De Incarnatione Verbi
Athanasius of Alexandria
Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.
Εἰ δὲ ὅτι γενητόν ἐστι, καὶ ἐξ οὐκ ὄντων γέγονε τὸ ἀνθρώπινον γένος διᾶ τοῦτο οὐκ εὐπρεπῆ νομίζουσιν ἡμᾶς λέγειν τὴν ἐν ἀνθρώπῳ τοῦ Σωτῆρος ἐπιφάνειαν· ὥρα καὶ
τῆς κτίσεως αὐτοὺς αὐτὸν ἐκβάλλειν· καὶ γὰρ καὶ αὕτη ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι διὰ τοῦ Λόγου γέγονεν.Εἰ δὲ καὶ γενητῆς οὔσης τῆς κτίσεως, οὐκ ἄτοπον ἐν αὐτῇ τὸν Λόγον εἶναι, οὐκ ἄρα οὐδὲ ἐν ἀνθρώπῳ αὐτὸν εἶναι ἄτοπον. ὁποῖα γὰρ ἂν περὶ τοῦ ὅλου νοήσειαν, τοιαῦτα ἀνάγκη καὶ περὶ τοῦ μέρους αὐτοὺς ἐνθυμεῖσθαι. μέρος γὰρ, ὡς προεῖπον, τοῦ ὅλου καὶ ὁ ἄνθρωπός ἐστιν.
Οὐκοῦν ὅλως οὐκ ἀπρεπὲς τὸ ἐν ἀνθρώπῳ εἶναι τὸν Λόγον, καὶ πάντα ὑπ’ αὐτοῦ καὶ ἐν αὐτῷ φωτίζεσθαι, καὶ κινεῖσθαι, καὶ ἦν, καθὼς καὶ οἱ παρ’ αὐτοῖς συγγραφεῖς φασιν· ὅτι ἐν αὐτῇ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν.
Τί λοιπὸν χλεύης ἄξιον λέγομεν, εἰ ἐν ᾧ ἔστιν ὁ Λόγος, τούτῳ πρὸς φανέρωσιν ὡς ὀργάνῳ κέχρηται ὁ Λόγος; εἰ μὲν γὰρ οὐκ ἦν ἐν αὐτῷ, οὐδὲ χρήσασθαι ἂν ἠδυνήθη τούτῳ. εἰ δὲ προαποδεδώκαμεν ἐν τῷ παντὶ καὶ ἐν τοῖς κατὰ μέρος εἶναι τοῦτον, τί ἄπιστον εἰ ἐν οἷς ἔστιν ἐν τούτοις ἑαυτὸν καὶ ἐπιφαίνει;
Ὥσπερ γὰρ ταῖς ἑαυτοῦ δυνάμεσιν ὅλος ἐν ἑκάστῳ καὶ πᾶσιν ἐπιβαίνων, καὶ πάντα διακοσμῶν ἀφθόνως, εἰ ἤθελε, διὰ ἡλίου, ἢ σελήνης, ἢ οὐρανοῦ, ἢ γῆς, ἢ ὑδάτων, ἢ πυρός, οὐκ ἄν τις ἀτόπως αὐτὸν? φωνῇ χρήσασθαι καὶ γνωρίσαι ἑαυτὸν καὶ τὸν αὐτοῦ Πατέρα ἔφησεν [πεποιηκέναι] ἅπαξ πάντα αὐτοῦ συνέχοντος καὶ μετὰ πάντων καὶ ἐν αὐτῷ τῷ μέρει τυγχάνοντος καὶ ἀοράτως ἑαυτὸν δεικνύντος· οὕτως οὐκ ἄτοπον ἂν εἴη διακοσμοῦντα αὐτὸν τὰ πάντα καὶ τὰ ὅλα ζωοποιοῦντα, καὶ θελήσαντα δι’ ἀνθρώπων γνωρίσαι, εἰ ὀργάνῳ κέχρηται ἀνθρώπου σώματι πρὸς
φανέρωσιν ἀληθείας καὶ γνῶσιν τοῦ Πατρός. μέρος γὰρ τοῦ ὅλου καὶ ἡ ἀνθρωπότης τυγχάνει.Καὶ ὥσπερ ὁ νοῦς δι’ ὅλου τοῦ ἀνθρώπου ὤν, ἀπὸ μέρους τοῦ σώματος, τῆς γλώττης λέγω, σημαίνεται, καὶ οὐ δήπου τις ἐλαττοῦσθαι τὴν οὐσίαν τοῦ νοῦ διὰ τοῦτο λέγει· οὕτως ὁ Λόγος διὰ πάντων ὤν, εἰ ἀνθρωπίνῳ κέχρηται ὀργάνῳ, οὐκ ἀπρεπὲς ἂν φαίνοιτο τοῦτο. εἰ γὰρ, ὡς προεῖπον, ἀπρεπὲς ὀργάνῳ χρήσασθαι σώματι, ἀπρεπὲς καὶ ἐν τῷ ὅλῳ αὐτὸν εἶναι.
Διατί οὖν, ἐὰν λέγωσιν, οὐχὶ δι' ἄλλων μερῶν καλλίονων τῆς κτίσεως ἐφάνη, καὶ καλλίονι ὀργάνῳ, οἷον ἡλίῳ, ἢ σελήνῃ, ἢ ἄστροις, ἢ πυρί, ἢ αἰθέρι οὐ κέχρηται, ἀλλὰ ἀνθρώπῳ μόνον; γινωσκέτωσαν, ὅτι οὐκ ἐπιδείξασθαι ἦλθεν ὁ Κύριος, ἀλλὰ θεραπεῦσαι καὶ διδάξαι τοὺς πάσχοντας.
Ἐπιδεικνυμένου μὲν γὰρ ἦν μόνον ἐπιφανῆναι καὶ καταπλῆξαι τοὺς ὁρῶντας· θεραπεύοντος δὲ καὶ διδάσκοντός ἐστι, μὴ ἁπλῶς ἐπιδημῆσαι, ἀλλ’ ἐπ’ ὠφελείᾳ τῶν δεομένων γενέσθαι, καὶ ὡς οἱ χρῄζοντες φέρουσιν ἐπιφανῆναι, ἵνα μὴ τῷ ὑπερβάλλοντι τὴν χρείαν τῶν πασχόντων αὐτοὺς τοὺς δεομένους ταράξῃ, καὶ ἀνωφελὴς τούτοις ἡ ἐπιφάνεια τοῦ θείου γένηται.