσεγεγόνει, καὶ ἀνάγκη ἦν ἀντὶ τῆς φθορᾶς ζωὴν αὐτῷ προσπλακῆναι, ἵνα ὥσπερ ἐν τῷ σώματι γέγονεν ὁ θάνατος, οὕτως ἐν αὐτῷ γένηται

καὶ ἡ ζωή.

Εἰ μὲν οὖν ἔξωθεν ἦν ὁ θάνατος τοῦ σώματος· ἔξωθεν ἔδει καὶ τὴν ζωὴν αὐτοῦ γεγονέναι. εἰ δὲ ἐν τῷ σώματι συνεπλάκη ὁ θάνατος, καὶ ὡς συνὼν αὐτῷ κατεκράτει τούτου· ἀνάγκη καὶ τὴν ζωὴν συμπλακῆναι τῷ σώματι, ἵνα ἀντενδυθὲν τὸ σῶμα τὴν ζωήν, ἀποβάλῃ τὴν φθοράν. ἄλλως τε εἰ καὶ ἐγεγόνει ἕξω τοῦ σώματος ὁ Λόγος, καὶ μὴ ἐν αὐτῷ, ὁ μὲν θάνατος ἡττᾶτο ὑπ’ αὐτοῦ φυσικώτατα, ἄτε δὴ μὴ ἰσχύοντος τοῦ θανάτου κατὰ τῆς ζωῆς, οὐδὲν ἦττον δὲ ἔμενεν ἐν τῷ σώματι ἡ προσγενομένη φθορά.